# Commentarii ad Homeri Odysseam 2.25.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.25.1

μηδὲν, μήδ' ἀπόνασθαί τι τῆς προγνώσεως τοῦ μέλλοντος διὰ τὴν τῶν ἑταίρων βίαν καὶ τὸν λιμόν. ὧν ἡ μὲν βία κατέσχεν αὐτὸν παραμεῖναι τῇ τοῦ Ἡλίου νήσῳ, ὁ δὲ λιμὸς ἠνάγκασε τοὺς ἑταίρους ἅψασθαι τῶν τοῦ Ἡλίου βοῶν. καὶ μὴν ὤμοσαν οἱ ἑταῖροι κρατερὸν ὅρκον, μὴ κτεῖναι βοῦν ἢ μῆλον τῶν τοῦ Ἡλίου, ἦν δὲ ὁ λιμὸς ἐπικρατέστερος, οὗ περ ὕστερον ἐπικειμένου ἐπὶ ὅρκον ἢ ἐπίορκον ὤμοσαν καὶ διατοῦτο ἐβλάβησαν. Ἔνθα καὶ ὅρα τὴν ἐξ ἐπιορκίας βλάβην, εἰ καὶ ἄλλως οὐχ' ἑκουσία ἦν πάντῃ ἀλλ' εἶχεν ἀφορμὴν τὸν λιμόν. (Vers. 295.) Ἐν δὲ τοῖς εἰρημένοις πρῶτα μὲν ἰστέον ὅτι τὸ γίνωσκον ἡμαρτῆσθαι δοκεῖ μὴ γραφόμενον γίγνωσκον ἐν δυσὶ γ ὡς Ἡρακλείδης βούλεται. λέγει γὰρ ἐκεῖνος ὅτι ὥς περ τελῶ τελίσκω Ἰωνικῶς διὰ τοῦ κάππα παραληγομένου τῷ σίγμα καὶ τῷ ἰῶτα, ὁμοίως καὶ θορῶ θορίσκω, καὶ μολῶ μολίσκω, οὕτω καὶ νοῶ νοΐσκω. ἐκ τούτων δὲ κατὰ κρᾶσιν θρώσκω, βλώσκω, νώσκω, καὶ Αἰολικῶς γνώσκω. Αἰολεῖς γάρ, φησι, τὸ νοῶ γνῶ φασίν. ὅθεν καὶ τὸ ἀμφιγνοεῖν ἤγουν διχονοεῖν, καὶ ἡ ξύγγνοια, καὶ τὸ ἀγνοεῖν, καὶ ἡ ἄγνοια. ἐφ' οἷς παραδοὺς ὁ Ἡρακλείδης, ὡς προστιθέασι τὸ γ ταῖς λέξεσι καὶ οἱ Ἠπειρῶται, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, τὸν δοῦπον γδοῦπον λέγοντες, ὅθεν καὶ ἐρίγδουπος πόσις Ἥρης. ἔνθα μνηστέον καὶ τοῦ, ἐπὶ δ' ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη. προσθεὶς δ' εἰπεῖν καὶ ὅτι ἀπὸ τοῦ νέφος νόφος καὶ γνόφος Αἰολικὸν ὁ ἄλλως δνόφος, καὶ ὅτι καὶ τὸ ἐν Ἰλιάδι γέντο ἤγουν εἵλετο ἔξωθεν ἔχει τὸ γάμμα, καὶ ὡς ἡ γνώμη πλεονάζει καὶ αὐτὴ τῷ γάμμα, γενομένη δηλαδὴ ἐκ τοῦ νοῶ νοήσω, Δωρικῶς μὲν νώμη, Αἰολικῶς δὲ γνώμη, διδάσκει ὡς Ἴωνες, ὅτ' ἂν ἀναδιπλῶσι ῥήματα, τὸ αὐτὸ ἀρκτικὸν ποιοῦνται πρώτης καὶ δευτέρας συλλαβῆς· λαβέσθαι λελαβέσθαι, κάμω κεκάμω, πιθέσθαι πεπιθέσθαι, δάσκω διδάσκω, τύσκω τιτύσκω, χωρὶς εἰ μὴ μέλλοι δύο δασέα κείσεσθαι παράλληλα. τοίνυν φησὶ τοῦ νοΐσκω συνῃρημένου, ὡς εἴρηται εἰς τὸ νώσκω, εἴη ἂν ἐπ' αὐτοῦ Ἰωνικὴ ἀναδίπλωσις, νιννώσκω διὰ τῶν δύο ν, τοῦ δὲ νώσκω Ἠπειρωτικὴ, γιγνώσκω διὰ τῶν δύο γάμμα. ὡς εἶναι τῷ λόγῳ τούτῳ ἡμαρτημένον τὸ γινώσκω διὰ μόνου τοῦ κατ' ἀρχὴν γάμμα. εἰ δὲ τοῦτο τοιοῦτον καθ' Ἡρακλείδην, πταίοιτο ἂν ὁμοίως καὶ τὸ γίνεσθαι καὶ τὰ κατ' αὐτὸ πάντα. οἷς οἱ μὲν παλαιοὶ ἐν δυσὶ γάμμα ἐχρῶντο, γίγνομαι λέγοντες καὶ γιγνόμενος. οὕτω δὲ καὶ τὰ ἄλλα. οἱ δὲ ὕστερον, ὡσεὶ καὶ φειδόμενοι γραφικοῦ μέλανος, τὸ δεύτερον γάμμα παρέλειψαν. ἔστι γὰρ κἀνταῦθα ὡς Ἡρακλείδης βούλεται, καθὰ μένω μέμνω κατὰ διπλασιασμὸν, καὶ μεταθέσει τοῦ ε εἰς ι μίμνω κατὰ Ἴωνας, οὕτω καὶ γένω γέγνω, καὶ ἐξ αὐτοῦ, γίγνω γίγνομαι καὶ τὰ ἀπ' αὐτῶν. ἐν τούτοις δὲ περὶ ἀναδιπλώσεως ἀκριβολογούμενος Ἡρακλείδης λέγει ὅτι ὁπηνίκα μὲν συλλαβῆς ἀναδίπλωσις ᾖ, ὑστερεῖται τὸ ὁλόκληρον μιᾷ συλλαβῇ, ἤγουν λείπεται τὸ τέλειον καὶ κοινὸν μιᾶς συλλαβῆς πρὸς τὸ διπλασιαζόμενον. τὸ γὰρ λάβω μιᾷ συλλαβῇ οὕτως ὑστερεῖ τοῦ κατὰ ἀναδιπλασιασμὸν λελάβω. τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων. ὅτε δὲ γράμματι ἐνθεωρεῖται ἑνὶ ἡ ἀναδίπλωσις, τότε ἰσοσυλλαβεῖ τῷ ἀναδεδιπλωμένῳ τὸ ὁλόκληρον, οἷον, μένω μίμνω, γένω γίγνω. οὕτω δὲ καὶ μέλω μέμλω, καὶ πλεονασμῷ ἤγουν παρενθέσει τοῦ βῆτα, μέμβλω, παρεντιθέντος τοῦ βῆτα διὰ τὸ μηδέ ποτε κατὰ μίαν συλλαβὴν τῷ λάμβδα ἕπεσθαι τὸ μ. ὡς δῆλον καὶ ἐκ τοῦ, ὡς ἐῤῥέθη, μολίσκω βλώσκω, καὶ ἐκ τοῦ, παραμεμέληκε παραμέμβλωκε. καὶ πρῶτον μὲν ταῦτα ἰστέον ὡς ἀναγέγραπται, εἶτα καὶ ὅτι τὸ ὀμῶ ἤγουν ὀμνύω ἔστι μὲν καὶ πρώτης συζυγίας τῶν περισπωμένων, ὡς δῆλον ἐκ τοῦ ὀμεῖν ἀπαρεμφάτου, ἴσως δὲ καὶ ἐκ τοῦ ὀμοῦμαι ὀμῇ ὀμεῖται. συνηθεστέρα δέ ἐστιν ἡ κατὰ τρίτην συζυγίαν τῶν περισπωμένων προφορὰ τοῦ τοιούτου ῥήματος. ὡς γὰρ ὁμῶ ὁμώσω τὸ ἑνώσω, οὗ χρῆσις ἐν Ἰλιάδι, οὕτω καὶ ὀμῶ ὀμόσω κατὰ μόνην ἐκφώνησιν, τὸ, ὅρκον δώσω. εἰ δὲ μὴ παραλήγεται ὁ τοιοῦτος μέλλων τῷ ω μεγάλῳ κατὰ τὸ χρυσῶ χρυσώσω καὶ τὰ ὅμοια καὶ τὰ ἐξ αὐτῶν, καινὸν οὐδὲν τοῖς ἐπισκεπτομένοις τὴν καὶ ἐν τοιούτοις ἀνάλογον ὁμοιότητα. ἔστι γὰρ φάναι, ὅτι ὥς περ ἡ πρώτη συζυγία τῶν περισπωμένων ποτὲ μὲν ἐν τῷ μέλλοντι τῷ ε παραλήγεται οἷα τοῦ ἐντελοῦς ἐνεστῶτος προσλαμβανομένου τὸ σίγμα πρὸ τοῦ λήγοντος ω, οἷον, καλέω καλέσω, ἐμέω ἐμέσω, αἰνέω αἰνέσω, νεικέω νεικέσω, καὶ τῶν ὁμοίων, ποτὲ δὲ τρέπει ἐκτατικῶς τὴν ἐν τῷ μέλλοντι βραχεῖαν παράληξιν εἰς μακρὰν, ὃ γίνεται ἐν τῷ καλήσω, ἀφ' οὗ ὁ ἐν τῇ Ἰλιάδι Καλήτωρ, καὶ ἐν τῷ ἐπαινήσω καὶ νεικήσω καὶ τοῖς λοιποῖς ὧν δαψιλὴς ἡ χρῆσις, ἔτι δὲ καὶ ἐν τῇ τῶν περισπωμένων δευτέρᾳ συζυγίᾳ πῇ μὲν ὁ μέλλων τὸ τοῦ θέματος παραλῆγον α τηρεῖ, ὡς ἐν τῷ γελάω γελάσω, πῇ δὲ εἰς τέλειον μακρὸν τρέπει ὡς ἐν τῷ βοάω βοήσω, οὕτω καὶ ἐπὶ τῆς περισπωμένης τρίτης γίνεται συζυ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
