# Commentarii ad Homeri Odysseam 2.273.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.273.1

ἐῤῥέθη ἔξοχος, ποιεῖ τὸ ἐγχωροῦν, καὶ στρατηγικῶς θαῤῥύνων ἐκείνους φησίν· ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους, ἀλλ' ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην, οὐδοῦ ἀπὸ ξεστοῦ τοξάσσεται, εἰσόκε πάντας ἄμμε κατακτείνῃ. ἀλλὰ μνησώμεθα χάρμης· φάσγανά τε σπάσασθε καὶ ἀντίσχεσθε τραπέζας ἰῶν ὠκυμόρων σχεδιάζοντες αὐτὰς ὡς εἰς ἀσπίδας. ἄλλως γὰρ ἀσπίδες αὐτοῖς οὐκ εἰσίν. ἐπὶ δ' αὐτῷ πάντες ἔχωμεν ἀθρόοι, εἴ πως αὐτὸν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων, ἔλθωμεν δ' ἀνὰ ἄστυ, βοὴ δ' ὤκιστα γένοιτο. οὕτως ἂν τάχα νῦν ὕστατα τοξάσαιτο. καὶ οὕτω μὲν ὁ τῶν μνηστήρων περιλειφθεὶς ἀρχὸς Εὐρύμαχος πρόμαχος παραθαῤῥύνων ἐλλόγως εἰς μάχην αὐτούς. καὶ ἅμα ἐρύσας φάσγανον ὀξὺ χάλκεον ἆλτο ἐπὶ τῷ Ὀδυσσεῖ σμερδαλέα ἰάχων. ὁ δ' ὁμαρτῇ δῖος Ὀδυσσεὺς ἰὸν ἀποπροϊεὶς, ἤγουν ἀπὸ τόξου ἢ ἀφ' ἑαυτοῦ προπέμψας, βάλε στῆθος παρὰ μαζὸν, ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δ' ἄρα χειρὸς φάσγανον ἧκε χαμᾶζε, περιῤῥηδὴς δὲ τραπέζῃ κάππεσε δινηθεὶς ἢ ἰδνωθείς· ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε, τὰ ἐπὶ τῇ τραπέζῃ, ὃ καὶ Ἀντίνοος ἐποίησε, καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ, θυμῷ ἀνιάζων· ποσὶ δὲ θρόνον ἀμφοτέροισι λακτίζων ἐτίναξε· κατ' ὀφθαλμῶν δὲ ἔχυτ' ἀχλύς. Καὶ ὅρα ὡς πλείων ἡ διασκευὴ τοῦ κατὰ τὸν Εὐρύμαχον σφαδασμοῦ ἤ περ τοῦ κατὰ τὸν Ἀντίνοον, φιλοτιμησαμένου τοῦ ποιητοῦ πλεῖόν τι φράσαι εἰς τὸν καὶ πλεῖον ἀνδρισάμενον. κεῖνται οὖν ἰδοὺ οἱ τῶν μνηστήρων ἀρχοὶ οἱ τῇ κατ' ἀνδρίαν ἀρετῇ ἔξοχοι. φρούδου τοίνυν τοῦ ἐξ αὐτῶν ὄντος κακοῦ, μείων λόγος τῶν λοιπῶν. (Vers. 70.) Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ὁ ποιητὴς ἐκ τοῦ γαρ συνδέσμου ἀρξάμενος ἐν τῷ, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας, ἀποδίδωσι τὴν ἔννοιαν μετὰ τρεῖς στίχους, εἰπὼν συνήθως, ἀλλὰ μνησώμεθα χάρμης. πολλαχοῦ γὰρ ὁ ἀλλα σύνδεσμος ἀποδοτικὸς κεῖται, ὅτε καὶ ἀντὶ τοῦ δὴ λαμβάνεται. Τὸ δὲ σχήσει ἐνταῦθα ἀντὶ τοῦ ἐφέξει, κωλύσει. Εἰς ἔπαινον δὲ ἀγαθοῦ τοξότου παρῳδηθήσεται τὸ, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἐπεὶ ἔλλαβε τόξον καὶ ἑξῆς. (Vers. 74.) Τὸ δὲ, ἀντίσχεσθε τραπέζας ἰῶν, ἀντὶ τοῦ προβάλλεσθε ἄντα ἢ ἄντην καὶ ἐξεναντίας τῶν βελῶν ἔχετε δίκην ἀσπίδων, ὡς εἴρηται. Τὸ δὲ τραπέζας πιθανῶς ἔχει διὰ τὸ πολλαχοῦ δεδηλῶσθαι ἑκάστῳ τῶν μνηστήρων παρακεῖσθαι τράπεζαν. (Vers. 75.) Τὸ δὲ, ἐπὶ δ' αὐτῷ πάντες ἔχωμεν, χρήσιμον εἰς τὸ, δαιμονίη, τί μοι ἐπέχεις; δῆλον γὰρ ὅτι καὶ ἐκεῖνο ταυτόν ἐστι τῷ, τί δή ποτε κατ' ἐμοῦ ἔχεις; τουτέστιν ὁρμᾶς, ἐλαύνεις. (Vers. 83.) Ἥπατι δὲ τὸ βέλος ἐμπήγνυται, οἰκείως ἴσως διὰ τὸ τοῦ Εὐρυμάχου κατ' ἔρωτα ἐπιθυμητικόν· ἤδη γὰρ οἱ τῆς Πηνελόπης ἐκέλοντο αὐτὴν Εὐρυμάχῳ γήμασθαι. οὕτω καὶ Ἀντίνοος βάλλεται τὸν λαιμὸν, εἴποι ἄν τις, διὰ τὸ φάγον καὶ λαίμαργον. Πολλοῖς δὲ καὶ ἐν Ἰλιάδι ὁ ποιητὴς μέρη βλάπτει σώματος ἀναλόγως οἷς ἐπλημμέλουν, ὡς ἐκεῖ σεσημείωται. βλάσφημος γοῦν τις γλῶσσαν βάλλεται, ἑτέρῳ δέ τινι διὰ δωροδοκίαν χεῖρες τέμνονται. (Vers. 84.) Περιῤῥηδὴς δὲ ὁ ἐῤῥαντισμένος αἵματι, ὡς ἀπὸ τοῦ ῥάζω, περὶ οὗ προείρηται· οὗ δεύτερος ἀόριστος ἔῤῥαδον· ὅθεν ὁ περιῤῥηδής. εὕρηται δὲ καὶ ἀμφιῤῥηδὴς ἐν ῥητορικῷ λεξικῷ καθ' ὁμοιότητα τούτου λεχθέν. (Vers. 86.) Τὸ δὲ, χθόνα τύπτε μετώπῳ, ἐπὶ Ἀμφινόμου ἐρεῖ, (Vers. 94.) χθόνα δ' ἤλασε παντὶ μετώπῳ, ὃν μετ' ὀλίγα κατὰ Ὀδυσσέως ὁρμήσαντα μετὰ ξίφους, εἴ πώς οἱ εἴξειε θυράων, ἔφθη Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ ὤμων μεσσηγὺς, διὰ δὲ στήθεσφιν ἔλασσεν. Ἔνθα καὶ ὅρα τὴν Ὁμηρικὴν δεξιότητα· πρωτόπειρος γὰρ ὢν πολέμου ὁ παῖς οὔτε θαῤῥεῖ μάχην ἀντιμέτωπον, ἀλλ' ἐνεδρευτικῶς βάλλει κατόπισθε. καὶ βαλὼν δὲ ἀπόρουσε λιπὼν δολιχόσκιον ἔγχος αὐτοῦ ἐν Ἀμφινόμῳ, οὐκ ἂν ἀπεοικὼς πάνυ ῥιψάσπιδος, εἴ γε καὶ αὐτὸς λιπὼν ἔγχος ἀπόρουσεν, οἷα δείσας μή τις ἔγχος ἀνελκόμενον ἢ ἐλάσῃ, τουτέστι κεντήσῃ, φασγάνῳ ἀΐξας, ἢ προπρηνέϊ τύψας, τουτέστι καταφερῆ πληγὴν ἐπενεγκών. δῆλον δὲ ὅτι ἐν τῷ προπρηνέϊ λείπει τὸ χειρί· ἄλλως γὰρ οὐκ ἔστι καταστῆσαι τὸ νόημα ὡς χρή. (Vers. 95.) Ὅρα δὲ ὅτι τε τὸ ἀπόρουσε εὐσχημόνως εἶπεν ἀντὶ τοῦ ἔφυγε διὰ τὸ ἀφοπλισθῆναι, καὶ ὅτι ξίφη πάντες εἶχον οἱ μνηστῆρες, φοροῦντες αὐτὰ κατὰ ἔθος καὶ αὐτὸ ἀρχαῖον, ὡς μυριαχοῦ δέδεικται. (Vers. 99.) Ἀσφαλὲς δὲ, οὐ μὴν πόῤῥω δειλίας καὶ τὸ μετὰ τὴν πληγὴν τοῦ Ἀμφινόμου τὸν Τηλέμαχον μάλα ὦκα φίλῳ πατρὶ ἀγχοῦ ἱστάμενον συμβουλεύσασθαι σάκος οἴσειν τῷ πατρὶ, ὡς προπαρηγγέλθη, καὶ δύο δοῦρε, καὶ κυνέην πάγχαλκον, καὶ αὐτὸν ἀμφιβαλεῖσθαι, δοῦναι δὲ καὶ τῷ συβώτῃ καὶ τῷ βουκόλῳ ἄλλα. (Vers. 104.) τετευχῆσθαι γάρ, φησιν, ἄμεινον. οὕτως ἐφευρετικὸν ἡ ἀνάγκη, καθ' ἣν ἐπινοεῖται σωτηρίαν ὁ παῖς ἑαυτῷ τε καὶ τῷ πατρὶ καὶ τοῖς δούλοις. διὸ καὶ ὁ πατὴρ προτρέπων ἐθέλει

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
