# Commentarii ad Homeri Odysseam 2.272.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.272.1

ἐξ οὗ παθητικὸς παρακείμενος ἐδήδομαι. καὶ ἔστιν ὅμοιον τὸ ἐδήδοκα πρὸς τὸ ἄγω ἄξω ἦχα ἄγηχα καὶ πλεονασμῷ ἀγήοχα. ὁ δέ γε κανονίσας τὸ ἐδήδοκα ἐκ τοῦ ἐδῶ ἐδήσω, ὅθεν ἡ ἐδητὺς, ἤδηκα, καὶ πλεονασμῷ τῆς δο συλλαβῆς καὶ συστολῇ τῆς ἀρχούσης ἐδήδοκα, ὅθεν τὸ ἐδήδομαι, εὐανάτρεπτον μὲν οὐδέν τι γράφει, οὐκ ἀφίησι δὲ καθαρῶς ἠττικίσθαι τὴν λέξιν. (Vers. 57.) Τιμὴν δὲ τὴν ποινὴν λέγει, ἧς τὸ ποσὸν ἐνταῦθα δυσφράστως ἔχον συγκέχυται διὰ πολλῶν ἀορίστων αἰτιατικῶν, τοῦ ὅσσα ἐκπέποται καὶ ἐδήδοται, τοῦ ἐεικοσάβοιον, τοῦ χαλκὸν, τοῦ χρυσόν. ἔχει γὰρ τὸ χωρίον ἀμφιβολίαν ἐπιτηδευτὴν, ὥς που καὶ ἐν Ἰλιάδι τὸ, νῆα ἅλις χρυσοῦ καὶ ἀργύρου. ἄδηλον γὰρ καὶ ἐνταῦθα, εἴτε ἰδίᾳ ἕκαστος ἀνὰ εἰκοσάβοιον χαλκοῦ ἀποδώσει καὶ αὖθις ἀνὰ εἰκοσάβοιον χρυσοῦ, εἴτε καὶ ἄλλως ἰδίᾳ μὲν ἕκαστος ὡρισμένον τι εἰκοσάβοιον, δι' οὗ ἦν βόας εἴκοσι κτήσασθαι, ἰδίᾳ δὲ χαλκὸν καὶ χρυσὸν ἀορίστως. καὶ τὸ ἕκαστος δὲ ἀμφίβολόν τι ἔχει. οὐκ εὔδηλον γὰρ εἴτε ἕκαστος τῶν ὅλων μνηστήρων, εἴτε καὶ ἕκαστος τῶν Ἰθακησίων μόνων μνηστήρων. καὶ τὸ κατὰ δῆμον δὲ οὐ πάνυ δῆλον, εἰ καὶ τὸν ἐν Ἰθάκῃ δῆμον πάντα εἰς ἀπόδοσιν τιμῆς συνεισάγει Εὐρύμαχος, ὡς καὶ ἐκείνων δῆθεν πταιόντων, καθά που προδημηγορήσας ἐνέφηνεν ὁ Τηλέμαχος ἐρεθίζων τὸν δῆμον εἰς τὴν κατὰ τῶν μνηστήρων ἄμυναν. δοκεῖ δὲ ἀμφιβόλως οὕτω λαλῆσαι ὁ Εὐρύμαχος, οὐχ' οὕτω κατὰ δόλον ὡς διὰ σύγχυσιν λογισμοῦ. (Vers. 58.) Ἰστέον δὲ ὅτι ἔχει θεραπείαν ἡ τοιαύτη ἀμφιβολία τὸ, εἰσόκε σὸν κὴρ ἰανθῇ. ὅπως γὰρ ἂν καὶ νοοῖτο ἡ ῥηθεῖσα τιμὴ, εἰς τοσοῦτον ὅμως αὕτη γενήσεται, ἕως ἄν, φησιν, ἀγαπήσῃς τὰ δοθησόμενα. δύναται δὲ ἄλλως τιμὴ ἐνταῦθα νοηθῆναι καὶ τὸ παρὰ τοῖς ὕστερον λεγόμενον τίμημα, ἵνα λέγῃ Εὐρύμαχος ὡς τιμησόμεθα τὰ δαπανηθέντα ἰδίᾳ καὶ χωρὶς ἕκαστος, ἄγοντες ὡς ἐν συναλλαγῇ χαλκὸν καὶ χρυσὸν κατὰ τὸ ἀνάλογον, ἕως ἂν τὸ σὸν κῆρ ἰανθῇ. ἡ δὲ τοιαύτη τιμὴ καὶ τῖμος λέγεται κωμικώτερον, ὡς Λογγῖνος δηλοῖ, ὁμοίως τῷ, χολὴ χόλος, ὠνὴ ὦνος καὶ τοῖς τοιούτοις. μνηστέον δ' ἐνταῦθα καὶ παλαιᾶς παραδόσεως, ἐκθεμένης ὡς ἡ μὲν εὐκλεὴς τιμὴ παράγει τὸν ἐπίτιμον, ὅς ἐστιν ὁ ἔντιμος, ἡ δὲ ἑτεροία τὸν ἐπιτίμιον. ὁ δέ ἐστιν ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος. ἀφ' οὗ καὶ τὸ ἐπιπλήξειν ἐπιτιμήσειν φαμὲν, καὶ ἐπιτίμησον τῷ δεῖνι ἀντὶ τοῦ ἐπίπληξον. καὶ νοητέον ἐκεῖθεν ὅτι τοῦ ἐπιτίμιος ἀρσενικοῦ ἔστιν οὐδέτερον τὸ κοινῶς λεγόμενον ἐπιτίμιον, ἵνα ᾖ, ὥς περ ἐγκώμιος λόγος παρὰ Πινδάρῳ πολλαχοῦ καὶ ἐγκώμιον ἀπ' αὐτοῦ, σύγγραμμα δηλαδὴ, οὕτω καὶ ὁ ἐπιτίμιος ἀνὴρ καὶ τὸ ἐπιτίμιον πρᾶγμα ἢ λόγιον. Τὸ δὲ ἀποδώσομεν χρεωστικὴν δηλοῖ ἔκτισιν. ἀφ' ἧς καὶ ἡ ἀνωτέρω ῥηθεῖσα τιμὴ ἐν τῷ, τιμὴν ἀμφὶς ἄγοντες. διαφορὰ γάρ τις τοῦ ἀποδοῦναι καὶ τοῦ δοῦναι ἐν ἄλλοις δεδήλωται. (Vers. 61.) Τὸ δὲ, οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοῖτε καὶ τὰ ἑξῆς, οὐ πολλὴν ὑπερβολὴν ἔχει. Σημείωσαι γὰρ ὅτι τὴν ὑπερβολὴν τῶν δόσεων τῇ Ἰλιάδι μάλιστα ἐχαρίσατο, ἔν τε ἄλλοις καὶ μάλιστα ἐν οἷς φησὶν Ἀχιλλεὺς μὴ ἂν ἐξελθεῖν εἰς πόλεμον οὐδὲ εἰ τόσα καὶ τόσα πάμπλειστα λάβοι. ἐνταῦθα δὲ τῇ τῶν προσώπων ποιότητι συμμετριάζει καὶ τὸ ὑπερβάλλον τῆς δόσεως. Τοῦ δὲ πατρώϊα ἑρμηνεία τὸ, ὅσσα τε νῦν, καὶ τὸ, εἴ ποθεν ἄλλα, ἵνα λέγῃ πατρώϊα μὴ τὰ περιελθόντα ἐκ πατέρων τῷ Ὀδυσσεῖ, ἀλλὰ τὰ τοῖς μνηστῆρσι πάλαι ποτὲ πατρῷα, καὶ οὕτω παράγοιντο οἱ τρεῖς χρόνοι, ὁ πρῴην, ὁ νῦν καὶ ὁ εἰσέπειτα, ὡς φαμένου τοῦ Ὀδυσσέως μὴ ἂν καταλλαγήσεσθαι τοῖς μνηστῆρσιν, οὐδ' εἴ περ τὰ ἐκ πατέρων αὐτοῖς προσόντα δοῖεν, μήτε ἃ νῦν ἔχουσι, μήτε ἅ περ εἰσέπειτα κτήσονται. (Vers. 62.) Τὸ δὲ ἀποδοῖτε καὶ τὸ ἐπιθεῖτε συγκοπή ἐστι τοῦ δοίητε καὶ θείητε, ὧν τρίτα τὸ ἀποδοῖεν καὶ ἐπιθεῖεν. (Vers. 63.) Τὸ δὲ, χεῖρας ἐμὰς λήξαιμι, τουτέστι παύσω φόνοιο, ἐντελῶς ἐφράσθη. ἡ γὰρ κοινὴ διάλεκτος ἀρκεῖται λέγειν λήξαιμι φόνοιο, τουτέστι παυθήσομαι. (Vers. 65.) Τὸ δὲ, νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι ἢ φεύγειν, ὃ δὴ πρὸς ἐναντίους ἐκφόβησίς ἐστιν ἀπό τινος θαῤῥαλέως ἔχοντος, φιλοσόφως εἴρηται. ἐναντία γὰρ ἀλλήλοις τὸ μάχεσθαι καὶ τὸ φεύγειν. (Vers. 67.) Σημείωσαι δὲ ὅτι, ἐπεί περ εἰκὸς ἦν ἐνταῦθα τοὺς μνηστῆρας εἰπεῖν ὡς αἱροῦνται οὐ μάχεσθαι ἀλλὰ φεύγειν, ἐπάγει Ὀδυσσεὺς ὡς οὐκ ἔσται οὐδὲ τοῦτο ὑμῖν. φησὶ γάρ· ἀλλά τιν' οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον. εἰ γὰρ καὶ Ἀντίνοος οἷα καὶ στρατηγὸς προκατῆρχε τοῦ ληΐζεσθαι, ἀλλ' ὁ Εὐρύμαχος οὐκ ἀντιβαίνων ἐκείνῳ ὑποστρατηγεῖν ἐδόκει. ἀκολούθως δὲ καὶ οἱ λοιποὶ τούτοις ἑπόμενοι στρατός τις ἦσαν αὐτοῖς· εἰκότως ἄρα πάντες ὀλοθρευθήσεσθε. (Vers. 68—88.) Ὅτι Ὀδυσσέως ἐκφήναντος ἑαυτὸν καὶ ἀπειλησαμένου, τῶν μὲν ἄλλων μνηστήρων αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· Εὐρύμαχος δὲ, ἀρετῇ γὰρ ἦν ὡς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
