# Commentarii ad Homeri Odysseam 2.257.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.257.1

οὐλὴν σῆμα καὶ αὐτοῖς δείκνυσιν, ἀποέρξας αὐτῆς ἤτοι ἀπαγαγὼν τὰ ῥάκεα, ἵνα, φησὶν, εὖ γνῶτον πιστωθῆτόν τ' ἐνὶ θυμῷ. οὕτως ἔφη· καὶ αὐτοὶ ἰδόντες εὖ τε ἐφράσαντο ἕκαστα καὶ ἔκλαιον ἀμφ' Ὀδυσῆα δαΐφρονα χεῖρε βαλόντε, (Vers. 224.) καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους, ὡς δούλοις ἔθος. (Vers. 225.) ὡς δ' αὕτως Ὀδυσσεὺς κεφαλὰς, ἔτι δὲ καὶ χεῖρας κολακικώτερον ἔκυσε. (Vers. 226.) καὶ δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο ὃ δὴ καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, ἔφεσιν δηλοῖ κλαυθμοῦ, εἰ μὴ Ὀδυσσεὺς ἐκώλυσεν ἐκφοβήσας ἐν τῷ εἰπεῖν, παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω. (Vers. 230.) εἶτα καὶ συμβουλεύει εἰπών· ἀλλὰ προμνηστῖνοι εἰσέλθετε· ὃ ἑρμηνεύων φησί· μὴ δ' ἅμα πάντες· καὶ ἔτι μᾶλλον σαφέστερον· (Vers. 231.) πρῶτος ἐγὼ, μετὰ δ' ὔμμες, ἤγουν μετὰ δὲ ἐμὲ ὑμεῖς· ὃ καὶ γίνεται. (Vers. 230.) Εἰσὶ δὲ προμνηστῖνοι, τουτέστιν ὡς οἷον εἰπεῖν προμενετῖνοι, οἱ προμένοντες ἀλλήλους καὶ μὴ ἅμα πάντες προϊόντες κατὰ τὸν ποιητὴν, ἀλλὰ πρῶτος οὗτος, εἶτα ἄλλος καὶ ἐφεξῆς. πλεονάζει δὲ τὸ σίγμα ἐν τῷ προμνηστῖνοι, καθὰ πρὸ βραχέων καὶ ἐν τῷ κατάντηστιν. (Vers. 231.) Σῆμα δὲ τετύχθαι λέγει, τοῦ ἐφεξῆς δηλαδὴ ἔργου, τοιοῦτον· ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοὶ, οὐκ ἐάσουσιν ἐμοὶ δοῦναι βιὸν ἠδὲ φαρέτρην· ἀλλὰ σὺ, δῖε Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον ἐν χείρεσσιν ἐμοὶ θέμεναι, ἤτοι θές· εἰπεῖν τε γυναιξὶ, κληῗσαι μεγάροιο θύρας. ἢν δέ τις ἢ στοναχῆς ἢ κτύπου ἔνδον ἀκούσῃ ἀνδρῶν, μή τι θύραζε προβλώσκειν, ἤτοι προϊέναι ὡς προδεδήλωται· ἀλλ' αὐτοῦ ἀκὴν εἶναι παρὰ ἔργῳ. σοὶ δὲ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς κληῗσαι κληῗδι, θοῶς δ' ἐπὶ δεσμὸν ἰῆλαι· ὁποῖόν τι καὶ πρὸ ὀλίγου εἶχον αἱ τοῦ βασιλικοῦ θαλάμου θύραι, ἐν αἷς ἡ δέσποινα ἱμάντα θοῶς ἀπολύσασα κληῗδα ἐνῆκεν ὥστε ἀνοῖξαι. (Vers. 193.) Καὶ ὅρα ὡς ἐξ ἀνάγκης καὶ τούτων τῶν δούλων ἐδέετο Ὀδυσσεὺς εἰς ταῦτα τέως τὰ ῥηθέντα. εἰ δέ τι καὶ πλέον χρησιμεύσουσι, τῆς κατὰ τὸν Ὀδυσσέα εὐβουλίας καὶ εὐτυχίας ἐκεῖνο ἐστί. διὸ καὶ ἔργον ποιεῖται ἀναγνωρισθῆναι αὐτοῖς ἐν αὐτοῖς τοῖς ἔργοις· οὐ γὰρ ἐτόλμα πρὸ τούτων. καὶ ποιήσουσιν οἱ δοῦλοι μετ' ὀλίγα, καθὰ παρηγγέλθησαν. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ, ἔπος τι μυθησαίμην ἢ αὐτὸς κεύθω, ἀδιαφορίαν ἔχον ἐγκλίσεων ἔθιμον τοῖς ῥητορεύουσιν. ἦν δὲ ἂν ταυτότης, εἴ περ ἔφη, ὡς εἰ πέρ τι μυθησαίμην ἢ κεύθοιμι· ὅ περ οὐκ εἶχεν ἀνάγκην εἰπεῖν ὁ ποιητὴς, ὡς ἐξὸν ὂν καὶ οὕτως καὶ οὕτως φράζειν. (Vers. 195.) Ἰστέον δὲ ὅτι τὸ, ὡς ἐῤῥέθη, ποῖοί κ' εἶτε, γραψάντων τινῶν, ποῖοί κ' εἰτὲ, ἀντὶ τοῦ ἐστὲ, ὡς ἀπὸ τοῦ εἰμὲν εἰτὲ, ὅ πέρ ἐστιν ἐσμὲν ἐστὲ, Ἡρακλείδης τοὺς οὕτως ἀναγινώσκοντας ἁμαρτάνειν φησὶ, καθότι ὁριστικὸν ῥῆμα τῷ κε συνδέσμῳ ὑπάγουσιν, ὃς ἑκάστοτε ὑποτακτικὸν ἀπαιτεῖ ἢ εὐκτικόν. ἐγκρίνει δὲ τὸ εἶτε ἀντὶ τοῦ εἴητε, λέγων ὅτι ἡ ἀρχαία Ἀτθὶς τὰ εὐκτικὰ συγκόπτει κατ' ἔξαρσιν μιᾶς συλλαβῆς, τό τε κοσμηθείημεν καὶ διακριθείημεν, ἀκολούθως δὲ καὶ τὸ εἴημεν κοσμηθεῖμεν καὶ διακριθεῖμεν καὶ εἶμεν λέγοντες, καὶ τὰ τούτων δεύτερα κοσμηθεῖτε καὶ διακριθεῖτε καὶ εἶτε. ἐν οἷς δὲ ταῦτα φησὶ, λέγει καὶ ὅτι τὸ, εἴ περ γάρ κε βλεῖο πονεύμενος, ὅ περ ἐν Ἰλιάδι κεῖται, εὐκτικόν ἐστι συγκοπὲν ἐκ τοῦ βλείοιο, ἐλέγχων κακῶς νοῆσαι τοὺς εἰπόντας προστακτικὸν εἶναι τὸ βλεῖο. Ἔτι ἰστέον καὶ ὅτι τὸ, ποῖοί κ' εἶτε, ταυτόν ἐστι τῷ, ποταποὶ ἂν ἔσεσθε, καὶ ὅτι τῆς ὑστέρας Ἀτθίδος ἐστὶ τὸ ποῖοι. ἡ γὰρ ἀρχαία ἑτεροίαν ἐδίδου παράληξιν τῇ τοιαύτῃ λέξει, ὡς καὶ Ἡρακλείδης δηλοῖ, ἔνθα λέγει τοὺς Ἀττικοὺς τὴν οι δίφθογγον εἰς τὴν ει μεταποιεῖν, τὸ δυοῖν λέγοντας δυεῖν, καὶ τὸ οἴκοι οἴκει, καὶ τὸ ποῖος πεῖος. (Vers. 207.) Ἐπὶ τούτοις ἰστέον καὶ ὅτι ἐν τῷ, ἔνδον μὲν δὴ ὅδ' αὐτὸς ἐγὼ, ἐκ παραλλήλου πρὸς ἔνδειξιν σαφοῦς ἀναγνωρισμοῦ οἱ τρεῖς κεῖνται σύνδεσμοι, τὸ ὅδε, τὸ αὐτὸς, καὶ τὸ ἐγώ. (Vers. 211.) Περὶ δὲ τοῦ ὑπότροπος προείρηται. (Vers. 216.) Τὸ δὲ, μὴ μόνον ἑτάρους ἀλλὰ καὶ κασιγνήτους τῷ Τηλεμάχῳ τοὺς δούλους ἔσεσθαι, κολακεία καίριος φανερά. πῶς γὰρ ἂν ἔσονται κασίγνητοι τῷ δεσπότῃ οἱ δούλοι; (Vers. 234. 240.) οὕτω δὲ κολακικῶς καὶ δίους αὐτοὺς ἐνταῦθα λέγει. ὑπάγεται δὲ αὐτοὺς καὶ τῇ τῶν ἀλόχων καὶ κτημάτων ὑποσχέσει, ὡς εἰκὸς, καὶ τῇ ἐγγὺς αὐτοῦ κατοικίᾳ. (Vers. 216.) ἴσως δὲ προσληπτέον συνήθως ἔξωθεν καὶ τὸ ως ἐπίῤῥημα ἐν τῷ, ἑτάρω τε κασιγνήτω τε, ἵνα λέγῃ, ὅτι ἔσεσθε ὡς κασίγνητοι. καὶ ἄλλως δὲ καλῶς ἂν κασίγνητοι τῷ Τηλεμάχῳ λογίζοιντο οἱ στεργόμενοι ἐν τῷ προσφωνεῖν αὐτὸν, ξεῖνε πάτερ. ὁ γὰρ πατὴρ υἱῶν πάντως, οὐ μὴν δούλων πατήρ. εἴποι δ' ἄν τις ἐντεῦθεν εἰλῆφθαι, καὶ παῖδας καὶ παιδίσκας μέχρι νῦν λέγεσθαι τὰ τῶν ἀνδραπόδων χρηστότερα. εἰ γὰρ κασίγνητοι οἱ τοιοῦτοι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
