Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.254.1
Not analysed yet
συλλαβῆς. (Vers. 120.) καὶ ὅτι τάφρος οὐ μόνον ἐπὶ πολλοῦ βάθους ὀρύγματος, ἀλλ' ἰδοὺ καὶ ἐπὶ ὀλιγίστου· τὸ γὰρ ἐπὶ τῇ στάσει τῶν πελέκεων ὄρυγμα τάφρον εἶπεν, ἣν μακρὰν μὲν ὀρύττει ὁ παῖς, ὅτι μηδὲ ἔδει πλάτους αὐτῇ. (Vers. 121.) ἐπὶ στάθμην δὲ ἰθύνει, ὡς ἂν αἱ στειλειαὶ τῶν πελέκεων κατ' εὐθὺ ἐφεξῆς κείμεναι διοϊστευθῶσιν ἀκωλύτως. (Vers. 122.) Τὸ δὲ ἔναξεν ἀντὶ τοῦ ἐπίλησεν ἢ πατήσας ἢ χερσὶ συμπιλήσας. ἀπὸ τοῦ νάσσω δὲ ἡ λέξις γίνεται, ὅθεν καὶ ναστὸς ἄρτος ὁ πυκνὸς, εἰς ὃ φέρεται καὶ χρῆσις· μάζαν ναξάμενος, ὅ τινες καὶ μαξάμενος γράφουσιν, ὡς εἶναι ἐτυμολογικὸν τὸ μάζαν μαξάμενος. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου δηλοῦται, ὅτι ναστὸς ἄρτου πεπιλημένου εἶδος καὶ οὐχὶ ὠγκωμένου. ἦν δέ, φησι, καὶ ναστὸς πλακοῦς ἔχων ἔνδον καρυκείας. (Vers. 123.) Τὸ δὲ, οὔ πώ ποτ' ὀπώπει, οὐκ ἂν εἴη ζηλωτὸν ἐν γραφῇ πεζῇ διὰ τὸ ἐπάλληλον τῆς τῶν ἀφώνων ἀηδίας κατὰ τὴν ἐκφώνησιν. (Vers. 125.) Πελεμίζειν δὲ ὅτι τὸ κινεῖν ἐστὶ καὶ μάλιστα βίᾳ, πολλαχοῦ δεδήλωται. Ἐν δὲ τῷ, μεθῆκε βίῃ, καθ' ὑπερβατὸν ἡ σύνταξις. λέγει γὰρ ὅτι μενεαίνων ἦν ὁ νέος ἐρύσεσθαι βίῃ τὸ τόξον, ὡς δηλοῖ ἐπαχθὲν καὶ τὸ, ἐτάνυσεν ἂν βίῃ τὸ τέταρτον ἀνέλκων, ἐν οἷς νοητέον ἠσκημένον εἶναι τὸν παῖδα τοξεύειν· οὐ γὰρ ἂν ἄλλως τοιαῦτα εἶχε ποιεῖν. (Vers. 129.) Τὸ δὲ, Ὀδυσσεὺς ἀνένευεν, ἀντὶ τοῦ, ἐκώλυεν ἀνανεύων. διὸ καὶ ἑρμηνεύων ἐπήγαγε τὸ καὶ ἔσχεθεν ἱέμενον. οὕτω δὲ καὶ τοῦ, κακὸς ἔσομαι, ἑρμηνεία τὸ, καὶ ἄκικυς. (Vers. 137.) Εὐξέστας δὲ σανίδας τὰς θύρας λέγει. κορώνην δὲ τὸ τοῦ τόξου ἄκρον, ἔνθα τὸ, καλῇ κορώνῃ, ὅμοιόν τί ἐστι τῷ, χρυσέῃ κορώνῃ. ἐπεὶ πολλαχοῦ καλὸς ὁ χρυσὸς καὶ καλὰ τὰ ἐξ αὐτοῦ. τινὲς δὲ κορώνην καὶ νῦν ἐνόησαν τὸ τῆς θύρας ἐπίσπαστρον. κρεῖττον δὲ ὅμως τὸ πρῶτον. (Vers. 141.) Ὅτι Ἀντίνοος εὐτυχῶς δῆθεν ἐθέλων τοὺς μνηστῆρας τὸ τόξον μεταχειρίσασθαι, ὄρνυσθέ, φησιν, ἑξείης ἐπὶ δεξιὰ ἢ καὶ προπαροξυτόνως ἐπιδέξια κατὰ τὸ ἐν δέξια, ἀρξάμενοι τοῦ χώρου, ὅθεν τέ περ οἰνοχοεύει. εὔλογον δέ, φασιν, εἰσιόντων εἰς τὸν ἀνδρῶνα ἐνδεξιᾷ κεῖσθαι τὸν κρατῆρα. ἦν δὲ ὄφελος οὐδὲν τοῖς ἀδίκοις τοῦ ἐκ δεξιῶν ἄρξασθαι τῆς τόξου πείρας. Ἐλλειπτικῶς δὲ εἴρηται τὸ οἰνοχοεύει· λείπει γὰρ ὁ οἰνοχόος ἢ ὁ οἰνοχοεύων, νοούμενος κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα καὶ αὐτὸς ἐκ τοῦ ῥήματος. (Vers. 145.) Ὅτι μνηστῆρα τινὰ εἰπὼν ἐνταῦθα ὁ ποιητὴς παρὰ κρατῆρα καλὸν καθῆσθαι δοκεῖ τισὶ περιεκτικῶς κρατῆρα λέγειν, ἔνθα κρατῆρες ἵσταντο ἐπεστεμμένοι ποτοῖο, ἢ μᾶλλον προσηγορικῶς διὰ τοῦ κρατῆρος κρατῆρας πολλοὺς δηλοῦν. οὐ γὰρ ἂν εἷς ἦν κρατὴρ τοῖς τοσούτοις. καλὸς δὲ ὁ τοιοῦτος διὰ τὸ ἐξ ὕλης τιμίας τοὺς κρατῆρας εἶναι. (Vers. 144.) Ὅτι Λειώδης πρῶτος ἀνίστατο, ὃς θυοσκόος μὲν ἦν. παρὰ κρατῆρα δὲ, ὡς προσεχῶς ἐγράφη, καλὸν ἷζε μυχοίτατος αἰεί· ἀτασθαλίαι δέ οἱ οἴῳ ἐχθραὶ ἦσαν, πᾶσι δὲ νεμέσσα μνηστήρεσσιν. οὗτος δὴ τόξον λαβὼν καὶ βέλος ὠκὺ ἔστη ἐπ' οὐδὸν ἵνα κατὰ τῶν ἔξω πελέκεων ὀϊστεύσῃ, καὶ τόξου πειρήτιζεν, οὐδέ μιν ἐτάνυσεν. πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων, ἀτρίπτους ἁπαλάς. εἶπε δὲ τοῖς ἄλλοις· ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος. (Vers. 153.) εἶτα λοξόν τι λόγιον ὡς οἷα φήμην ὁ ποιητὴς παραῤῥίπτων διὰ τοῦ ῥηθέντος θυοσκόου φησί· πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει θυμοῦ καὶ ψυχῆς, ἅ περ ἐκ παραλλήλου δηλοῖ τὸ αὐτό. ἐφ' οἷς ἐπισκιάζων ὁ ποιητὴς τεχνικῶς τὸ πάνυ σαφὲς τοῦ οἷον χρησμοῦ ἀποδίδωσιν αἰτίαν τοῦ εἰπεῖν πολλοὺς θυμοῦ στερήσεσθαι διὰ τὸ τόξον τὸ, ἐπεὶ πολὺ φέρτερόν ἐστι τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗ ἕνεκεν αἰεὶ ἐνθάδε ὁμιλέομεν. (Vers. 157.) εἶτα καὶ τοῖς ἄλλοις οὐκ ἀγαθὴν ἐλπίδα διδούς φησι· νῦν μέν τις καὶ ἔλπεται γῆμαι Πηνελόπειαν Ὀδυσῆος παράκοιτιν. ἐπειδὰν δὲ τόξου πειρήσεται ἠδὲ ἴδηται, ἄλλην δῆτα μνάσθω ἐέδνοις διζήμενος· ἡ δὲ γήμαιτο, ὃς ἂν πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. ἐμφαίνει δέ πως καὶ αὐτὸς μαντικῶς τὸν Ὀδυσσέα. (Vers. 158.) διὸ καὶ Πηνελόπειαν ἔφη Ὀδυσῆος παράκοιτιν διὰ τὸ ἐκείνῳ ἀποκεῖσθαι αὐτὴν, εἰ καὶ οἱ μνηστῆρες αὐτῆς ἕνεκεν ἀεὶ, τουτέστιν ἤματα πάντα, ἐνθάδε ὁμιλοῦσιν, ὡς οἷα τέλους αὐτῆς ἐφιέμενοι. τοῦτο γάρ ἐστι τὸ, οὗ ἕνεκεν· ᾧ περ ὅμοιόν ἐστι καὶ τὸ, τόδε φαίνεται ἄεθλον, ὃ πρὸ ὀλίγων εἴρηται. (Vers. 144.) Ὅρα δὲ ὡς εἰ καὶ ἀγαθός τις ὁ Λειώδης ἐνταῦθα παραδέδοται, ὅμως ὑπερφιάλοις συνὼν ἀπωλεῖται δι' αὐτὸ τοῦτο καὶ μόνον, ὅτι ἀλλοτρίαν ὡς οὐκ ἐχρῆν μνηστεύεται. καὶ προβαλεῖται μὲν ἐν τοῖς ἑξῆς τὸ μήτε τι ῥέξαι ἀτάσθαλον, ἀλλὰ καὶ τοὺς ἄλλους παύειν. ἐρεῖ δὲ καὶ θυοσκόος εἶναι, εἴ πως τιμηθεὶς ἐλεηθῇ. ἀκούσει δὲ ἐκ τοῦ Ὀδυσσέως ἅ περ οὐκ ἐθέλει. (Vers. 145.) Ἰστέον δὲ ὅτι θυοσκόος ἐστὶν ὁ διὰ τοῦ θυμιᾶν ἢ ἱερεύειν μαντευόμενος. θύος μὲν γὰρ τὸ θέμα, ἤγουν ἱερεῖον