Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.259.1
Not analysed yet
ὑπερβάλλοντές, φασι, τὰ εἰωθότα, ὃ δὴ παρέχει τὰς ἡδονάς. διὸ πάντες ἄνθρωποι ἡδέως προσδέχονται τὰς ἑορτάς. (Vers. 261.) Τὸ δὲ ἀναιρήσεσθαι ἀνελέσθαί τι δηλοῖ κάτω κείμενον. τοιοῦτον οὖν τι καὶ πρὸ ὀλίγων μεταφορικῶς τὸ, ἀέθλια πατρὸς καλὰ ἀνελέσθαι. (Vers. 263.) Ἐπάρξασθαι δὲ τὸ ἐπὶ τοῖς φθάσασι πάλιν ἄρξασθαι. (Vers. 277.) Ὅτι Ὀδυσσεὺς κολακικῶς πάλιν τὸν λόγον μεταχειριζόμενος πρῶτα μὲν, εἰ καὶ Ἡσιόδῳ μὴ δοκεῖ δεῖν εἶναι ἐσαύριον τὸ ἔργον ἀναβάλλεσθαι, ἀλλ' αὐτὸς κατὰ μοῖραν εἰπεῖν φησὶ τὸν Ἀντίνοον ἀναβαλλόμενον τὴν τοξείαν εἰς νέωτα, καλέσας καὶ θεοειδῆ αὐτόν. εἶτα καὶ ζητεῖ λαβεῖν καὶ αὐτὸς ἐπὶ πείρᾳ τὸ τόξον. φησὶ γοῦν· κέκλυτε, μνηστῆρες ἀγακλειτῆς βασιλείης. Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα λίσσομαι, τοὺς κατὰ τὸν ποιητὴν ἀρχοὺς καὶ ἐξόχους τῇ ἀρετῇ. ἐπεί, φησι, καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε, τουτέστι προσηκόντως, ὁ Ἀντίνοος, ἤγουν τὸ, νῦν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν, ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κ' ἐθέλῃσιν. ἀλλ' ἄγε μοι δότε τόξον ἐΰξοον, (Vers. 281.) ὄφρα μεθ' ὑμῖν, ἤγουν ἐν ὑμῖν, χειρῶν καὶ σθένεος πειρήσομαι, εἴ μοι ἔτ' ἔστιν ἲς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, ἢ ἤδη με ὄλεσσεν ἄλη τε ἀκομιστίη τε, ἤγουν ἡ πλάνη καὶ τὸ μὴ ἔχειν κομιδὴν, δι' ἧς τημελεῖται τὸ σῶμα. (Vers. 279.) Καὶ ὅρα τὸ, ἐπιτρέψαι θεοῖσι, μίγμα ὂν ἐπαίνου καὶ σκώμματος. δῆλον γὰρ ὡς ἀνέθετο τὰ τοῦ τόξου Ἀντίνοος ἐς τὴν αὔριον, ὡς μὲν αὐτὸς ἂν ἐρεῖ, ἀνατιθεὶς ἁπλῶς θεῷ τὰ τοῦ ἔργου, ἀληθῶς δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὅτι ἀμηχανοῦντες προκαλοῦνται τὸ θεῖον εἰς σύναρσιν. (Vers. 277.) Τὸ δὲ θεοειδὲς, νῦν μὲν Ὀδυσσεὺς ἐπιλέγει τῷ Ἀντινόῳ. πρὸ βραχέων δὲ ὁ ποιητὴς τὸν Εὐρύμαχον οὕτως εἶπεν ἐν τῷ, Ἀντίνοος ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής. καὶ ἦν ἐκεῖνο κρεῖττον. τοῦτο γὰρ καιρίως κολακεύων φησὶν Ὀδυσσεύς. πολλὴ γὰρ διαφορὰ Εὐρυμάχου πρὸς Ἀντίνοον τὸν φονικὸν καὶ ἄγριον. (Vers. 280.) Τὸ δὲ, ᾧ κ' ἐθέλῃσι, μέσως ἐσχημάτισεν ὁ Ὀδυσσεὺς, νοῶν μὲν ἑαυτὸν θελητὸν τῷ θεῷ, ἀφιεὶς δὲ καὶ τοὺς μνηστῆρας ὑπὲρ ἑαυτῶν τοῦτο νοεῖν. (Vers. 285.) Ὅτι οὐ φορητὸν ὅλως τοῖς μνηστῆρσι τὸν δῆθεν ξεῖνον Ὀδυσσέα πειράσασθαι τοῦ τόξου, διὸ οἱ μὲν ἄλλοι πάντες ὑπερφιάλως νεμέσησαν αὐτῷ ζητήσαντι τὸ τόξον δείσαντες μὴ ἐντανύσειεν. (Vers. 288.) Ἀντίνοος δὲ καὶ ἐπιπλήττων, ἆ δειλὲ ξείνων, φησίν· ἔνι τοι, ἤγουν ἔνεισι, φρένες οὐδ' ἠβαιαί. (Vers. 289.) εἶτα καὶ χάριν ὀφείλειν ἐθέλων τὸν ξεῖνον τοῖς μνηστῆρσιν ὡς ἀνθρωπίνως προσφερομένοις αὐτῷ, οὐκ ἀγαπᾷς, φησὶν, ὃ, ἤγουν ὅτι, ἕκηλος ὑπερφιάλοισι μεθ' ἡμῖν δαίνυσαι; οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις μύθων ἡμετέρων καὶ ῥήσιος, οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει. (Vers. 293.) εἶτα καὶ εἰς μέθην σκώπτων φησίν· οἶνός σε τρώει μελιηδὴς, ὅς τε καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ, μηδ' αἴσιμα πίνῃ. τοῦτο δὲ γνωμικῶς εἰς ψόγον μέθης φησί. (Vers. 295—310.) πρὸς ὃ καὶ ἱστορίαν παραδειγματικῶς ἐπάγων, δι' ἧς ὁ ποιητὴς παρεμπλακείσης κατὰ οἰκείαν μέθοδον ἐξαιρεῖ τὸ τῆς ἀφηγηματικῆς πλάσεως ὕπτιον, λέγει· οἶνος καὶ Κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα ἄασεν ἐν μεγάρῳ μεγαθύμου Πειριθόοιο, ἐς Λαπίθας ἐλθόντα· ὁ δ' ἐπεὶ φρένας ἄασεν οἴνῳ, μαινόμενος κάκ' ἔρεξε γάμον ἢ δόμον κάτα Πειριθόοιο· ἥρωας δ' ἄχος εἷλε, τοὺς Λαπίθας δηλαδή· δι' ἐκ προθύρου δὲ θύραζε εἷλκον ἀναΐξαντες, ἀπ' οὔατα νηλέϊ χαλκῷ ῥῖνάς τε ἀμήσαντες· ὁ δὲ φρεσὶν ἀασθεὶς ἤϊεν, ἤγουν ᾤχετο, ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ. ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, οἷ τ' αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, ἤγουν φάσκω, καθὰ πολλαχοῦ κεῖται, εἴ περ τὸ τόξον ἐντανύσεις. οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις ἡμετέρῳ ἐνὶ δήμῳ. ἄφαρ δέ σε νηῒ μελαίνῃ εἰς τὸν προῤῥηθέντα Ἔχετον πέμψομεν. ἔνθεν δ' οὔ τι σαώσεαι, ἀλλὰ ἕκηλος πῖνέ τε, μήδ' ἐρίδαινε μετ' ἀνδράσι κουροτέροισιν. οὕτω θρασὺς ὑπὲρ τοὺς ἄλλους ὁ Ἀντίνοος καὶ οἷος κριθῆναι τῷ Ὀδυσσεῖ ἄξιος πρῶτος τοῦ τόξου γεύσασθαι. (Vers. 295.) Ὅρα δὲ ὅτι προσφυῆ τοῖς παροῦσιν ὁ ποιητὴς ἱστορίαν παρέθηκεν· εἰλαπίνη γὰρ ἄρτι λαμπρὰ, ἤδη δὲ καὶ γάμου σκευή. τοιαύτη δέ τις καὶ ἡ κατὰ τοὺς Λαπίθας δαῒς, καθ' ἣν ὁ Εὐρυτίων ἔπαθεν. εἰκὸς δὲ ἦν τῷ διὰ μέθην ὀνειδιζομένῳ καὶ ἱστορίαν παραχθῆναι ὁμοίαν. Θρυλουμένου δὲ καὶ τοῦ κατὰ τοὺς Λαπίθας καὶ τοὺς Κενταύρους πολέμου τὴν αἰτίαν τούτου ἐνταῦθα παραδίδωσιν ὁ ποιητὴς, διδάσκων καὶ ὡς οὐ μόνον πολλάκις καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς εἰς κακὸν ἀπολαύει, ἀλλ' ἰδοὺ καὶ ὅλον φῦλον κακῶς ἀπήλλαξεν ἐπὶ κακίᾳ ἑνὸς, τοῦ Εὐρυτίωνος δηλαδὴ, ὃς οὐδ' αὐτὸς εὖ ἔσχεν ἐφ' οἷς μεθύων ἐπλημμέλει κατὰ γυναικῶν ἐν γάμου καιρῷ, καθά