Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.256.1
Not analysed yet
του ῥύειν καὶ ὁ τοῦ χαλινοῦ ῥυτήρ. δῆλον δὲ ὅτι τὸ ῥύεσθαι, ἤτοι ἕλκεσθαι, προσαρμόττει ὥς περ τόξῳ, οὕτω καὶ ὀϊστοῖς. (Vers. 177.) Ὅτι κελεύσαντος Ἀντινόου δίφρος τε ἐκφέρεται καὶ κῶας ἐπ' αὐτοῦ τίθεται, ὡς ἂν οἱ νέοι ἐν αὐτῷ καθήμενοι διὰ τὸ χαμαὶ πεπῆχθαι τοὺς πελέκεας βάλλοιεν κατὰ σκοποῦ. (Vers. 178.) ἐκφέρεται δὲ καὶ στέαρ, ἵνα χριόμενον τὸ τόξον καὶ θαλπόμενον εὐχρηστηθείη. πάντως γὰρ τὸ κραῦρον τοῦ τόξου, ὅ περ τῷ μακρῷ τοῦ χρόνου ἐπεγένετο, ἡ τοιαύτη ἂν ἀλοιφὴ ἐξεῖλε διεισδῦσα τῶν κεράτων ἐν τῷ θερμαίνεσθαι πυρί. (Vers. 176.) Καὶ ὅρα ὡς τῷ Ὀδυσσεῖ ἐπιμέλεται τῶν τόξων ὁ Ἀντίνοος. καὶ φαίνεται μὲν ὁ ἀνὴρ νοῶν καὶ πολύπειρος. ἐδέετο δὲ ἄρα καὶ ἀνδρίας καὶ ῥωμαλεότητος εἰς τό γε δυνηθῆναι ῥηϊδίως ἐντανύσαι. πρὸ δὲ αὐτῶν χρεία ἦν αὐτῷ καὶ συνέσεως, ἣν μὴ ἔχων συγχέει τὰ τῶν μνηστήρων, πρῶτος πεσών. ἔστι δὲ, ἃ λέγει Ἀντίνοος ἐνταῦθα, τοιάδε· ἄγρει δὴ, πῦρ κεῖον ἐνὶ μεγάροισι, Μελανθεῦ, πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπ' αὐτοῦ, ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος, ὄφρα νέοι θάλποντες ἐπιχρίοντες ἀλοιφῇ τόξου πειρηθῶμεν καὶ ἐκτελέωμεν ἄεθλον. καὶ νῦν μὲν οὕτως ἐμπείρως ὁ Ἀντίνοος μεθοδεύει, μετ' ὀλίγα δὲ, ὡς οὐ περιγίνονται τοῦ τόξου, αἰτιασάμενος τὴν τῆς νουμηνίας ἑορτὴν, τέως μὲν σπεῖσαι κελεύσει καταθεμένους τὸ τόξον, ἕωθεν δὲ θύσαντας ἐγχειρῆσαι τῷ ἔργῳ. καὶ τοῖς μὲν ἄλλοις ἀρέσκει τὰ τῆς βουλῆς, Ὀδυσσεὺς δὲ φθάνει ἄλλως αὐτὸς ἀνύσας τὸν ἄεθλον. (Vers. 176.) Τί δὲ δηλοῖ τὸ ἄγρει, ἐῤῥέθη οὐ πρὸ πολλοῦ. Τὸ δὲ πῦρ κεῖον διατί διὰ διφθόγγου ἔχει τὴν παραλήγουσαν, πρὸ ὀλίγων δεδήλωται. (Vers. 178.) Τὸ δὲ ἔνεικε προστακτικὸν βοηθεῖ τοῖς μεθ' Ὅμηρον εἰς τὴν διὰ τοῦ ε ψιλοῦ γραφὴν τοῦ ἔνεγκε. Τροχὸν δὲ στέατος, ὥς περ καὶ τυροῦ, ἀκριβέστερον ἤ περ κύκλον εἰπεῖν. ἐπίπεδον γὰρ ὁ κύκλος καὶ ἀβαθὲς, οὐ τοιοῦτος δὲ ὁ τροχός. ὅθεν καὶ οἰκειότερος ὥς περ ἐπὶ τυροῦ καὶ ἐπὶ κηροῦ δὲ τοῦ κατὰ τὰς Σειρῆνας, οὕτω καὶ ἐπὶ στέατος. ἀρχαῖον δὲ ἔθος τροχοειδῶς καὶ τὰ στέατα στρογγύλλεσθαι. ἴσως δὲ τῷ στέατι καὶ πιμελὴ νῦν συννοεῖται. ὧν διαφορὰ, ὅτι στέαρ μὲν τὸ τῶν κερασφόρων, ὃ καὶ θρύπτεται ψυχθὲν, πιμελὴ δὲ ἐπὶ τῶν μὴ ἐχόντων κέρατα. (Vers. 185.) Ὅτι τῶν ἄλλων μνηστήρων θαλπόντων τὸ τόξον, καὶ πειρωμένων μὲν, οὐ δυναμένων δὲ ἐντανύσαι, πολλὸν γὰρ βίης ἐπιδευέες ἦσαν τῆς κατὰ τὸν Ὀδυσσέα δηλαδὴ, ὡς μετ' ὀλίγα δηλοῦται σαφῶς, Ἀντίνοος δ' ἔτι ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδὴς, ἀρχοὶ μνηστήρων. (Vers. 187.) ἀρετῇ δὲ, ὅ ἐστιν ἀνδρίᾳ, ἔσαν ἔξοχ' ἄριστοι. (Vers. 186.) Ἔστι δὲ νῦν ἐπέχειν τὸ ἐν τῷ τέως ἀργεῖν καὶ μὴ ἐγχειρεῖν ἔργῳ. ἐκ τούτου δὲ οἱ ὕστερον καὶ οἱ προδηλωθέντες ἐφεκτικοὶ φιλόσοφοι ὠνομάσθησαν. ἐν μέντοι τῷ, δαιμονίη, τί μοι ἐπέχεις, ἕτερόν τι σημαινόμενόν ἐστιν, ὡς ἐδηλώθη ἐκεῖ. (Vers. 188.) Ὅτι ἀσχολουμένων τῶν μνηστήρων εἰς τὴν τοῦ τόξου πεῖραν, καιρὸν ἔσχεν Ὀδυσσεὺς ἀναγνωρισθῆναι τοῖς δούλοις. οἱ μὲν οὖν, οἷα εἰκὸς, προεξῆλθον, οὕτω δόξαν αὐτοῖς ἢ διὰ λύπην ἢ καὶ ἄλλως ὁπωσοῦν. (Vers. 193.) Ὀδυσσεὺς δὲ μετ' αὐτοὺς δόμου ἐξελθὼν φιλιοῦται, εἰπὼν κατὰ ἦθος ἐνδοιαστικόν· βουκόλε, καὶ σὺ, συφορβὲ, ἔπος τι μυθησαίμην, ἢ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει. (Vers. 195.) ποῖοί κ' εἶτε, τουτέστιν εἴητε κατὰ συγκοπὴν, ἐξ οὗ τὸ εἶεν τρίτον τῶν πληθυντικῶν· ποῖοι τοίνυν εἴητε ἂν Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι ὧδε μάλ' ἐξαπίνης, καὶ θεὸς αὐτὸν ἐνέγκοι; ἆρα μνηστῆρσιν ἀμύνοιτε ἢ Ὀδυσῆϊ; εἴπατε. (Vers. 200.) οἱ δὲ ἑκάτερος, αἲ γὰρ τοῦτο, θεὲ πάτερ, εἶπον, τελευτήσειας ἐέλδωρ, ὡς ἔλθοι μὲν κεῖνος ἀνὴρ, ἀγάγοι δέ ἑ θεός· γνοίης ἂν οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. ἀγαθοῦ δὲ ταῦτα ἐπικούρου ὑπόσχεσις. (Vers. 188.) ἐν δὲ τοῖς ῥηθεῖσι κεῖται καὶ τὸ, ὁμαρτήσαντες ἄμφω, ἀντὶ τοῦ, ἅμα ὁρμήσαντες, καὶ ὡς εἰπεῖν, ὁμοῦ ἀρηρότες ἀλλήλοις. (Vers. 193.) Ἰστέον δὲ ὅτι τὸ, βουκόλε καὶ σὺ συφορβὲ, οὐ λυποῦσι τοὺς δούλους. οὐδὲ γὰρ δυσχερὲς ἡ ἀπὸ τῆς ἀνὰ χεῖρα τέχνης παρωνυμία. καὶ οὕτω μὲν εἶπον οἱ δοῦλοι. (Vers. 207.) Ὀδυσσεὺς δὲ ἐπὶ τούτοις ἑαυτὸν ἐκφαίνων, ἔνδον μὲν δή, φησιν, ὅδ' αὐτὸς ἐγὼ, κακὰ πολλὰ μογήσας, ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. γινώσκω δὲ, ὡς ὑμῖν ἐελδομένοις ἱκάνω μόνοις δμώων· τῶν δ' ἄλλων οὔ τινος ἤκουσα εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ' ἱκέσθαι. (Vers. 213.) εἶτα, ἐπειδὴ τοὺς πολλοὺς οὐχ' οὕτως ἡ εὔνοια, ὡς ἡ τῶν ἀγαθῶν ἐλπὶς ἐφέλκεται, ὑπάγεται δημαγωγικώτερον τοὺς δούλους καὶ ἐπαγγελίαις χρησταῖς, ὑποσχόμενος ὡς, εἴ περ ὑπ' ἐμοίγε θεὸς δαμάσει μνηστῆρας ἀγαυοὺς, ἄξομαι ἀμφοτέροις ἀλόχους, καὶ κτήματ' ὀπάσσω, οἰκία τ' ἐγγὺς ἐμεῖο τετυγμένα. (Vers. 216.) τὸ δὲ μεῖζον, καί μοι ἔπειτα Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθε. (Vers. 221.) ἐφ' οἷς ἀριφραδὲς τὴν