# Commentarii ad Homeri Odysseam 2.262.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.262.1

κατὰ Ἀττικοὺς ἀδιπλασίαστον ἔχει τὸ ῥῶ. (Vers. 301.) Τὸ δὲ, οὔατα ῥῖνάς τε ἀμήσαντες ἀντὶ τοῦ ἐκτεμόντες καὶ ῥᾷον ἀποκόψαντες ὡς εἰ καί τι φυτὸν ἀμώμενον. (Vers. 302.) Τὸ δὲ, ἣν ἄτην ὀχέων, ἀστείως εἴρηται ἀντὶ τοῦ, ὀχῶν καὶ βαστάζων τὴν ἑαυτοῦ βλάβην ὡς οἷα τις ἀχθοφορῶν ἱπποκένταυρος, ἐπεὶ καὶ ἐφ' ἵππων λέγεται τὸ ὀχεῖν. ὡς γοῦν ἵππος ὀχεῖ, τουτέστι φέρει τινὰ, οὕτω καὶ ὁ Κένταυρος Εὐρυτίων τὴν κατ' αὐτὸν βλάβην. (Vers. 304.) Τὸ δὲ εὕρετο τρίτον ἐστὶν ἑνικὸν δευτέρου ἀορίστου τοῦ εὑρόμην, ὃ κεῖται καὶ παρὰ Σοφοκλεῖ. τὸ γὰρ εὑράμην καὶ τὸ εὕρατο οὐ σύνηθες Ἀττικοῖς. Τοῦ δὲ οἰνοβαρείων βαρύτονος ὁ ἐνεστὼς κατὰ τὸ κιχείω καὶ ὅσα τοιαῦτα. τοῦ μέντοι καρηβαριῶν περισπώμενόν ἐστι τὸ θέμα. αἴτιον δὲ ἐν ἀμφοῖν ὁ κατὰ τὸ μέτρον δακτυλισμός. οὔτε γὰρ τὸ καρηβαριῶ ἐχρῆν διφθόγγῳ παραλήγεσθαι· ἄχρηστον γὰρ τοῦτό γε εἰς μέτρον ἡρωϊκόν· οὔτε αὖ πάλιν τὸ οἰνοβαρείω ἐχρῆν ἐκπεσεῖν τῆς διφθόγγου, ἐγίνετο γὰρ οὕτω ποὺς Ἰωνικὸς ἀπὸ μείζονος, ἄχρηστος μέτρῳ δακτυλικῷ. καλὸν τοίνυν ἐκεῖ μὲν ἡ διὰ τοῦ ἰῶτα, ἐνταῦθα δὲ ἡ διὰ διφθόγγου γραφή. (Vers. 306.) Ἐπητὺς δὲ κατὰ μέν τινας ἡ μεταίτησις ὡς ἀπὸ τοῦ ἐπαιτεῖν. ἕτεροι δὲ ἐπητὺν τὸν ἐν λόγοις φασὶν ἔπαινον ὡς ἀπὸ τοῦ ἐπήτης ἢ ἐπητὴς ὀξυτόνως, ὃ δηλοῖ τὸν φρόνιμον καὶ λόγιον. Ἀντιβολῆσαι δὲ νῦν τὸ ἐπιτυχεῖν· ἐν ἄλλοις δὲ τὸ συναντῆσαι· παρὰ δὲ τοῖς ὕστερον καὶ τὸ ἱκετεῦσαι. (Vers. 312.) Ὅτι καὶ ἐπὶ τῆς Πηνελόπης σχηματίζει τι ἀστείως ὁ ποιητής. ποιεῖ γὰρ αὐτὴν τὴν ἀληθῶς ἀγνοοῦσαν, λέγουσαν αὐτὸ τὸ ἐκβησόμενον ὡς ἐν σχήματι ἐρωτήσεως καὶ οὕτω ψυχαγωγοῦσαν τοὺς εἰδότας ἀκροατάς. εἰποῦσα γὰρ πρῶτον καὶ αὐτὴ πρὸς Ἀντίνοον ὡς οὐ καλὸν οὐδὲ δίκαιον ἀτέμβειν τοὺς τοῦ Τηλεμάχου ξείνους ἐπιφέρει ἐρωτιματικῶς· ἔλπεαι, εἴ περ ὁ ξεῖνος μέγα τόξον ἐντανύσει χερσί τε βιῃφί τε πεποιθὼς, οἴκαδέ με ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; ἐνταῦθα γὰρ ὁ εἰδὼς ἀκροατὴς εἴποι ἂν, ὅτι ναὶ οὕτως ἔσται, εἰ καὶ οἱ μνηστῆρες οὐκ οἴεσθαι τοῦτο φασὶν, ἐπεὶ μηδὲ ἔοικεν. (Vers. 317.) ἀστεῖον δὲ τῆς γυναικὸς καὶ ἐφεξῆς τὸ, οὐδ' αὐτός που τοῦτό γε ἐνὶ στήθεσσιν ἔολπε, τὸ που διστακτικῶς εἰποῦσα ὡς τοῦ ξείνου ἴσως ἐλπίζοντος, ὃ καὶ οὕτως εἶχε. (Vers. 318.) τὸ μέντοι ἐπιφερόμενον σκοτίζει τὴν ἔμφασιν ἐπίτηδες, ἵνα μὴ διόλου ὁ ποιητὴς χαριεντίζοιτο. φησὶ γὰρ ἡ γυνή· μηδέ τις ὑμῶν τούτου ἕνεκα θυμὸν ἀχεύων δαινύσθω· ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν. οὕτω καὶ Τηλέμαχος, εἴ περ ἐτάνυσε τὸ τόξον, οὐκ ἂν πάντως ἠγάγετο τὴν μητέρα, ἔχαιρε δ' ἂν ὡς ἐοικὼς τῷ πατρί. ἄλλως δέ γε ἔστιν ἐπιβαλεῖν ὅτι ἐσχημάτισται ἀστείως καὶ τὸ, μηδέ τις ὑμῶν τούτου ἕνεκα συγκεχυμένος δαινύσθω, ἐπεὶ οὐδὲ ἔοικεν, ὡς τῆς ψυχῆς ἀποφοιβαζούσης, μὴ ἐοικὸς εἶναι τοὺς μνηστῆρας ἄχθεσθαι, εἴ περ ὁ ἀνὴρ Ὀδυσσεὺς ἔλπεται οἴκαδε ἄξεσθαι τὴν οἰκείαν γαμετὴν, ἧς ἐπὶ τοσοῦτον ἀπῆν. καὶ τοῦτο μὲν τοιοῦτον. (Vers. 322.) ὁ δὲ Εὐρύμαχος ἀρνησάμενος μὴ οὕτως οἴεσθαι, ὡς καὶ προεγράφη, τοὺς μνηστῆρας, ἐπεὶ οὐδὲ ἔοικεν, ὃ δὴ καὶ ἡ γυνὴ πρὸ αὐτοῦ ἔφη, ἐπάγει τὸ, (Vers. 323.) ἀλλ' αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, ἀτέμβομεν δηλαδὴ τὸν τοῦ Τηλεμάχου ξεῖνον. τοῦτο γὰρ ἀναγκαίως ἐκ μακροῦ ἀπὸ κοινοῦ νοεῖται πρὸ δέκα στίχων κείμενον. τίς δὲ ἡ αἰσχύνη; (Vers. 324.) μή ποτέ τίς, φησιν, εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν, τουτέστιν ἀσθενὴς ἢ δυσγενὴς, ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν, ἀλλ' ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν ῥηϊδίως ἐτάνυσε βιὸν, διὰ δ' ἧκε σιδήρου. ὧν ἀμφοτέρων ἐνταῦθα χρεία, πρῶτα μὲν, τανύσαι τόξον, εἶτα καὶ διοϊστεῦσαι σιδήρου. (Vers. 329.) ὣς ἐρέουσιν· ἡμῖν δ' ἂν ἐλέγχεα ταῦτα γένοιτο. δι' ὧν ἡρμήνευσεν Εὐρύμαχος ὃ φθάσας εἶπε γοργῶς τὸ, ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. Δῆλον δ' ὅτι τριχῶς λέγεται τὸ ἔλεγχος, ἡ ἐλεγχεία καὶ κοινότερον ὁ ἔλεγχος. καὶ οὕτω μὲν Εὐρύμαχος. (Vers. 331.) ἡ δὲ γυνὴ θαυμασίως πρὸς τὸν εἰπόντα ἐλέγχεα ταῦτα εἶναι, Εὐρύμαχε, φησὶν, οὔ πώς ἐστιν εὐκλεῖας κατὰ δῆμον ἔμμεναι, οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν ἀνδρὸς ἀριστῆος. τί δ' ἐλέγχεα ταῦτα τίθεσθε; τουτέστι τὰ μεγάλα παρορῶντες ἐλέγχεα τί δή ποτε τὰ μικρὰ ὑφορᾶσθε; (Vers. 333.) Καὶ ὅρα ὡς ἀπὸ μιᾶς λέξεως τῆς ὕστερον ἐπενεχθείσης ἐν τῷ, ἡμῖν δὲ ἂν ἐλέγχεα ταῦτα γένοιτο, ἀντιλογίαν γενναῖαν ἡ σοφὴ Πηνελόπη πορίζεται, κατασκευάζουσα ὡς οὐκ εἰσὶ τὰ τοιαῦτα ἐλέγχεα. (Vers. 334.) εἶτα καὶ τὸν ξένον ἐπαινοῦσα καὶ τὸ ἔπαθλον ἐκφωνοῦσα, εἴ περ ἀριστεύσει ὁ ξεῖνος, φησίν· οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ' εὐπηγὴς, πατρὸς δ' ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός· καὶ μετ' ὀλίγα· εἴ περ ἐντανύσει τὸ τόξον, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλὰ, δώσω δ' ὀξὺν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
