# Commentarii ad Homeri Odysseam 2.253.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.253.1

δὲ δηλαδὴ τὸ πρᾶγμα· ἔτι καὶ τὸ, (Vers. 111.) μὴ δ' ἔτι τόξου δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ἐσχημάτισται καὶ αὐτό· λέγει μὲν γὰρ φαινομένως, ὅτι πειράσασθε, εἰ τοξεύσετε, δηλοῖ δὲ ἄλλως τὸ ἐγγὺς γενέσθε τοῦ κατατοξεύεσθαι καὶ, ὡς εἰπεῖν, γεύσεσθε τοῦ τόξου· ἔτι δὲ καὶ τὸ, (Vers. 115.) οὐκ ἄν μοι ἀχνυμένῳ δώματα μήτηρ λείποι καὶ ἑξῆς, ἐπιδεξίως ὑπολαλεῖ αὐτὸ τοῦτο, ὡς οὐκ ἂν λυπηθείη αὐτὸς λιπούσης αὐτὸν τῆς μητρός· οὐ γὰρ ἂν λείποι ἀλλὰ παραμενεῖ τανυσθέντος εὐτυχῶς τοῦ τόξου. Ἰστέον δὲ ὅτι τὸ, οὐκ ἄν μοι ἀχνυμένῳ, γράφεται καὶ ἀχνυμένη, ἡ μήτηρ δηλαδή· καὶ εὐοδοῦται καὶ τοῦτο εἰς ὀρθὴν ἔννοιαν. (Vers. 122.) ἔτι πρὸς τοῖς ῥηθεῖσι καὶ τὸ, τάφος δ' ἕλε πάντας, τῇ ὁμωνυμίᾳ τοῦ κατὰ τὴν ἔκπληξιν τάφου τὸν νεκροδόχον ὡς ἐν αἰνίγματι ἀστείως παραλαλεῖ. (Vers. 135.) οὕτω δὲ καὶ τὸ, ἐκτελέωμεν ἄεθλον, δοκεῖ μὲν περὶ τῶν μνηστήρων λέγειν, ἰδιάζει δὲ τὸν νοῦν εἴς τε τὸν πατέρα καὶ ἑαυτόν. (Vers. 111.) Ὅρα δὲ τὸ ἄγε καὶ τὸ ἄγετε, τὸ μὲν ἑνικῶς, τὸ δὲ πληθυντικῶς ἐπὶ πλήθους ἄμφω κατὰ Ὁμηρικὴν συνήθειαν καὶ ἐνταῦθα λεχθέντα ἐν τῷ, ἀλλ' ἄγετε μνηστῆρες, καὶ, ἀλλ' ἄγε, μὴ παρέλκετε. Ἐν ᾧ καὶ σημείωσαι κειμένην οὐ πάνυ συνήθη τῷ ποιητῇ ἐπανάληψιν. εἰπὼν γὰρ, ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ' ἄεθλον, καὶ ἀπαιωρήσας οὕτω τὸν λόγον, ἐπάγει τὸ, ἀλλ' ἄγε, μὴ μύνῃσι παρέλκετε. (Vers. 106.) Τὸ δὲ, φαίνεται ἄεθλον, ἀντὶ τοῦ, πέφῃνε καὶ εἰς φῶς ἔκκειται, ὁποῖα τὰ ἐν τοῖς ἀγῶσι προκείμενα ἔπαθλα. χρῆσις δὲ τοῦδε τοῦ φαίνεται καὶ πρὸ τούτων ἐν τῷ, τὰ μὲν ὑμέτερα ἀεικέα ἔργα φαίνεται. Σημείωσαι δὲ καὶ ὅτι ἡ Πηνελόπη μὲν ἐν τῷ, ἀλλ' ἄγετε μνηστῆρες, ἐπεὶ τόδε φαίνεται ἄεθλον, οὐδέν τι περιαυτολογῆσαι προέθετο, ἐπεὶ μηδὲ ἐχρῆν· ὁ δὲ ῥήτωρ φίλος υἱὸς ἔπαινον αὐτῆς ἐνταῦθα εἶπεν, ὃς ἦν ἂν μεγαλοπρεπέστερος, εἴ περ ἠρκέσθη ὁ παῖς εἰπὼν, οἵα νῦν οὐκ ἔστι γυνὴ, καθὰ καὶ ἡ μήτηρ σιγήσασα παντελῶς πλείω ἑαυτὴν ἐσέμνυνε διὰ μόνου τοῦ, τόδ' ἄεθλον. νῦν δὲ μερικεύσας αὐτὸς καὶ ὡρισμένως προσθέμενος τὸ, κατ' Ἀχαιΐδα γαῖαν καὶ ἑξῆς, σμικρῦναι δοκεῖ καὶ ἀποστενῶσαι τὸν ἔπαινον. καὶ ὅμως ἔστι νοῆσαι ἄλλως, ὅτι ἡ σύγκρισις τῷ ῥήτορι πρὸς μόνας νῦν τὰς Ἑλληνίδας γίνεται· ὧν πασῶν ὑπεξαίρει τὴν Πηνελόπην, εἰπὼν τὸ κατ' Ἀχαιΐδα γαῖαν. αἱ γὰρ ὁποιδή ποτε Ἑλληνίδες Ἀχαιΐδες ἂν εἶεν ὡς ἐκ μέρους τοῦ κρείττονος. δῆλον δὲ, ὡς ὑπερτίθησι τὴν μητέρα καὶ αὐτῆς Ἑλένης τῆς περιπύστου, εἴ περ Ἀργεία καὶ ἐκείνη. εἰ τοίνυν πρὸς μὲν τὰς βαρβάρους ἀσύγκριτος ὡς Ἑλληνὶς αὕτη, τῶν δὲ Ἑλληνίδων οὐδεμία ἐστὶ κατ' αὐτὴν, πασῶν λοιπῶν ὑπερκεῖσθαι λέγοι ἂν αὐτὴν ὁ παῖς. (Vers. 108.) Τὸ δὲ, οὔτε Πύλου ἱερῆς οὔτε Μυκήνης, ἐκ περισσοῦ κείσθαι δοκεῖ· συνεπινοοῦνται γὰρ τῷ Ἄργει καὶ αὐταὶ, εἴ περ Ἄργος μὲν ἡ ὅλη τοῦ Πέλοπος νῆσος, Πύλος δὲ καὶ Μυκήνη ἐντὸς αὐτῆς. ἴσως οὖν ἢ τῷ ὅλῳ συνήθως τὰ μέρη συμπεριείληφεν ἁπλοϊκώτερον ὁ παῖς, ἢ ἐπίτηδες ἄλλως αὐτὸ πεποίηκεν, ἵνα μὴ μόνου Ἄργους μνησθεὶς δόξῃ τὴν μητέρα ἐξ ὀρθοῦ τῇ Ἀργείᾳ Ἑλένῃ συγκρίνειν, ἣν καὶ αὐτὴν, ὡς εἰκὸς, δι' αἰδοῦς ἄγει ὡς ξεινοδόκον, καθὰ προδεδήλωται. Ἰστέον δὲ καὶ ὅτι, ὅτε εἶπεν Εὐρύμαχος τῇ Πηνελόπῃ, ὡς εἰ πάντες σὲ ἴδοιεν ἀν' ἴασον Ἄργος Ἀχαιοὶ, πλέονες ἂν μνηστῆρες εὑρεθεῖεν ἐνταῦθα ἕωθεν, ἐπεὶ περίεσσι γυναικῶν, τοιοῦτον τινὰ καὶ ἐκεῖνος ἔπαινον ἔλεγε τῆς γυναικὸς, ὁποῖον καὶ ὁ Τηλέμαχος ἐνταῦθα φησίν. (Vers. 107.) Ἀχαιῒς γὰρ γῆ δύναται νοηθῆναι νῦν ἡ κατὰ τὸ ῥηθὲν ἐκεῖ ἴασον Ἄργος, περὶ ὃ καὶ χώρα ἡ ἰδίως Ἀχαΐα λεγομένη. (Vers. 108.) Ἱερὴν δὲ Πύλον λέγει ἢ ἁπλῶς κατὰ κοινὸν ἐπίθετον, ἱεραὶ γὰρ ἅπασαι πόλεις, ἢ καὶ διὰ τὰς ἐκεῖ θυσίας, ἃς ἡ ἀρχὴ τῆς γ ῥαψῳδίας προέφῃνε. (Vers. 110.) Τὸ δὲ, καὶ δ' αὐτοὶ τόδε ἴστε, τί με χρὴ μητέρος αἴνου; παρῳδηθείη ἄν ποτε, ὅτε τις τὸν πᾶσι γνωστὸν ἐπαινεῖ. (Vers. 111.) Τὸ δὲ, ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε, εἰς ἀπροφάσιστον ἐρεθίζει σπουδήν. μύνη γὰρ, ὡς πρὸ ὀλίγων (Vers. 71.) ἐῤῥέθη, ἡ πρόφασις. (Vers. 112.) Τὸ δὲ παρέλκειν ταυτὸν τῷ διατρίβειν ἐστὶν, οἷον, οὔ τι διατρίβω μητρὸς γάμον. Ἡ δὲ τανυστὺς λέξις μὲν καὶ αὐτὴ ποιητική· γίνεται δὲ ἀπὸ τοῦ τανύειν, καὶ κεῖται ὑπὸ ἀναλογίαν τοῦ, ὀϊζὺς, ῥυστακτὺς, βρωτὺς, ἐδητὺς, καὶ τῶν ὁμοίων. (Vers. 117.) Τὸ δὲ, ἐγὼ λιποίμην, οἷος ἤδη πατρὸς ἀέθλια καλὰ ἀνελέσθαι, ὁ ἐοικὼς ἀνδρείῳ ἢ καὶ ἄλλως ἀγαθῷ πατρὶ λέγοι ἄν. (Vers. 118.) Ἡ δὲ χλαῖνα φανερῶς καὶ ἐνταῦθα μανδύας φαίνεται εἶναι. οὐ γὰρ ἀπεδύσατο χλαῖναν ὁ παῖς, ἄλλ' ἀπ' ὤμοιϊν ἔθετο, καθὰ καὶ ξίφος ὀξὺ ἀπ' ὤμων θέτο. Φοινικόεσσα δὲ αὐτὴ τῷ Τηλεμάχῳ οἷα βασιλέως υἱῷ. (Vers. 119.) Ὅρα δὲ ὡς ἐν τῷ, ὀρθὸς ἀναΐξας, ἡ ἀνα πρόθεσις ἐκτείνει τὴν λήγουσαν διὰ τὴν ἐπιφερομένην ὀξεῖαν λόγῳ κοινῆς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
