# Commentarii ad Homeri Odysseam 2.281.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.281.1

ἐπέγραψεν, ὃ καὶ αὐτὸ εἴρηται ἀντὶ τοῦ ἐπιπόλαιον ἔξυσε· τραχύτερον δὲ, ὥς περ τὸ ἔγραψε τοῦ ἔγλαψεν, οἷον εὐνὰς ἐν ψαμάθοισι διαγλάψασα, οὕτω καὶ τοῦ λίγδην τὸ ἐπιγράβδην διὰ τὴν τραχυφωνίαν τοῦ ῥῶ. δῆλον δὲ ὡς ἐκ τοῦ τοιούτου γράφειν καὶ γράβδην ἐπίῤῥημα καὶ γραπτύες ἐν τοῖς μετὰ ταῦτα αἱ τῶν μελῶν γραφαὶ, τουτέστιν ἀμυχαὶ, ξεσμοί. Ἰστέον δὲ καὶ ὅτι δόξοι ἂν ὅθεν γίνεται κατὰ ὀνοματοποιΐαν τὸ λίγδην, ἐκεῖθεν γίνεται καὶ τὸ, λίγξε βιός. καὶ ἐκεῖ γὰρ λειότερον τὸ ἐκφώνημα ἤ περ ἐν τῷ ῥοῖζος. ἐπεὶ καὶ τραχυφωνότερον τὸ ῥῶ ἤ περ τὸ λ. ἴσως δὲ ἐκ τοιούτου τινὸς τρόπου καὶ λίγδος παρὰ Αἰλίῳ Διονυσίῳ ὁ χῶνος, περὶ οὗ ἐν ἑτέρῳ ῥητορικῷ λεξικῷ γράφεται καὶ ὅτι λίγδος χωνεία, ἀλοιφή· καὶ λίγδοι χωνευτήρια, χόανα, νομισμάτων διατύπωσις· ἐν ἄλλῳ δὲ ὅτι λίγδος χῶνος τρήματα ἔχων συνεχῆ παραπλήσια τῷ δέλτα, δι' ὧν χαλκὸς ἠθεῖται. Ὅρα δὲ ὅτι θηλυκῶς τε καὶ ἀῤῥενικῶς λέγεται ῥινὸς κατὰ τὰ ἀντίγραφα. ὅτι δὲ καὶ σὺν τῷ γάμμα προπερισπωμένως λέγεται κατά τινα γλῶτταν γρῖνος, δηλοῖ ὁ τεχνικὸς, ἔνθα λέγει καὶ ὅτι γρίσσων ὁ χοῖρος καὶ γρίντης ὁ γριπεὺς καὶ γριφᾶσθαι τὸ γράφειν παρὰ Λάκωσι καὶ γριπεὺς ὁ ῥάπτων ἁλιευτικὰ δίκτυα καὶ γρῖφος δύσκολον ζήτημα ὃ ἐν συμποσίοις ἔλεγέ τις προκειμένης φιάλης οἴνου γεμούσης καὶ ὁ ἐπιλυσάμενος τὸ ἀπορηθὲν ἐξέπινεν, εἰ δὲ μὴ, ὁ ἀπορήσας ἐνεφορεῖτο τῆς φιάλης. (Vers. 285. sqq.) Ὅτι Φιλοίτιος βεβληκὼς Κτήσιππον πρὸς στῆθος, ὃς ἔφθασεν ἐπαφεῖναι πόδα βοὸς ἐπαιτοῦντι τῷ Ὀδυσσεῖ, φιλοκέρτομόν τε αὐτὸν λέγει· τοιοῦτος γὰρ, ὡς εἰκὸς, τὸ ἦθος ἦν, καὶ παραίνεσιν ἀποτρεπτικὴν μεγαλοῤῥημοσύνης ἐκφωνεῖ εἰπών· μή ποτε πάμπαν εἴκων ἀφραδίαις μέγα εἰπεῖν, ἀλλὰ θεῷ μῦθον ἐπιτρέψαι, τουτέστιν ἀνάθες, ἐπεὶ πολὺ φέρτερός ἐστιν. εἶτα ἐπιφωνεῖ· τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ' ἔδωκα ἀντιθέῳ Ὀδυσῆϊ δόμον κατ' ἀλητεύοντι. Ἰστέον δὲ ὅτι τὸ, τοῦτό σοι ἀντὶ ποδὸς ξεινήϊον, εἰς παροιμίαν ὕστερον ἔπεσεν ἐπὶ τῶν ἀντὶ κακοῦ ἀπολαβόντων κακόν. ἦν δὲ σοφὸς πάμμεγας καὶ ἱερὸς ὁ κατάρξας τῆσδε τῆς παροιμίας, ὃς καὶ Κυκλώπειον δωρεὰν ἔφη ὡς ἐκ τῶν κατὰ Κύκλωπα τὴν καὶ ὄψιμον καὶ ὀλεθρίαν, ὡς ἐκ τοῦ, Οὖτιν ἐγὼ πύματον ἔδομαι. τοιαύτῃ μεθόδῳ καὶ τὸ, αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεὺς, παροιμιῶδες ἔσται, ὡς πρὸ βραχέων γέγραπται. οὕτω δὲ καὶ τὸ, Βελλεροφόντης καθ' ἑαυτοῦ γράμματα ἐκ τῶν Ὁμήρου εἴληπται. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα πολλαχόθεν ἔστιν ἐξευρίσκεσθαι, καὶ οὐ μόνον ἐκ τῶν λογίως διεσκευασμένων, ἀλλὰ καὶ τῶν δημοτικωτέρων. καὶ γέμει τοιούτων παροιμιῶν ὁ βίος. ἔχει δὲ καὶ ἄλλως ὁ καθ' ἕνα τῶν κατ' ἄνθρωπον παροιμίας ποιεῖν ἐν τῷ ὁρμᾶσθαι ποθὲν δεξιῶς, οἷον, ὁ μαθὼν πεῖσμα καὶ πεισμονὴν ἐπὶ τῶν ἐνστατικῶν εἰρῆσθαι τροπικῶς ἀπὸ τῶν κατὰ νῆας πεισμάτων ἤγουν σχοινίων ἐρεῖ παροιμίαν ὑποκλέψας ἐκεῖθεν, ὡς πάντες τοῦ αὐτοῦ λίνου ἢ τῆς αὐτῆς καννάβεως ἐστὲ, τουτέστιν ὁμοίως πάντες πεισματικοί. ἔτι φόρτον Αἰσώπειον εἴποι ἄν τις ἐπὶ τῶν μὴ ἀεὶ βαρυνόντων ὡσαύτως ἀλλ' ὑφιέντων ἠρέμα κατὰ βραχὺ τοῦ εἴτε σωματικοῦ ἢ ἀλλοίου ἄχθους, ὁρμηθεὶς ὁ τοιοῦτος ἐκ τῶν κατὰ λογοποιὸν Αἴσωπον, ὃς φρυκτὰς αἴρων μάζας εἰς ὁδὸν καὶ φόρτον ἐξογκώσας οὔτε εὐάγκαλον, ἀλλὰ καὶ δυσβάστακτον διὰ τὸ περιβριθὲς, τὴν μὲν ἀρχὴν ἐγελᾶτο οἷα τοσοῦτον ἄχθος τοῦ μετρίου προελόμενος, τῇ δὲ ἑξῆς καὶ τῇ μετ' αὐτὴν καὶ τῇ ἐχομένῃ ἐθαυμάζετο διὰ τὸ ἀπηλλάχθαι τοῦ κατὰ τοὺς συνδούλους βαρύνεσθαι διόλου τῷ ἀχθοφορήματι. Τὸ δὲ καὶ δυάζειν τὰς παροιμίας ἄλλη τις αὐτὸ δεξιὰ μέθοδος δηλωθεῖσα καὶ ἀλλαχοῦ, καθ' ἣν τὸ, νίκη Καδμεία, οἱ μὲν ἐπὶ τῆς ἀκερδοῦς καὶ ἀνωφελοῦς ἐξελάβοντο ψογερῶς, οἱ δὲ ἐπὶ τῆς ἄκρας καὶ καθ' ὑπερβολήν. καὶ τὸ ἅλμην δὲ ἔχειν, ὡς προδεδήλωται, πῇ μὲν πικρὸν ἄνθρωπον σκώπτει, πῇ δὲ ἡδὺν παραδηλοῖ καὶ, ὅ φασιν, εὔνοστον. ὁμοίῳ δὲ λόγῳ καὶ τὸ ἀπὸ δρυὸς ἢ πέτρης εἶναι τινὰ οὐ μόνον ἀρχαιογονίαν παλαιτάτην σημαίνει Ὁμηρικώτερον, ἀλλὰ καὶ ἦθος ἀτέραμνον κατὰ καιρίαν ἔστιν ὅτε παράχρησιν. καὶ ταῦτα μὲν οὕτως. Ἀστεΐζεται δὲ Φιλοίτιος λογισάμενος τὸ τοῦ δόρατος ἄρτι ξύλον ἀντὶ τοῦ ἐπαφεθέντος τῷ δεσπότῃ ὀστοῦ. Ἀστείως δὲ τὸν ἐπαφεθέντα κατὰ τοῦ Ὀδυσσέως πόδα βοὸς βοῶν ἐπιβουκόλος ἀνὴρ βάλλει ὁ Φιλοίτιος. (Vers. 293.) Ὅτι καὶ ἐνταῦθα τὸ οὖτα κεῖται προπερισπώμενον διὰ ἀποκοπὴν τὴν ἐκ τοῦ οὔτασεν, ὃ σημαίνει τὴν ἐγγύθεν πληγήν. φησὶ γοῦν· οὖτα Δαμαστορίδην αὐτοσχεδὸν, ἤγουν ἔγγιστα. ἔνθα εἰ καὶ προσέκειτο αὐτοσχεδὸν καὶ ἄλλως τὸ οὖτα, τὴν αὐτὴν σημασίαν εἶχεν ἄν. Δῆλον δὲ καὶ ὅτι τὰ πολλὰ μὲν μακρόθεν ἔβαλλον ἔγχεσιν οἱ παλαιοὶ, ἔστι δὲ ὅτε καὶ αὐτοσχεδὸν ἔπληττον. ἐκ δὲ τοῦ τοιούτου αὐτοσχεδὸν καὶ αὐτοσχέδιον λέγεται, οὗ ἡ κατεργασία οὐκ ἐκ μακροῖ, ἀλλὰ προσεχὴς καὶ ἔγγιστα. (Vers. 297—309.) Ὅτι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
