Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.282.1
Not analysed yet
μετὰ τὴν, ὡς ἐῤῥέθη, ἐμφάνειαν τῆς Ἀθηνᾶς καὶ τὴν τοῦ Ὀδυσσέως στρατηγικὴν λαλιὰν τὴν καὶ ἑαυτοῦ συστατικὴν καὶ τῶν μνηστήρων ἐκφοβητικὴν ἐρεθισμοῦ γενομένου πλείονος καὶ Ὀδυσσέως μὲν καὶ τῶν περὶ αὐτὸν ἐπιτυχῶς, ὡς ἐῤῥέθη, βαλλόντων, τῶν δέ γε μνηστήρων πλαζομένων ἐν ταῖς βολαῖς, ἔπεισιν ὡς εἰκὸς πτοία πολλὴ καὶ πτυρμὸς τοῖς μνηστῆρσι. καὶ οὐκέτι ἐνίστασθαι δύνανται, ἀλλ' οἴχονται τυπτόμενοι ἀγεληδὸν καὶ οὐκέτι καθένα πρὸς ὄνομα. καὶ τὸ πάθος ἡ ποιητικὴ Μοῦσα τερατωδέστερον φράζουσα εἰς τὴν τῆς Ἀθηνᾶς ἀνάγει αἰγίδα τὸ αἴτιον, περὶ ἧς ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται σαφῶς. καὶ τήν τε πτοίαν καὶ φυγὴν τῶν μνηστήρων παραβολικῶς ἐνδείκνυται, καὶ τὴν τοῦ Ὀδυσσέως δὲ ὁμοίως ἀνδρίαν καὶ τῶν ἀμφ' αὐτόν. καὶ φησί· δὴ τότ' Ἀθηναίη φθισίμβροτον αἰγίδ' ἀνέσχεν ὑψόθεν ἐκ κορυφῆς, τῶν δὲ φρένας ἐπτοίησε, τουτέστιν ἐπτόησεν· ἢ καὶ ἄλλως, τῶν δὲ φρένες ἐπτοίηθεν, τουτέστιν εὐλαβήθησαν, ἐπτοήθησαν. εἶτα τὴν τοιαύτην πτοίαν διὰ παραβολῆς ἑρμηνεύων φησίν· οἱ δ' ἐφέβοντο κατὰ μέγαρον, βόες ὣς ἀγελαῖαι· τὰς μέν τ' αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ' ἤματα μακρὰ πέλονται, τουτέστι γίνονται, ὡς ἔκτοτε μειζόνων γινομένων τῶν ἡμερῶν. Ἐφ' οἷς καὶ τὴν ἀνδρίαν τῶν τοῦ Ὀδυσσέως ὁμοίως παραδεικνὺς φησίν· ὁ δ', ὥς τ' αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι, οἱ πολλαχοῦ ῥηθέντες, ἐξ ὀρέων ἐλθόντες ἐπ' ὀρνίθεσσι θορῶσι· ταὶ μέν τ' ἐν πεδίῳ νέφεα πτώσσουσαι ἴενται, οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ γίνεται, οὐκ ἔχουσι γὰρ ἀνθίστασθαι οὐδὲ φυγεῖν, καταλαμβάνονται γὰρ, χαίρουσι δέ τ' ἀνέρες ἄγρῃ· ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα τύπτον ἐπιστροφάδην, τουτέστιν ἐπιστρεπτικῶς ὧδε καὶ ἐκεῖ· τῶν δὲ στόνος ὤρνυτο ἀεικὴς, κράτων τυπτομένων· δάπεδον δ' ἅπαν αἵματι θῦεν· ὃ πολλαχοῦ τῆς Ἰλιάδος κεῖται δαψίλειαν δηλοῦν αἵματος κατά τινα ῥοῦν τῷ δαπέδῳ ἐπιτρέχοντος. Ἔνθα ὅρα ὡς καὶ ἑτέρωθι δάπεδον τὸ τοῦ μεγάρου ἔδαφος. οὐ γὰρ δή που τὸ τῆς αὐλῆς ἐνταῦθα δηλοῖ, οὐδ' ἄλλο τι αἴθριον μέρος γῆς. δῆλον δ' ὅτι τὸ τοιοῦτον βασιλικὸν δάπεδον καὶ κραταίπεδον ἂν εἴη διὰ τὸ, ὡς εἰκὸς, λιθόστρωτον εἶναι περὶ οὗ σαφὴς φράσις τὸ, ταῦτα δὲ πάντα δάπεδον εἶχεν ἐν ἀβακίσκοις συγκείμενον ἐκ παντοίων λίθων. Ἔνθα ὅρα τὸ ἀβακίσκοις· ἐξ οὗ δῆλον, ὡς οὐ μόνον ἐπὶ σανίδος ὁ ἄβαξ καὶ τὸ ἀβάκιον, ἀλλ' ἰδοὺ καὶ ἐπὶ λίθων ὁμοιοσχημόνων ξυλίνοις ἄβαξιν. Ὅτι δὲ κραταίπεδον τὸ κραταιὸν πέδον συντεθειμένον πρὸς ὁμοιότητα τοῦ κραταιγύαλον, οὐκ ἄδηλόν ἐστιν. (Vers. 299.) Ἰστέον δὲ ὅτι τῶν ῥηθεισῶν παραβολῶν ἡ πρώτη μὲν σεμνοτέρους εἶχε τοὺς μνηστῆρας εἰς βόας αὐτοὺς παραβάλλουσα διὰ τὸ ἀγελαῖον τοῦ πλήθους, τοὺς μέντοι πτοοῦντας μικροφυεῖ ζωυφίῳ τῷ οἴστρῳ εἴκαζε διὰ τὴν κατὰ πλῆθός τε ὀλιγότητα καὶ τὸν ἐκ τοῦ βάλλειν κεντρισμόν· ἡ μέντοι δευτέρα ἀπεναντίας ἥκει τῇ πρώτῃ, πάνυ μὲν σεμνύνουσα τοὺς διώκοντας τῇ πρὸς αἰγυπιοὺς παραβολῇ, ἀχρειοῦσα δὲ τοὺς διωκομένους μνηστῆρας διὰ τοῦ μηδὲ πρὸς ὄνομα μνησθῆναι οἵοις ὀρνίθεσσιν ἐν τῷ φεύγειν ἐοίκασι, προϊὼν δὲ καὶ πάντῃ τοὺς μνηστῆρας ἐξευτελίσει διὰ τῆς πρὸς ἰχθύας παραβολῆς. (Vers. 297.) Ἰστέον δὲ ὅτι οὐ μόνον Ζεὺς αἰγίοχος παρὰ τῇ ποιήσει, ἀλλ' ἰδοὺ καὶ Ἀθηνᾶ ἡ τοῦ Διὸς, εἰ καὶ μὴ αἰγίοχος καλεῖται, ἀλλ' αἰγίδα ἔχει, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, καὶ ταύτην τῶν μὲν σωστικὴν, τῶν δὲ ὀλέτειραν. ἐπεὶ, ὡς καὶ αὐτὸ ἐν ἄλλοις ἐῤῥέθη, καὶ Ποσειδῶν ἀσφάλιός τε καὶ γαιήοχος καὶ αὖ ἐνοσίχθων καὶ ἐννοσίγαιος. καὶ Φοῖβος δὲ οὐ μόνον Ἀπόλλων, ἀλλὰ καὶ οὔλιος, τουτέστιν ὁλότητος καὶ ὑγιείας ποιητικὸς ὅτι καὶ ἰατρός. καὶ Ἑρμῆς δὲ ὁ αὐτὸς καὶ ἀποστερητικὸς διὰ τὴν κλεπτικὴν καὶ κερδῷος δὲ διά τε τὸ ἐμπολαῖος εἶναι καὶ διὰ τὰ Ἕρμαια. καλῶς οὖν καὶ λαοσσόος ἡ Ἀθηνᾶ, ὅ περ ἐν μιᾷ λέξει δηλοῖ ὅτι τε λαοὺς σόους τηρεῖ καὶ ὅτι σεύει ἢ σοβεῖ λαοὺς, ἄλλως τε καὶ διὰ τῆς φθισιμβρότου αἰγίδος. (Vers. 300.) Οἶστρος δὲ θηρίδιον ὁ καὶ μύοψ λεγόμενος, μυίας μὲν μεῖζον, τὰ δ' ἄλλα ἐμφερὲς, ὃ ἐγχρίπτον βουσὶ καὶ δάκνον, κατὰ δέ τινας καὶ εἰς τὰ ὦτα εἰστρέχον αὐτῶν, ὅπῃ τύχοι κομίζον ἀναγκάζει φέρεσθαι. διὸ καὶ οἶστρος καλεῖται παρὰ τὸ οἴω τὸ κομίζω. ἐντεῦθεν δὲ καὶ πᾶσα ὁρμὴ ἐνθουσιαστικὴ κατὰ ἔρωτα τυχὸν ἢ μανίαν ἢ θυμὸν οἶστρος λέγεται, καὶ τὸ ἔχον αὐτὸν οἰστρηλατεῖσθαι φαμὲν καὶ οἰστρεῖν καὶ παροιστρεῖν. ἕτεροι δὲ θηρίον αὐτόν φασιν ἀκρίδι ἐοικὸς, ποικίλον τὴν χροίαν, εὐκίνητον, δάκνον καὶ σοβοῦν τὰς βοῦς. οἱ δὲ καὶ ὑπόχαλκον αὐτό φασι τὴν μορφήν. διὸ καὶ αἰόλος ὁ τοιοῦτος διὰ τὸ, ὡς ἐῤῥέθη, ποικίλον αὐτοῦ καὶ εὐκίνητον, ἢ καὶ ἄλλως αἰόλος ὁ τοῦ αἰόλλεσθαι ἤτοι κινεῖσθαι ταχέως αἴτιος, ὡς καὶ ἔγχος ἄλκιμον τὸ ἀλκιμοποιόν. ἐν δὲ τοῖς τοῦ δειπνοσοφιστοῦ φέρεται