# Commentarii ad Homeri Odysseam 2.265.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.265.1

καὶ μεταθέσει στιφρὸς, ὅθεν ἴσως καὶ ῥῆμα στιφρῶ· οἷον, ὅταν δὲ τέκωσιν αἱ σηπίαι, τὰ ὠὰ ὁ ἄῤῥην παρακολουθῶν καταφυσᾷ καὶ στιφρᾷ, ἵνα δηλαδὴ στρυφνωθέντα μὴ διαῤῥυῶσι τῇ ἄγαν ἁπαλότητι. (Vers. 395—402.) Ὅτι Ὀδυσσεὺς μὲν τὸ τόξον πάντῃ ἀναστρωφῶν, ὅ περ οὐδεὶς τῶν πρὸ αὐτοῦ ἐποίησεν, ἐπειρᾶτο ἔνθα καὶ ἔνθα, μὴ κέρα ἶπες ἔδοιεν, ὡς ἂν ὑγιοῦς μὲν ὄντος τοῦ τόξου ἐγχειρήσῃ τῷ ἔργῳ, ἀχρειωθέντος δὲ μηχανήσηταί τι ἕτερον. μνηστήρων δέ τις ἐκεῖνον ἰδὼν οὕτω περιέργως τὸ τόξον στρέφοντα εἶπεν ἄν· ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων, ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται, ἢ ὅ γ' ἐφορμᾶται ποιησέμεν· ὡς ἐνὶ χερσὶ νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης. περὶ οὗ καὶ προείρηται. ἔστι δὲ, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, ὁ νοῦς τοῖς οὕτω εἰποῦσι τοιόσδε, ὡς ἄρα θαυμαστικὸς τῶν τόξων ὁ ξένος καὶ κλέπτων εἰς νοῦν τὴν αὐτῶν ἐμφέρειαν, ἵνα ἢ ἐξεικάσῃ αὐτὰ οἷς ἔχει, ἢ ἵνα ποιήσῃ ὅμοια. καὶ οὕτω μὲν οὗτοι. ἄλλος δ' ἄν τις εἶπεν, αἲ γὰρ δὴ τοσοῦτον ὀνήσιος ἀντιάσειεν, ὃ περιφραστικῶς δηλοῖ τὸ ὄναιτο, ὡς οὗτος ποτὲ δυνήσεται ἐντανύσασθαι. καὶ ἔστι καὶ τοῦτο φήμη τις τῷ Ὀδυσσεῖ· τοσοῦτον γὰρ ὄναιτό, φησιν, ὅσον ἐντανύσαι δυνήσεται. πάνυ δὲ τανύσειν δυνήσεται· τοσοῦτον ἄρα καὶ ὀνήσεται. (Vers. 396.) Ὅρα δὲ τὸ τῶν ἠθοποιῶν κἀνταῦθα σύντομον, σύνηθες ὂν Ὁμήρῳ οὕτω γράφειν, ἔνθα πρόκειται τὸ, ὧδε δέ τις εἴπεσκεν. (Vers. 395.) Ἰστέον δὲ ὅτι θηρίδια οἱ ἶπες κέρασιν ἐμφυόμενα καὶ κατεσθίοντα παραπλήσια φασὶ κώνωψι. γίνεται δὲ παρὰ τὸ ἴπτειν, ὅ ἐστι φθείρειν. τινὲς δὲ ὑφὲν κεραῖπες γράφουσιν ἀντὶ τοῦ ἐν τοῖς κέρασιν ἶπες πρὸς διαστολὴν τῶν ἐν φυτοῖς. ἄλλοι δὲ κεραΐδες ὡς ἀπὸ τοῦ κεραΐζειν, ἵνα δηλοῖ τὰς τῶν τόξων φθαρτικάς. κεράτινον δὲ ἦν, φασὶν, ὡς φαίνεται, τὸ τόξον, οὐ μὴν κατὰ τὰ πάλαι Σκυθικὰ ξύλινον. Ἐκτείνεται δὲ ἡ ἄρχουσα τοῦ ἶπες, διὸ καὶ περισπᾶται. (Vers. 397.) Ὁ δὲ ἐπίκλοπος καὶ τὸν ἁπλῶς κλέπτην ἔστιν ὅτε δηλοῖ καὶ τὸν πανοῦργον δέ. (Vers. 399.) Τὸ δὲ, ἐφορμᾶται ποιήσειν, ὅμοιόν ἐστι τῷ ὁρμαίνει· ἀπὸ τοῦ ὁρμῶ γὰρ τὸ ὁρμαίνω γίνεται. (Vers. 400.) Τὸ δὲ, νωμᾶν ἔνθα καὶ ἔνθα, ταυτόν ἐστι τῷ ἀναστρωφᾶν, ὅ περ ἀνωτέρω αὐτοῦ κεῖται. πρὸς δὲ ὁμοιότητα τοῦ, χερσὶ νώμων, ἢ καὶ διαστολὴν, εἴρηται ἀλλαχοῦ τὸ, ἐν φρεσὶν ἐνώμα, ἤγουν διελογίζετο. (Vers. 406—413.) Ὅτι σεμνύνων ὁ ποιητὴς κατὰ τὸν αὐτοῦ νόμον καὶ ἐνταῦθα τὸν αὐτῷ φίλον ἥρωα καὶ τὸ κατ' αὐτὸν ἔργον καινότερον διασκευάζων τόν τε ῥᾴονα τοῦ τόξου τανυσμὸν σεμνοποιεῖ παραβολικῶς καὶ τὸ τῆς νευρᾶς δὲ τίναγμα. καὶ τῆς τοῦ ἄθλου δὲ εἰσβολῆς τέρας ἐκ Διὸς προηγήσασθαι γράφει. ἃ δὴ καὶ μόνα εἶχεν ἐνταῦθα πλάσασθαι διὰ τὸ γλίσχρον τῆς ὑποθέσεως. φησὶ γοῦν, ὡς ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ, ὡς δ' ὅτ' ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς, ῥηϊδίως ἐτάνυσε νέῳ περὶ κόλλοπι χορδὴν, ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰὸς, ὣς ἂρ ἄτερ σπουδῆς τάνυσε μέγα τόξον Ὀδυσσεύς. καὶ ἔστι θαυμασία καὶ οἰκειοτάτη ἡ τῆς νευρᾶς παραβολὴ πρὸς χορδήν. ἡ γὰρ νευρὰ ἑκατέρωθεν τῆς τοῦ τόξου κορώνης ἐξαπτομένη οὕτω ῥᾳδίως, φησὶν, ἐτανύσθη, ὡς εἰ καὶ χορδὴ ὑπ' ἀνδρὸς μουσικοῦ ἀμφοτέρωθεν φόρμιγγος. καὶ οὐκ ἔστιν εὑρεῖν κρείττονα καὶ ἀπονωτέραν καὶ σεμνοτέραν παραβολήν. εἶτα καὶ τὰ ἑξῆς ἐπάγων φησί· δεξιτερῇ δ' ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς, μὴ ἄρα κραυρωθεῖσα ἠχρείωται. ἡ δ' ὑπὸ καλὸν ἄεισε, χελιδόνι ἰκέλη ἄντην, ὅτε δηλαδὴ μὴ ἀποτάδην ἐκείνη ᾄδει, ἀλλὰ κατά τι κόμμα, ὡς εἴωθεν. ὁ δὲ τοιοῦτος ἦχος τῆς νευρᾶς καὶ ψαλμός τίς ἐστιν, ὡς δηλοῖ τὸ, πικρὰν ἀποψήλασα πάγην, παρὰ Λυκόφρονι. λέγει δὲ καὶ Αἴλιος Διονύσιος, εἰ καὶ μὴ ἐπὶ νευρᾶς, ἀλλ' οὖν ἐπὶ χορδῶν μουσικῶν κεῖσθαι καὶ τὸ ψατάλλειν καὶ τὸ ψαθαλεῖν ἀντὶ τοῦ ψηλαφᾶν καὶ μαλάττειν. τὰ δ' αὐτὰ καὶ ψάλλειν ἐστίν· ὅθεν καὶ ψαλλόμενος ὁ ἀκροώμενος ψάλλοντος. (Vers. 411.) Ἰστέον δὲ καὶ ὅτι χελιδόνι, οὐ μὴν ἀηδόνι κτυπήσασαν εἴκασε τὴν νευρὰν, ἐπεὶ μὴ πρὸς ἡδύτητα ἡ ὁμοίωσις, ἀλλὰ μόνον πρὸς ποιότητα φωνῆς ἠχούσης ὑπότραχυ· ὁποῖος δή τις καὶ ὁ τῆς χελιδόνος βατταρισμὸς, ὅτε πρὸς μνήμην Τηρέως κατὰ τὸν μῦθον ῥοιζήσει, οὐ γλυκὺ ᾄδουσα, λαλαγοῦσα δὲ ἀκαλλὲς ὡς οἷα Θρᾷσσα κατὰ τὸν μῦθον. διὸ καὶ ὁ κωμικὸς, οὓς ἐκεῖνος ψέγει ὡς τὰς Μούσας ἀφανίζοντας, χελιδόνων μουσεῖα καλεῖ, ὅ ἐστιν ὑποβαρβάρους χελιδόνων δίκην οὐ μὴν ἐμμούσους, ὡσεὶ καὶ σειρήνων ἢ ἀηδόνων μουσεῖα, ὅπου γε καὶ αὐτὸ τὸ κατὰ σειρῆνας ᾄδειν, εἰ μὴ τὰς τοῦ μύθου νοεῖ τις, ἀλλὰ τὰς τῆς ζωϊκῆς ἱστορίας, οὐ λαλεῖται πρὸς ἔπαινον. τὸ γὰρ ζωΰφιον ἡ σειρὴν ἀμυδρόν τι κλαυθμυρίζεται καὶ, ὡς ἄν τις εἴποι, ψοφεῖ νόμον ἐπίκλαυτον. εἰ δὲ καλὸν ἄεισε καθ' Ὅμηρον ἡ ῥηθεῖσα νευρὰ, οὐχ' ἁπλῶς ἐῤῥέθη τοῦτο

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
