# Commentarii ad Homeri Odysseam 2.260.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.260.1

φασιν οἱ παλαιοί. (Vers. 297.) τίνες δὲ οἱ Λαπίθαι καὶ ὡς ἔθνος Θετταλικὸν καὶ αὐτοὶ, δηλοῖ καὶ ἡ Ἰλιάς. καθ' ἣν περίπυστος καὶ ὁ Πειρίθοος, Λαπίθης ὢν καὶ αὐτός. εἴρηται δὲ ἐκεῖ καὶ περὶ Κενταύρων εἰς ὅσον ἐχρῆν, φύλου ἐκείνου ἄλλως μὲν ἀγρίου, μυθικῶς δὲ καὶ ἱππανθρώπου κατά τινα τεραστίαν σύνθεσιν. (Vers. 296.) Σημείωσαι δὲ ὅτι τε ἐκ τοῦ χῶ, ἀφ' οὗ τὸ χαίνω καὶ τὸ χανδὸν καὶ ἕτερα πολλὰ, ὡς ἑτέρωθι δηλοῦται, καὶ τὸν χάσκακα οἱ παλαιοὶ παρήγαγον σκωπτικῶς παρὰ τὸ κεχηνέναι, καθά που καὶ ὁ κωμικὸς κεχηναίους ἀστείως τοὺς Ἀθηναίους παρῴδησε. καὶ ὅτι Λαπίθης οὐ μόνον, ὡς ἐν ἄλλοις ἐῤῥέθη, ὁ δοκῶν πειστικὸς εἶναι παρὰ τὸ λαοὺς πείθειν, ἀλλὰ κατὰ τοὺς παλαιοὺς καὶ ὁ αὐχηματίας, παρὰ τὸ λαούς, φασιν, εἰς ὄπιν ἄγειν καὶ ἐπιστροφὴν ἐν τῷ περιαυτολογεῖσθαι. ὁ δὲ τοιοῦτος εἴη ἂν καὶ ἀλαζὼν κατὰ παλαιὰν παράδοσιν διὰ τὸ ἀλώμενος ζῆν ἐν τῷ μάτην αὐχεῖν· ἤδη δὲ καὶ βάβαξ καὶ βαβάκτης. (Vers. 305.) καὶ ὅτι τὸ ἱστορηθὲν παράδειγμα εἰς τοιοῦτόν τι ἀφορᾷ κατὰ τὸν τοῦ Ἀντινόου νοῦν· ὣς ἄρα καὶ σὺ, ὦ ξεῖνε, μεθύων κατὰ τὸν Εὐρυτίωνα ἔριν κινήσεις ἡμῖν καὶ τοῖς ἀμφὶ Τηλέμαχον· καὶ τὸ μὲν τέλος οἷον ἔσται τῆς ἔριδος, ἄδηλον ἴσως· σοὶ δὲ αὐτῷ πρώτῳ ἔστι κακὸν, καθὰ καὶ τότε τῷ Εὐρυτίωνι, ὃν ἱστορεῖ, φασὶ, Βακχυλίδης ἐπιξενωθέντα τινὶ ἐν Ἤλιδι καὶ ὑβριστικῶς ἐπιχειρήσαντα τῇ τοῦ ξενοδοχήσαντος θυγατρὶ ὑφ' Ἡρακλέος ὕστερον ἀναιρεθῆναι τοῖς ἐκεῖ ἐπιστάντος. Ἐνταῦθα δὲ μνεία ληπτέον Διογένους ὀνοματοποιήσαντος ἱππόπορνόν τινα πρὸς ἀναλογίαν τοῦ ἱπποκένταυρον. ἰδὼν γάρ, φασι, τινὰ κατῃκισμένον τὸ γένειον καὶ μεμυρισμένον ἐπὶ ἵππου, πρότερον μὲν ἔφη ζητεῖν τίς ἐστιν ὁ ἱππόπορνος, νῦν δ' εὑρηκέναι, ὡς δηλαδὴ ἀνυποστάτου φωνῆς μέχρι τότε οὔσης τῆς κατὰ τὸν ἱππόπορνον, ὁποία καὶ ἡ κατὰ τὸν τραγέλαφον καὶ τὰ τοιαῦτα. ὅτι δὲ ἡ τῶν γενείων ἐξαθέρισις ἐπονείδιστος ἦν τοῖς παλαιοῖς, ἐκ πολλῶν δηλοῦται. ὁ γοῦν αὐτὸς Διογένης τοιοῦτον ἰδών τινα ἔφη· μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει, ὅτι ἄνδρα σε ἐποίησε καὶ οὐ γυναῖκα; Ἕτερος δέ τις παλαιὸς εἶπε τὸ, τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, δι' ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται; λέγεται δὲ ἐν Ἀθήναις τὸν πρῶτον προκειράμενον παρωνύμιον ἔχειν κόρσην, ὡς καὶ αὐτὸ Ἀθήναιος ἱστορεῖ. καὶ ὅρα τὸ παρωνύμιον, ἶσον ὂν τῷ ἐπίκλην. Σημείωσαι δὲ καὶ τὸ κόρσην, ὡς ἀπὸ τοῦ κείρω κέρσω, τραπέντος τοῦ ε εἰς ο κανονικῶς. καὶ οὕτω μὲν ταῦτα. (Vers. 296.) λέγεται δὲ καὶ ὅτι Πειρίθους τὴν Ἀδράστου Ἱπποδάμειαν ἀγόμενος συνεκαλέσατο κατὰ συγγένειαν Λαπίθας καὶ Κενταύρους, ὅτε Κένταυροι μὲν προαχθέντες ὑπὸ μέθης, τῶν Λαπιθῶν ἁρπάσαντες τὰς γυναῖκας προέθεντο, Λαπίθαι δὲ ἀνεῖλον αὐτούς. Ὅτι δὲ θηριώδεις οἱ Κένταυροι, οὓς καὶ φῆρας ὀρεσκώους ἐν Ἰλιάδι ἔφη ὁ ποιητὴς, δηλοῦται κἀνταῦθα ἐν τῷ, ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη. ἐῤῥέθη γὰρ τοῦτο, οἷα τῶν Κενταύρων ἄλλο τι παρὰ τοὺς ἄνδρας ὄντων. ὅτι δὲ καὶ γυναικεῖον μόριον σημαίνει ὁ Κένταυρος, δηλοῦσιν οἱ παλαιοὶ, φέροντες καὶ χρῆσιν Θεοπόμπου εἰς τοῦτο. πικρότερον δὲ τούτου εἰς σκῶμμα τὸ εἰρῆσθαι Κένταυρον, ὃς κεντεῖ ὄῤῥον τὸν παρὰ τῷ κωμικῷ. Ὅρα ὡς τὸ ἐν Ἰλιάδι ἀδιαρθρώτως ῥηθὲν, ὅτι δηλαδὴ Καινεὺς καὶ Ἐξάδιος καὶ οἱ λοιποὶ Λαπίθαι θηρσὶ τοῖς Κενταύροις ἐμάχοντο, ἐνταῦθα διεσαφήθη. παρασημαντέον δ' ἐνταῦθα ὡς, εἴ περ οὕτω πρὸς ἄλλοις κακοῖς, ὧν ἐπιτελεστὴς ὁ οἶνος ὅτε χανδὸν πίνουσιν ἀνθρώπους κατασκήπτει, καὶ πολέμων αἰτίας δίδωσιν ἐκθηριῶν τοὺς προσιεμένους αὐτὸν, καλῶς ἄρα ὁ κατ' οἶνον Διόνυσος Λυαῖος ἐπωνομάσθη, ὅ ἐστι στασιαστὴς, παρὰ τὴν λύην ἤγουν στάσιν, ᾗ ἐναντίον ἡ εἰρήνη. αὕτη μὲν γὰρ παρὰ τὸ εἴρειν εἰς ἓν γέγονεν, ἐκείνη δὲ παρὰ τὸ λύειν. ὀρθῶς δὲ καὶ ταύρῳ παρά τε ἄλλοις καὶ Λυκόφρονι, ἔτι δὲ καὶ παρδάλει ὁ Διόνυσος εἰκάζεται διὰ τὸ πρὸς βίαν τρέπεσθαί, φασι, τοὺς ἐξοινωθέντας. κατὰ γὰρ τὴν Ἀλκαίου μοῦσαν ἄλλοτε μὲν μελιαδὴς ὁ οἶνος, ὃ δὴ ἔφη καὶ Ὅμηρος, ἄλλοτε δ' ὀξύτερος τριβόλων. καθότι μὲν οὖν θυμικὸν ὁ ταῦρος, ὡς Εὐριπίδης δηλοῖ ἐν τῷ, ταῦροι δ' ὑβρισταὶ εἰς κέρας θυμούμενοι, ταύροις εἰκαστέον τοὺς ἐξοίνους· καθὸ δὲ μάχιμοι καὶ θηριώδεις ἐκ μέθης ἔνιοι γίνονται, παρδάλεις ἄλλως οἷον οἱ τοιοῦτοι, διὰ τὸ ἐν αὐτοῖς, φασὶ, παρδαλῶδες. οὗ σύμβολόν τι καὶ ἡ παρδαλῆ, ἣν ἡ αἰνιγματικὴ σοφία φόρημα τῷ Διονυσίῳ δίδωσιν. Ὅρα δὲ καὶ τὸ, ὀξύτερος τριβόλων, δι' οὗ δηλοῦται, ὡς ὁ λεγόμενος κοινῶς ὀξὺς οἶνος τῷ μελιηδεῖ ἀντιδιαστέλλεται. χρῆσις δὲ τοιούτου ὀξέος, ὥς φησιν Ἀθήναιος, παρὰ Ἡρακλέωνι ἐν τῷ, τὸ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρόν. καὶ τοιοῦτον μὲν τοῦτο. ἔστι δὲ εἰπεῖν τὴν τοῦ Ἀντινόου κακίαν ἐν τοῖς ἄρτι ῥηθεῖσι καὶ καθότι οὐχ' ὡς μεθύοντι ἀπειλεῖται τῷ ξείνῳ, ἀλλ' ἐὰν τὴν ἀνδρίαν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
