# Commentarii ad Homeri Odysseam 2.275.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.275.1

ὁ δοῦλος ἐπειρᾶτο ἀγαγεῖν καὶ ἕτερα τεύχεα τοῖς μνηστῆρσιν. ἁλοὺς δὲ πάσχει τὰ δηλωθησόμενα. ἐν τούτοις δέ φασιν οἱ παλαιοὶ καὶ ἑτέραν ὀρσοθύρην εἶναι, δι' ἧς ἀνελθὼν εἰς τὸ ὑπερῷον Μελάνθιος ἀνείλετο τὰ ὅπλα, τεκμηράμενοι τοῦτο ἐκ τοῦ, ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος ἐς θαλάμους. ἔστι δὲ ἡ περὶ τῆς πρώτης ὀρσοθύρης Ὁμηρικὴ φράσις αὕτη, ἀφηγουμένη συνήθως ἐν τῷ ἀπὸ ῥήματος ἄρξασθαι ὑπαρκτικοῦ· ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ· ἀκρότατον δὲ παρ' οὐδὸν εὐσταθέος μεγάροιο ἦν ὁδὸς ἐς λαύρην, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι, ἢ καὶ ἄλλως, σανίδες δ' ἔχον ἐντὸς ἢ ἔνδον ἐΐσαι. τὴν δ' Ὀδυσσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν, ἑσταότα ἄγχι αὐτῆς· μία δ' οἴη γίνετ' ἐφορμή. τοῖς δ' Ἀγέλαος μετέειπεν· ὦ φίλοι, οὐκ ἂν δή τις ἀν' ὀρσοθύρην ἀναβαίη καὶ εἴποι λαοῖσι, βοὴ δ' ὤκιστα γένοιτο; τῷ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσαιτο. καὶ ὁ Μελάνθιος, ὡς ἐῤῥέθη, κωλύων φησίν· Οὔ πως ἔστ', Ἀγέλαε Διοτρεφές· ἄγχι γὰρ αἰνῶς αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης· καί κεν εἷς πάντας ἐρύκοι ἀνὴρ, ὅστ' ἄλκιμος εἴη. (Vers. 126.) Ἰστέον δὲ ὅτι παλαιῶν τινῶν λεγόντων ἐνταῦθα, ὡς ἐν τῷ τοῦ οἴκου ἔναντι τοίχῳ θύρα ἦν, δι' ἧς εἰς τὸν θάλαμον ἦν ἀναβῆναι, φαίνεται ὡς ἡ αὐτὴ ὀρσοθύρη ἐπιτηδεία ἦν καὶ βοὴν ἐκεῖθεν γενέσθαι καὶ ἀναγαγεῖν εἰς τὰ ὅπλα. ἐπεὶ οὖν αὕτη ἀσυντελὴς ἦν εἰς τὸ πρῶτον, χρησιμεύει λοιπὸν εἰς τὸ δεύτερον. καὶ ἀναβὰς δι' αὐτῆς ὁ Μελάνθιος φέρει τεύχεα. δοκεῖ δὲ κρεῖττον εἶναι, δευτέραν τινὰ ὀρσοθύρην, ὡς ἐῤῥέθη, νοῆσαι, δι' ἧς ἀναβὰς ὁ Μελάνθιος ἐποίησε τὸ κακόν. Ἰστέον δὲ ὅτι ἔθους ὄντος Ὁμήρῳ κατὰ ποσά τινα διαστήματα στρυφνότερον γράφειν καὶ συνάγειν καὶ οὕτω ἐξ ὑπτιότητος τὸν ἀκροατὴν εἰς ἐγρήγορσιν, τοιοῦτον ἐστὶ καὶ τὸ κατὰ τὴν ὀρσοθύρην, εἰς ὃ καὶ καταγραφῆς ἐδεήθησαν οἱ παλαιοὶ, σχηματίζοντες ποῦ ὀρσοθύρη καὶ ποῦ ὁ θάλαμος, καὶ τὰς ῥῶγας τοῦ οἴκου καὶ τὴν αὐλὴν καὶ τὰ λοιπὰ, ὡς ἐν τοῖς τῶν ἀντιγράφων ἀκριβεστέροις κεῖται. ἀρκεῖ δὲ ὅμως καὶ τὰ ῥηθέντα παραστῆσαι τὴν τοῦ χωρίου, ὡς δυνατὸν, ἔννοιαν. (Vers. 144.) Σημείωσαι δὲ καὶ ὅτι τὸ περὶ τῶν δώδεκα σακέων καὶ τὸ ἐφεξῆς Ἀρίσταρχος ἀθετήσας κεχίακεν, ἀδύνατον εἶναι εἰπὼν τοσαῦτα βαστάσαι ἄνθρωπον. (Vers. 128.) Λαῦρα δὲ στενὴ ὁδὸς, ἄμφοδος, δι' ἧς λαοὶ ῥέουσιν ἤτοι φέρονται. ὅθεν, φασὶ, καὶ διάλαυρος ὁ ἐν τῷ πέραν τῆς ἀμφόδου οἰκῶν καὶ οἷον ἀντίθυρος. Ἐν δὲ ῥητορικοῖς λεξικοῖς φέρεται καὶ ὅτι λαῦρα ἡ ἀμάρα καὶ ὅτι λαῦραι ῥύμαι, κῶμαι, στενωποὶ, ὑπόνομοι. σύνθετον δ' ἐκ τῆς λαύρας καὶ ἡ σποδησιλαῦρα, τουτέστιν ἡ πόρνη, λεγομένη οὕτω παρὰ τὸ διατρίβειν ταπολλὰ ἐν ταῖς ὁδοῖς, ἢ καὶ δημοσίᾳ συμπλέκεσθαι, ὥς φασιν οἱ παλαιοί. τὸ γὰρ σποδεῖσθαι καὶ ἐπὶ μίξεως τίθεται. διὸ ἡ αὐτὴ καὶ χαμαιτύπη λέγεται ὁμωνύμως τῷ κατ' αὐτὴν στρώματι· ἔτι δὲ καὶ λεωφόρος· ἀκολούθως δὲ καὶ πανδοσία· καὶ χαλκιδίτις δὲ διὰ τὸ εὐτελές, φασι, τοῦ διδομένου νομίσματος. εἰ δὲ καὶ πολύϋμνος, ἀλλὰ τοῦτο σεμνότερον δῆθεν πόρνης ἐπίθετον διὰ τὸ αὐτῆς περιώνυμον. φορτικὸν δέ γε ἡ μανιόκηπος, ὃ δηλοῖ τὴν μεμηνυῖαν περὶ κῆπον τὸν κατ' αὐτὴν, ὃς τὸ παιδογόνον σημαίνει. εἰ δὲ καὶ λούπα ἡ αὐτὴ, ὅ πέρ ἐστιν Ἰταλικῶς λύκαινα, διὰ τὸ ἁρπακτικὸν, καὶ ἀνασεισίφαλλος, καὶ μύζουρις διὰ τὸ μυζοῦν οὐρὰν, ὅ ἐστι θηλάζειν, καὶ ἀνασύρτολις, καὶ σατύρα, καὶ εἰλίπους, καὶ γεγωνοκώμη. καὶ τοιαῦτα τινὰ εἰς τοσοῦτον εἰρήσθω. Λαύρας δὲ χρῆσις καὶ παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ, λαῦραν ἀντεσκεύαζε στενήν τινα οὖσαν καὶ πλήθουσαν τῶν πρὸς ἀπόλαυσιν. εἶεν δ' ἂν τοιαῦται λαῦραι καὶ οἱ ἐν ταῖς πόλεσι λεγόμενοι ἔμβολοι. (Vers. 143.) Ῥῶγες δὲ μεγάροιο, δίοδοι, ῥήγματα, θυρίδες, θηλυκῶς ἀπὸ τοῦ ῥὼξ ῥωγός· αὐτὸ δὲ ἀπὸ τοῦ ῥήσσω ῥήξω. τινὲς δὲ οὐδετέρως τὸ ῥῶγας ἐνόησαν ὡς τὸ κῶας. ὅτι δὲ ἐν τῷ, ἀνὰρ ῥῶγας, διπλάζουσι τινὲς τὸ ἀμετάβολον, καθά που καὶ ἐν τῷ κατὰρ ῥόον καὶ ἐν ἑτέροις ὁμοίοις, ἔστιν ἐκ τῶν παλαιῶν ἀντιγράφων ἀναλέγεσθαι. ἀφ' ὧν δῆλον καὶ ὅτι, ὥς περ σπάνια τὰ εἰς εξ, κρὲξ, ἐπίτεξ, λέλεξ τὸ διὰ τοῦ γ κλιθέν, οὕτω καὶ τὰ εἰς ωξ, πτὼξ, βῶξ, ῥὼξ, ὃ καὶ αὐτὸ διὰ τοῦ γάμμα κλίνεται. τούτων δὲ σύνθετα πολυπτὼξ καὶ ἀποῤῥώξ. εἰσὶ δὲ τοιαῦτα καθ' Ἡρῳδιανὸν καὶ ἀπὸ τοῦ τρώγω γραμματοτρὼξ, κυαμοτρώξ. οὕτω δὲ σπανίζεται καὶ τὰ εἰς οξ διὰ τοῦ ο μικροῦ, φλὸξ διὰ τοῦ γάμμα, καὶ πρὸξ καὶ Καππάδοξ, ὧν κλίσις διὰ τοῦ κάππα. ὁ δὲ ταῦτα παραδιδοὺς καὶ τὰ εἰς αιξ εἰς δύο μόνα περιγράφει. αἲξ γὰρ αἰγὸς, καὶ Θραῖξ Θραικός. ὑποτέτακται γάρ, φησι, τὸ ἰῶτα τῷ ἄλφα, εἰ μὴ συνεκφωνεῖται, ὡς δῆλον ἐκ τοῦ Θρήϊκας καὶ Θρηΐκεον καὶ τῶν ὁμοίων. τὸ μέντοι γύναιξ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὐ· ᾗ συνεπιλείπει καὶ ἡ ἐντελὴς κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ Ζεῦ ἄνα,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
