# Commentarii ad Homeri Odysseam 2.269.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.269.1

(Vers. 2.) καὶ ὅτι τὸ, ἆλτο ἐπὶ οὐδὸν ἀντὶ τοῦ ἥλατο, καιρίως ἔφη, ὡς ὑψηλοτέρου τῆς θύρας ὄντος τοῦ οὐδοῦ. ψιλοῦται δὲ τὸ ἆλτο καὶ ταῦτα ἀπὸ τοῦ ἅλλεσθαι γεγονὸς, οὐ μόνον ὡς Αἰολικὸν, ἀλλὰ διὰ τὴν ἐπαγωγὴν τοῦ ψιλοῦ τ, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσιν· ὃ δὴ ἔμελλε παθεῖν κατὰ τοὺς τεχνικοὺς καὶ ἡ γενικὴ τοῦ ἃλς, εἴ περ ἐκλήθη ἀλτὸς καὶ μὴ ὑπεστάλη τὸ τ καὶ οὕτως ἡ κλίσις γέγονεν ἃλς, ἁλὸς, καὶ ἐφυλάχθη διατοῦτο ἡ δασεῖα τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ· ὃν τρόπον καὶ τὸ ἅλατο μὲν δασύνεται ἀπὸ τοῦ ἅλλομαι· ἐπεὶ καὶ τὰ τοῦ ἐνεστῶτος πνεύματα εἰς τοὺς ἐκεῖθεν ὁμοίως μεταβαίνουσι χρόνους. συγκοπὲν δὲ εἰς τὸ ἆλτο ἐψίλωται· χαίρει γὰρ τὸ τ, ὥς περ καὶ τὸ θ καὶ τὸ δ, ψιλοῦσθαι τὰ πρὸ αὐτῶν φωνήεντα. Ἵσταται δὲ περὶ τὸν οὐδὸν Ὀδυσσεὺς, ἵνα μὴ ἔχοιεν οἱ μνηστῆρες ἔξω φυγεῖν· βλάπτει γὰρ τοῦτο τὸν Ὀδυσσέα καὶ ζημιοῖ, τοῦτο μὲν εἴ τις διαδράσει τὸν φόνον, ἐκεῖνο δὲ εἰ τοὺς Ἰθακησίους εἰς ἄμυναν προκαλέσονται. (Vers. 4.) Τὸ δὲ, πρόσθε ποδῶν, ἑρμηνεία ἐστὶ τοῦ, ἐκχεύατο ὀϊστοὺς αὐτοῦ, τουτέστι πρόσθε ποδῶν. (Vers. 5.) Ἀάατος δὲ δύναται ἡ δίχα βλάβης ἐνταῦθα εἶναι, ἵνα λέγῃ Ὀδυσσεὺς, ὡς οὐ πολυβλαβὴς, ὦ μνηστῆρες, ἐμοὶ ὁ παρὼν ἄεθλος, ὡς ὑμεῖς ἐλέγετε, ἀλλὰ ἐστερημένος ἄτης καὶ, ὡς εἰπεῖν, ἀβλαβής. λέγοι δ' ἂν αὐτὸν καὶ ἄλλως εἰρωνικῶς ἀάατον, ἤγουν πολυβλαβῆ, κατὰ τὸ δοκοῦν τοῖς μνηστῆρσι. Τὸ δὲ, οὗτος μὲν δὴ ἄεθλος ἐκτετέλεσται· νῦν αὖτε σκοπὸν ἄλλον εἴσομαι, αἴ κε τύχοιμι, εἴποι ἂν ὁ μετά τι μέγα ἔργον ἀνυσθὲν δευτέρῳ τινὶ ἐγχειρῆσαι θέλων. (Vers. 11.) Τὸ δὲ, ὄφρα πίοι οἴνοιο, Ἀττικῶς ἐῤῥέθη. ἄλλως γὰρ τὸ πίνειν αἰτιατικῇ συντάσσεται. ἴσως δὲ καὶ οὐδὲ ἔμελλε τὸν ὅλον ἐκπιεῖν οἶνον, ἀλλά τι μέρος αὐτοῦ, ὡς εἰώθασι ποιεῖν οἱ, ὡς προεδηλώθη, προπίνοντες. τὰ δὲ τοιαῦτα γενικῇ συντάσσονται, ὅτε δηλαδὴ μὴ τὸ πᾶν δαπανᾶται, ἀλλά τι μέρος αὐτοῦ· οἷον, λέων βοὸς βεβρωκώς· καὶ ὄφις μυρμήκων φαγών· καὶ ὅσα τοιαῦτα. (Vers. 12.) Τὸ δὲ μέμβλετο, ποιητικὴ αὕτη λέξις, ἐκ τοῦ μεμέλητο γίνεται, ὅ ἐστι διὰ μελήσεως ἦν, κατά τε συγκοπὴν καὶ ἐπένθεσιν τοῦ βῆτα δι' εὐφωνίαν καὶ συστολὴν τοῦ παραλήγοντος η εἰς ε. Δαιτυμόνες δὲ νῦν οἱ ἁπλῶς δαινύμενοι. ἐν μέντοι τῇ δ ῥαψῳδίᾳ ἐπὶ τῶν τὴν δαῖτα παρασκευαζόντων εὕρηται ἡ λέξις τεθεῖσα. οἱ δὲ ὕστερον ἐπὶ κλητῶν φίλων αὐτὴν τιθέασιν. (Vers. 15.) Ὅτι Ὀδυσσεὺς Ἀντίνοον κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ, ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή. (Vers. 17.) εἶτα διασκευάζων, ὅπως ἔπεσε σφαζάδων καὶ οἷα ἔπαθε καὶ ἐποίησε, φησίν· ἐκλίνθη δ' ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς, βλημένου· αὐτίκα δ' αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν αἵματος ἀνδρομέοιο, θοῶς δ' ἀφ' ἑαυτοῦ τράπεζαν ὦσε ποδὶ πλήξας, ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε· (Vers. 21.) σῖτός τε κρέα τε ὀπτὰ φορύνετο, τουτέστιν ἐμολύνετο ἢ αἵματι ἢ καὶ ἄλλως κυλιόμενα εἰς γῆν. Καὶ ὅρα φράσιν ταύτην ἀπόζουσαν τῆς ἐν Ἰλιάδι γλυκύτητος τῆς κατὰ ἐμβρίθειαν καὶ νοήματος καὶ φράσεως· πολεμικὴ γὰρ ἡ διασκευή. καὶ εἰσὶ τοιαῦτα καὶ ἐν τοῖς ἐφεξῆς. ὅλως γὰρ τὸ τῆς Ὀδυσσείας ἀνδρῶδες ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ κεῖται. μιᾷ δὲ καὶ ἐνταῦθα βολῇ θανατοῖ ὁ ποιητὴς τοὺς βαλλομένους διὰ τὸ ἀνδροφόνῳ φαρμάκῳ τοὺς ὀϊστοὺς βεβάφθαι, καθὰ καὶ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ προείρηται. τοῦτο δὲ καὶ ἐπίτηδες ὁ ποιητὴς πλάττει διὰ τὴν τῶν ὀϊστῶν ἔνδειαν, ἵνα ἑνὸς ὀϊστοῦ ἕνα θανατοῦντος πλεῖον τὸ ἔργον διὰ τοῦ τόξου γένηται. (Vers. 15.) Τὸ δὲ ἐπισχόμενος ἀντὶ τοῦ καταστοχασάμενος. τοῦτο δὲ διὰ τὸ ἐπέχειν τὴν χεῖρα καὶ ἱστᾶν τὸν κατὰ σκοποῦ βάλλοντα. οἱ δὲ παλαιοὶ καὶ ἀντὶ τοῦ λαβόμενος φασὶν, ἀστείως λέγοντες ὡς ἀπὸ χερσὶ κρατοῦντος. ὡς γὰρ ὁ ἄγχων ἐπέχει τινὰ τοῦ λαιμοῦ, οὕτω καὶ Ὀδυσσεὺς ἔβαλε τὸν Ἀντίνοον κατὰ λαιμὸν ἐπισχόμενος ἰῷ ὡς οἷα καὶ χειρί. (Vers. 16.) Τὸ δὲ, ἁπαλοῖο δι' αὐχένος, σαφῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἡρμήνευται, οὐ τοῦ ὅλου αὐχένος ὂν ἐπίθετον, ἀλλὰ τοῦ περὶ αὐτὸν ἁπαλωτέρου μέρους. ἄλλως γὰρ οὐκ ἂν ἁπαλὸς αὐχὴν λέγοιτο ὁ σκληρὸς καὶ παρὰ τὸν αὐχμὸν ἐτυμολογούμενος διὰ τὰ κατ' αὐτὸν ὀστᾶ ὡς οἷά τις αὐχμήν. διὸ καὶ διὰ τοῦ ε κλίνεται, ἵνα ὥς πέρ ἐστι ποιμὴν ποιμένος, οὕτω καὶ αὐχμὴν αὐχμένος, καὶ διὰ τὸ εὐφωνότερον αὐχὴν αὐχένος. ἄλλως γάρ, φασιν, εἴ περ μὴ φύσει εἶχε τὸ μῦ, διὰ τοῦ η ἐκλίνετο ἂν, ὡς τὸ σωλὴν σωλῆνος καὶ τὰ ὅμοια. (Vers. 17.) Τὸ δὲ ἐκλίνθη εὕρηταί που ἐν τοῖς πρὸ τούτων καὶ δίχα τοῦ ν ἐν τῷ, ἂψ δ' ἑτέρωσ' ἐκλίθη, ἐπιτάξαντος τοῦ μέτρου ἐκεῖ τὴν τοῦ ν ἀπέλευσιν κατὰ κοινοτέραν γραφήν. Δέπας δὲ λέγει τὸ πρὸ ὀλίγων καλὸν ἄλεισον. (Vers. 18.) Τὸ δὲ βλημένου ὤφειλε μὲν δοτικῇ εἶναι, ἵνα ἦν, δέπας δέ οἱ ἔκπεσε χειρὸς βλημένῳ. καὶ δὴ καὶ εὕρηνταί τινα τῶν ἀντιγράφων οὕτως ἔχοντα τῆς γραφῆς. τὰ μέντοι ἀκριβέστερα γενικὴν ἔχουσιν, ὡς μηδὲ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
