# Commentarii ad Homeri Odysseam 2.261.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.261.1

ἐκφήνῃ τανύσας τὸ τόξον, ποινὴν αὐτῷ τῆς ἀρετῆς ἀπειλούμενος. (Vers. 289.) Σημειοῦνται δὲ οἱ παλαιοὶ καὶ ὡς ὑπερφιάλους τοὺς μνηστῆρας ὁ Ἀντίνοος ἐπὶ ἐπαίνῳ φησίν. οὐ γὰρ δή που ψέγει τοὺς κατ' αὐτὸν, εἰ μὴ ἄρα βαρυνόμενος λέγει, ὡς ἄξιος κρίνῃ συνευωχεῖσθαι ἡμῖν τοῖς, ὡς οἱ πολλοί φασιν, ὑπερφιάλοις· ᾧ δὴ ὅμοιόν τι ἐστιν ἐφεξῆς καὶ τὸ, ἕκηλος πῖνε μετ' ἀνδράσι κουροτέροισιν, ὡς ταυτὸν ὂν ὑπερφιάλους καὶ κουροτέρους εἰπεῖν. (Vers. 288.) Τὸ δὲ, ἆ δειλὲ ξείνων, ἁπλοῦν ὂν ἀντὶ ὑπερθετικοῦ εἴληπται τοῦ δειλαιότατε. ἐῤῥέθη δὲ οὕτως ἢ ἀπαρατηρήτως διὰ θυμὸν, ἢ καὶ ἄλλως ἁπλούστερον κατὰ τὸ, νικᾷ γὰρ ἡ ἀρετή με τῆς ἔχθρας πολὺ, ἤγουν πλεῖον· καὶ τὸ, μεταβολὴ πάντων ἡδὺ, ὅ ἐστιν ἡδύτερον, ὥς τινες φασί. (Vers. 289.) Τὸ δὲ ῥηθὲν, οὐκ ἀγαπᾷς, ἔπεισε τοὺς ὕστερον ἐπὶ τοῦ ἀρκεῖσθαι τιθέναι τὸ ἀγαπᾶν, ὃ καὶ μετὰ δοτικῆς ἐκεῖνοι συντάσσουσιν. (Vers. 290.) Ἀμέρδειν δὲ ἐν ἄλλοις μὲν τὸ σκοτίζειν, νῦν δὲ δαιτὸς ἀμέρδεσθαι τὸ στερίσκεσθαι, ἀπὸ τοῦ μερίζειν, ἵνα ᾖ ἀμέρδειν τὸ μερίδος ἀποστερεῖν. (Vers. 291.) Τὸ δὲ, μύθων ἡμετέρων καὶ ῥήσιος, ταυτὰ δηλοῦσιν, ὥς περ καὶ τὸ, ὃς ἂν τὸν οἶνον χανδὸν ἕλῃ μηδ' αἴσιμα πίνῃ, τουτέστι κατὰ τὸ αἴσιον καὶ καθῆκον. (Vers. 292.) Τὸ δὲ, οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει, ὧν φανερὰ ἡ διαφορὰ, θυμοῦ ἐστὶ λαλιὰ περιττὴ καὶ οὐκ ἀναγκαία λεχθῆναι· ἤρκει γὰρ μόνον τὸ εἰπεῖν ὡς ἀκούεις μόνος μύθων ἡμετέρων καὶ οὐκ ἐχρῆν ἀπανθρωπίαν κατειπεῖν τῶν μνηστήρων εἰς οὐδὲν δέον. (Vers. 293.) Τρώει δὲ ἀντὶ τοῦ βλάπτει. γίνεται δὲ ἐκ τοῦ τρῶ τοῦ συγκοπέντος ἐκ τοῦ τείρω. ἐκ τούτου δὲ παρὰ τοῖς ὕστερον καὶ τὸ τιτρώσκω ὁμοίως τῷ, γνῶ γιγνώσκω, παρῆκται· καὶ τὸ τρῶμα καὶ ἡ τρώμη ἐπὶ βλάβης Ἰωνικῶς ὁμοίως τῷ, βρῶμα βρώμη καὶ τοῖς τοιούτοις. τρῶμα δέ φαμεν οὐ τὴν ἁπλῶς ἀλλ' ἐν πολέμῳ βλάβην, ἀφ' ἧς καὶ ἐπέντρωμα συνθέτως ἐν τοῖς τοῦ Ἀθηναίου, ὃ δοκεῖ ἐρεθισμόν τινα δηλοῦν τρυφητικὸν ἐν τῷ, ἵνα μὴ καταιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἃ πολλάκις προφέρεται ὁ Ἐπίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα. δῆλον δ' ὅτι, ὥς περ γνῶ γνώω, δῶ δώω, οὕτω καὶ τρῶ τρώω. εἰ δὲ καὶ τρώειν ὁ οἶνος λέγεται, ἀλλ' ἔστιν οὓς καὶ ὠφελεῖν φαίνεται πολυτρόπως. Ζήνων οὖν, φασὶν, ὁ Κιτιεὺς σκληρὸς ἄλλως ὢν πρὸς τοὺς συνήθεις, ὅμως εἰ πλεῖον οἴνου πάσειε, ἡδὺς ἐγίνετο καὶ μείλιχος, λέγων ταυτόν τι τοῖς θέρμοις πάσχειν, οἳ πικρότεροι ὄντες πρὶν διαβραχῆναι, ποτισθέντες γλυκεῖς γίνονται καὶ προσηνέστεροι. Ἕκτωρ μέντοι ἐν τῇ Ἰλιάδι οὐ πίνει τὸ παρὰ τῆς μητρὸς διδόμενον, ὅτε τὴν μάχην λιπὼν ἀνῆλθεν εἰς τὴν πόλιν, πάνυ καλῶς. νέος μὲν γάρ, φασιν, ὤν τις ταχὺ μεθυσθήσεται διὰ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ· οὐ γὰρ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν· γηραιὸς δὲ ὢν τάχιστα μεθυσθήσεται δι' ὀλιγότητα καὶ ἀσθένειαν τοῦ περὶ αὐτὸν θερμοῦ. εἰ δὲ καὶ τότε ὁ Ἕκτωρ ἐδεδίει, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐφάνη, μή ποτε πιὼν ἀπογυωθεῖ διὰ τὸ παρακαίριον, ἀλλ' ὅτε καιρὸν ἡ πόσις ἔχει τοῦ οἴνου, τότε κατὰ τὴν Εὐριπίδειον μοῦσαν ἀρκεσίγυός ἐστιν. εἰς δὲ ψόγον οἴνου καὶ αὖ πάλιν εἰς ἔπαινον μεθοδευτὴς πρόκειται ὁ καλὸς Ἀθήναιος. (Vers. 294.) Τὸ δὲ, ὃς καὶ ἄλλους βλάπτει ὃς ἄν μιν χανδὸν ἕλῃ, συνήθως ἀπὸ πληθυντικοῦ κατῆλθεν εἰς ἑνικὸν πρὸς ἀκρίβειαν ἐννοίας. οὐ γὰρ πάντας ἁπλῶς ὁ οἶνος βλάπτει, δι' οὗ καὶ ὀνεῖταί τις πολλάκις πιὼν, ὡς καὶ ἡ Ἰλιὰς λέγει, καὶ ἡ ἐτυμολογία δὲ δηλοῖ, ἐκ τοῦ ὀνεῖν αὐτὸν παράγουσα, ἀλλ' ὃς ἂν αὐτὸν χανδὸν ἕλῃ, ὃς δὴ καὶ πάροινος λέγεται καὶ παροινίαν νοσεῖν καὶ ἐξοινίαν ἔχειν, ὃ δηλοῖ τὴν ὑπὲρ τὸ καθῆκον οἰνοποσίαν. ἐκ δὲ τῶν τοιούτων καὶ τὸ ἐμπαροινεῖν καὶ τὸ πεπαρῳνηκέναι. Τὸ δὲ, χανδὸν ἕλῃ, σκωφθείη ἂν ὡς μὴ δυνατὸν ὂν ἄλλως πίνειν τινὰ εἰ μὴ χαίνοι· διὸ κακῶς εἰρῆσθαι βλάπτεσθαι, ὃς ἂν οἶνον ἁπλῶς χανδὸν ἕλῃ. ὅθεν εἰς διόρθωσιν, μάλιστα μὲν οὖν εἰς σαφήνειαν ἐπῆκται τὸ, μηδ' αἴσιμα πίνῃ, ὡς τοῦτο ὂν χανδὸν πίνειν τὸ μὴ αἴσιμα πίνειν. εἴρηται οὖν τὸ χανδὸν πίνειν ὡς ἀπό τινος δοχείου διαχάσκοντος ἀεὶ πρὸς ὑποδοχὴν ὑγροῦ. (Vers. 295.) Τὸ δὲ, ἀγακλυτὸν Εὐρυτίωνα, εἰς ἔνδειξιν κεῖται τοῦ καὶ τοὺς ἀγακλυτοὺς ἀχρειοῦσθαι τῷ οἴνῳ. (Vers. 296.) Τὸ δὲ ἄασεν ἀντὶ τοῦ ἔβλαψε λέξις μέν ἐστιν οὐ κοινὴ, καιριωτάτη δὲ ὡς ἐν ποιήσει. διὸ καὶ τρὶς αὐτῇ ἐνταῦθα χρᾶται Ὅμηρος. ἐκ δὲ τούτου τοῦ ῥήματος καὶ ἡ ἄτη κατὰ συναίρεσιν διὰ διχρόνου ἐκτεταμένου. (Vers. 302.) ἴσως δὲ καὶ ὁ ἀεσίφρων θυμὸς, ἤγουν βλαψίφρων, φρενοβλαβὴς, οὗ περ ἁπλοῦν τὸ, φρεσὶν ἀασθεὶς, ἤγουν βλαβεὶς, ὃ ταυτόν ἐστι τῷ μανείς. (Vers. 298.) ἐπεὶ καὶ μανίᾳ ἔοικεν ἡ ἄκρα μέθη κατὰ τὸ, μαινόμενος κάκ' ἔρεζε. τοιοῦτον δὲ καὶ τὸ, φρένας ἄασεν οἴνῳ. Τὸ δὲ ἔρεξε φυσικῶς καὶ οὐ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
