# Commentarii ad Homeri Odysseam 2.274.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.274.1

ταχῦναι αὐτὸν τὸ ἔργον, ἕως μοί, φησιν, ἀμύνεσθαι πάρα, τουτέστι πάρεισιν ὀϊστοί· μή μ' ἀποκινήσωσι θυράων μοῦνον ἐόντα. (Vers. 106.) Καὶ ὅρα ὡς ἡ δειλία τοῦ παιδὸς ἀσφάλεια γέγονεν αὐτῷ τε καὶ τῷ πατρὶ καὶ τοῖς δούλοις. ἐντεῦθεν γὰρ ἀφορμῆς δοθείσης ὡπλίσθησαν καὶ εἰς ἔργον ἠρτύναντο. Ἀσύνηθες δὲ ῥῆμα φράσει πεζῇ, ποιητικὸν δὲ ὅμως, τὸ τετευχῆσθαι, διαφορὰν ἔχον πάνυ πολλὴν πρὸς τὸ τεῦξαι· αὐτὸ μὲν γὰρ κατασκευήν τινα δηλοῖ, τὸ δὲ τετευχῆσθαι ὅπλισιν. (Vers. 103.) Ἰστέον δὲ καὶ ὅτι τὸ περιθέσθαι ὅπλα νῦν μὲν ἀμφιβαλέσθαι λέγει, μετ' ὀλίγα δὲ καὶ περιβαλέσθαι. (Vers. 116.) Ὅτι ὄφρα μὲν τῷ Ὀδυσσεῖ ἀμύνεσθαι ἔσαν ἰοὶ, τόφρα μνηστήρων ἕνα αἰεὶ βάλλε τιτυσκόμενος, οἱ δ' ἀγχηστῖνοι ἔπιπτον. αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντ' ἄνακτα, τόξον μὲν πρὸς σταθμὸν εὐσταθέος μεγάροιο ἔκλινεν ἑστάναι πρὸς ἐνώπια παμφανόωντα. (Vers. 121.) Ἔνθα σημείωσαι ὅτι ἐνώπια λέγει τοὺς ἑκατέρωθεν τῆς εἰσόδου τοίχους. πάντως γὰρ ὁ πρὸς τῇ φλιᾷ ἱστάμενος καὶ μὴ ἐθέλων αὐτῆς ἀποστῆναι ἐκεῖ που ἐκ πλαγίων τὸ τόξον ἀνέκλινε καὶ οὐ πρὸς τῷ μυχῷ τοῦ ἀνδρῶνος τῷ ἀντικρὺ τῆς εἰσόδου. ἐκεῖνος γὰρ τοῖς μνηστῆρσιν ἐξ ἀνάγκης εἴχετο. καὶ οὕτω μὲν ἀνέκλινε τὸ τόξον ὁ Ὀδυσσεύς. (Vers. 122.) αὐτὸς δὲ τοῦ λοιποῦ ὁπλίζεται. ὃ καὶ διασκευάζει ὁ ποιητὴς φράζων, καθὰ καὶ ἐν Ἰλιάδι, ὅτι δηλαδὴ ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον, ὅ ἐστι τετράθετον, τετράπτυχον· κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν, ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. εἵλετο δ' ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ· ἃ δὴ πάντα ἐκ τῶν τῆς Ἰλιάδος ἐνταῦθα παρατέθεινται. (Vers. 126—138.) Ὅτι ὀρσοθύρη ἐνταῦθα παρὰ τῷ ποιητῇ θύρα τις ἐπίσημος ὑψηλοτέραν πρόσβασιν ἔχουσα, εἰς ἣν οὐχ' οἷόν τε ἦν ἀνελθεῖν τινὰ μὴ διὰ κλίμακος ἴσως ἢ ἄλλως πως ἀνορούσαντα καὶ ἀναθορόντα εἰς αὐτήν. ὅθεν καὶ ὀρσοθύρη ἐκαλεῖτο, ἤγουν θύρα εἰς ἣν ὄρνυταί τις θέλων ἰδεῖν ἐκεῖθεν. ἡ δὲ τοιαύτη σύνθεσις καὶ τὴν ὀρσύδραν παρήγαγεν, ὀπὴν ἐκείνην, δι' ἧς ὄρνυται ὕδωρ ὑψοῦ. τινὲς δὲ τὴν ὀρσοθύρην ἐκτομάδα θύραν ἡρμήνευσαν, δι' ἧς εἰς ὑπερῷον ἀναβαίνουσιν ὀρούοντες ἐπ' αὐτῆς. εἴη δὲ ἂν αὕτη, ὁποία ἡ καταῤῥάσσουσα κλιμάκων ἄνω, καὶ δι' αὐτὸ λεγομένη κοινῶς καταράκτης. τέως μέντοι τὴν Ὁμηρικὴν ταύτην στοχάζονταί τινες ἐν γωνίᾳ ἐκ δεξιῶν εἶναι τῷ Ὀδυσσεῖ ἱσταμένῳ ἐπὶ τῆς φλιᾶς καὶ τοξεύοντι, οὖσαν ἔν τινι διαχώρῳ τοῦ τοίχου στενωτάτῳ. ἔφερε δὲ ἡ τοιαύτη ὀρσοθύρη τὸν ἀνελθόντα εἰς αὐτὴν ἐπὶ τὰς μετὰ τὸν πρόδομον θύρας τῆς αὐλῆς, ἧς τὰς πύλας δεσμῷ βιβλίνῳ Φιλοίτιος ἐπέδησε, καὶ ἐπὶ λαῦραν, τουτέστι δημοσίαν στενωπὸν, περὶ ἧς καὶ ἐφεξῆς ῥηθήσεται. ταύτην δὴ τὴν ὀρσοθύρην τὴν, ὡς εἰκὸς, φωταγωγὸν, ἄλλως γὰρ οὐκ ἂν προκύπτειν χρήσιμος ἡ ὀρσοθύρη, ἣν ὡς θύραν σανίδες εἶχον εὖ ἀραρυῖαι, ἐπεὶ καὶ πᾶσαι θύραι ὡσεπιπολὺ σανίδες εὖ ἀραρυῖαι λέγονται, κελεύει Ὀδυσσεὺς τὸν Εὔμαιον φράζεσθαι μίαν μόνην ἔχουσαν ἀφορμὴν, οἵαν ἑνὶ μόνῳ διεξοδευθῆναι διὰ τὸ ἄγαν στενώτατον, καὶ διατοῦτο καὶ ὑπὸ ἑνὸς μόνου ἀλκίμου δυναμένην φυλάττεσθαι. δέδιε γὰρ μεμνημένος ὁ Ὀδυσσεὺς τῆς τοιαύτης ὀρσοθύρης, μή τις ἀναδραμὼν ἐκεῖ καὶ ἐκβοήσας ἀνεγείρῃ τὴν πόλιν. καὶ οὕτω μὲν Ὀδυσσεὺς εὖ εἰδὼς, καθὰ καὶ ὅτε τῷ υἱῷ ἐν τοῖς ἀγροῖς ἐγνωρίσθη, ἀνεμνήσθη, πολλὰ ἔχειν οἴκαδε ὅπλα καὶ προησφαλίσατο τὴν ἐκείνων ἐν θαλάμῳ ἀπόθεσιν. ἐπεὶ δὲ οὐκ ἀπεικὸς τὸν αὐτὸν νοῦν ἅμα εἰς διαφόρους ἐλθεῖν, ἔδει δὲ καὶ τὸν Ὀδυσσέα φανῆναι οὐ μάτην εὐλαβούμενον, ἀναμιμνήσκεται ἅμα τῆς ὀρσοθύρης καὶ μνηστὴρ ὁ Ἀγέλαος, καὶ ὀτρύνει ἀναβῆναι τινὰ εἰς αὐτὴν καὶ βοὴν θέσθαι κατὰ τοῦ Ὀδυσσέως δηλαδή. Μελάνθιος μέντοι οὐ δυνατὰ ταῦτα εἶναι φησὶ διά τε τὸ ἐγγὺς τῆς ὀρσοθύρης τὰς τῆς αὐλῆς εἶναι θύρας καὶ διότι ἀργαλέον τὸ στόμα τῆς λαύρας ἤγουν ὁ πρὸς τὴν ὀρσοθύρην ἄγων στενωπός· ὡς ἕνα τινὰ ἐκεῖ σταθέντα δύνασθαι πάντας ἐρύκειν. καὶ οὕτως ἐναγώνιόν τι πρᾶγμα ὁ ποιητὴς ὑπολαλήσας καὶ αὖθις αὐτὸς παύσας δεξιῶς τὸ τοιοῦτον, τὸ ἐντεῦθεν ὡς εἰκὸς μηχανώμενος ἀξιόλογον μάχην συστήσασθαι, ὡς μηδὲν μέγα ὂν, εἴ περ ἔνοπλοι οἱ περὶ Ὀδυσσέα ἀόπλοις τοῖς μνηστῆρσιν ἐπιθέμενοι περιεγένοντο, ποιεῖ τὸν δοῦλον Μελάνθιον ὑπισχνούμενον ἠρεμαίᾳ, ὡς εἰκὸς, φωνῇ ἐνεγκεῖν αὐτοῖς τεύχεα ἐκ θαλάμου, ἅ περ οἴεσθαί φησιν ἔνδον καταθεῖναι τόν τε Ὀδυσσέα καὶ τὸν υἱόν. καὶ ποιεῖ οὕτω. καὶ ἀναβὰς ἐς θαλάμους Ὀδυσῆος ἀνὰρ ῥῶγας μεγάροιο δώδεκα μὲν σάκεα ἔξελεν, ἤγουν ἐξείλετο, ἐπελέξατο· τόσσα δὲ δοῦρα καὶ τόσσας κυνέας χαλκήρας ἱπποδασείας. καὶ οὕτως ὁπλίζονται καὶ οἱ μνηστῆρες καὶ γίνεται ἰσχυρὸς πόλεμος. προέβη δ' ἂν τὸ κακὸν καὶ εἰς πλέον, εἰ μὴ προεμηθεύσατο Ὀδυσσεύς. ἐλθὼν γὰρ αὖθις εἰς τὸν θάλαμον

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
