# Commentarii ad Homeri Odysseam 2.283.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.283.1

ὅτι θύννος καὶ ξιφίας, ὅτε τὸ ὄστρακον ὁ κύων ἐπιτέλλει, τηνικαῦτα περὶ τὰ πτερύγια ἔχουσιν οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δ' ἡλίκον δραχμῆς· ὃ καὶ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον δελφῖνος ὡς καὶ πλοίοις πολλάκις ἐμπίπτειν. ἔχουσι δὲ κατά τινα ὥραν οἶστρον καὶ ἐπὶ κεφαλῆς. Ἰστέον δὲ καὶ ὡς τὸ ῥηθὲν ἐν πρώτῃ συζυγίᾳ τῶν περισπωμένων οἰστρεῖν λέγεται καὶ οἰστρᾶν ἐν δευτέρᾳ. χρῆσις δὲ τούτου ἐν τῷ, οἱ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν. ὡς δὲ καὶ ἄλλα ῥήματα διφοροῦνται τὰ μὲν οὕτω, τὰ δ' ἄλλως, δεδήλωται καὶ ἀλλαχοῦ. ἓν δὲ τῶν πολλῶν ἐκείνων καὶ τὸ σοφῶ σοφώσω, ἐξ οὗ καὶ τὸ σοφοῖ, ὅ πέρ ἐστι κοινότερον εἰπεῖν σοφίζει· ἔτι δὲ καὶ τὸ μηνιᾶν ὡς βοᾶν, κοινῶς μέντοι μηνίειν· ἔτι καὶ τὸ συνιεῖν, οὗ μᾶλλον τέτριπται τὸ συνιέναι. (Vers. 297.) Τὸ δὲ φθισίμβροτον πλεονασμὸν ἔχει τοῦ ν ἐν τῇ προπαραληγούσῃ ὁμοίως τῷ φαεσίμβροτος ἥλιος. (Vers. 298.) Τὸ δὲ, ὑψόθεν ἐκ κορυφῆς, ἄδηλον εἴτε ἐκ τῆς ἔσω κατὰ τὸ μέλαθρον, εἴτε ἐκ τῆς ἔξω κατὰ τὸν Ὄλυμπον. Τὸ δὲ ἐπτοίησεν ἐξ ἀνάγκης τῇ οι διφθόγγῳ διὰ μέτρον προπαραλήγεται γινόμενον ἐκ τοῦ πτοῶ· ὥς περ γὰρ οὐδὲ τὸ ἠγνόησεν, οὕτως οὐδὲ τὸ ἐπτόησε χρήσιμον εἰς μέτρον Ὁμηρικόν. (Vers. 302.) Τὸ δὲ γαμψώνυχες ἐκ τοῦ γνάμπτω γινόμενον ἔλλειψιν ἔχει τοῦ κατ' ἀρχὰς ν διὰ τὸ εὐφωνότερον. Τὸ δὲ ἐπ' ὀρνίθεσιν ἀντὶ τοῦ κατὰ ὀρνίθων. (Vers. 304.) Νέφεα δὲ ἢ τὸν τῶν νεφῶν τόπον καὶ νῦν λέγει, οὗ περ ἀπογνόντες αἱ ὄρνιθες κάτω ἴενται καὶ ἀγρευόμεναι ἀγάλλουσι τοὺς θεατὰς, ἢ μάλιστα κατὰ τοὺς παλαιοὺς δικτύων εἶδος, ἃ καὶ ὁ κωμικὸς νεφέλας φησὶν ἐν τῷ, μὰ νεφέλας μὰ δίκτυα, ἵνα εἰκάζει τοὺς μνηστῆρας ὄρνισιν ἡ παραβολὴ, αἳ λίνων αὐταῖς ἱσταμένων, ὅ ἐστι δικτύων, εἶτα αἰγυπιῶν ἐπιόντων, πτήξασαι, ἐπὶ νέφεα ἵενται, ὅ ἐστι δικτύοις ἐμπελάζουσιν, ὅτε καὶ ἀγρευομένων χαίρουσι τῇ ἄγρᾳ οἱ παρατυχόντες. οὕτω γὰρ καὶ οἱ μνηστῆρες τῇ ἄνωθεν ἐξ Ἀθηνᾶς ῥοπῇ ἐντὸς ἀρκύων πεσόντες πάσχουσι τὰ εἰκότα. (Vers. 309.) Ἰστέον δὲ ὡς ἔγνωσται μέχρι καὶ νῦν ἡ τῶν θηρατικῶν νεφελῶν χρῆσις πολλοῖς. παρ' οἷς καὶ νεφελοστάσια ὁ τόπος τῆς τοιαύτης διὰ δικτύων θήρας λέγεται. Τὸ δὲ κράτων τυπτομένων, ὅ ἐστι κεφαλῶν σεσημείωται, καθὰ καὶ τὸ πάντων καὶ δᾴδων καὶ τὰ τοιαῦτα, ὡς βαρυνόμενον. φασὶ δὲ οἱ παλαιοὶ ὅτι ἐκ τῆς κράας κράατος γενικῆς ἐκλίθη, ὅθεν καὶ τὸ, σῷ κράατι τίσεις, ὡς καὶ πρὸ ὀλίγων δεδήλωται· ἀφ' οὗ γενικὴ πληθυντικὴ κραάτων καὶ κράτων κατὰ συναίρεσιν. (Vers. 310.) Ὅτι πολυειδὴς ὢν τὴν πλάσιν ὁ ποιητὴς ποιεῖ μνηστῆρα θυοσκόον τὸν Λειώδη, οὗ μνεία καὶ πρὸ τούτων γέγονεν, ἐπεσσύμενον τῷ Ὀδυσσεῖ, ὁποῖα τινὰ καὶ ἡ Ἰλιὰς πλάττει, καὶ λισσόμενον ἐν τῷ εἰπεῖν οὕτω· (Vers. 312.) γουνοῦμαί σ', Ὀδυσσεῦ, σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον. οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον, ἀλλὰ καὶ ἄλλους παύεσκον μνηστῆρας, ὅ τις τοιαῦτά γε ῥέζοι. ἀλλά μοι οὐ πείθοντο κακῶν ἀπὸ χεῖρας ἔχεσθαι. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς κείσομαι· (Vers. 319.) ὡς οὐκ ἔστι χάρις μετόπισθεν εὐεργέων, ὡς καὶ ἀλλαχοῦ κεῖται. ὃ δὴ ἀγαθὸς μέν τις ἀνὴρ εἰπὼν ἔπεισεν ἂν τὸν ἀκούοντα. Λειώδης δὲ πῶς ἂν εἰσακουσθείη, ὃς τὴν γυναῖκα μνώμενος γελοίως ἀξιοῖ ἐλεηθῆναι, ὅτι τῶν δουλίδων ἀπείχετο, καὶ ὁ τοῖς μνηστῆρσιν ὁμοιοπαθῶν ἐθέλει μὴ τὰ ἐκείνων παθεῖν. ἴσως οὖν καὶ ὁ Λειώδης ταῦτ' εἰδὼς οὐδὲ ἐτόλμησεν εἰπεῖν μηδὲν ἐοργέναι κακὸν, ἀλλ' ἀξυμφανῶς εἶπεν οὐδὲν ἐοργὼς κείσομαι. ὁ δ' αὐτὸς καὶ ἄλλως οἷα θυοσκόος οἶδεν ὡς κείσεται. ὅτι δέ γε ὁ Λειώδης ἤρεσκε τῇ Πηνελόπῃ μάλιστα τῶν ἄλλων μνηστήρων διὰ ἤθους χρηστότητα, προδεδήλωται, οὐχ' ἁπλῶς εὐαρεστῶν, ἀλλὰ ὑπὲρ τοὺς ἄλλους μνηστῆρας. πόθεν δὲ καὶ τίς ὁ θυοσκόος, προείρηται καὶ αὐτό. ἀλλ' οὕτω μὲν ὁ Λειώδης ἔφη ὑπερλαλῶν ὡς θυοσκόου ἑαυτοῦ· (Vers. 321.) Ὀδυσσεὺς μέντοι ῥητορικώτατα λαβὼν αὐτόθεν καταδίκης ἀφορμὴν, ἐξ ὧν ἐκεῖνος εἶπεν, ἵνα τοῖς οἰκείοις, ὅ φασι, πτεροῖς ἁλίσκοιτο, καὶ ἀναστρέψας πιθανολογικῶς, ὅ περ ἐκεῖνος εἶπε κατὰ εἰσβολὴν ἐλέου καὶ εἰς ἐκβολὴν αὐτὸ μεταποιήσας φησίν· εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεται εἶναι, πολλάκι που μέλλεις ἀρήμεναι, τουτέστιν εὔξασθαι, ἐν μεγάροισι, τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι, σοὶ δ' ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι. οὐκ ἂν οὖν εἴης εὐεργέτης, οὐδ' ἂν ἀληθεύοις λέγων ὡς οὐδὲν ἐοργὼς κείσεαι. (Vers. 325.) τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα φύγοισθα, τουτέστι δυσκοίμητον, ἵνα ᾖ ἀπὸ τοῦ λέγω τὸ κοιμῶμαι θάνατος δυσλεγὴς καὶ πλεονασμῷ τοῦ η δυσηλεγὴς, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἢ καὶ ἄλλως δυσαλεγὴς, ὡς καὶ αὐτό που δεδήλωται. (Vers. 310.) Ἰστέον δὲ ὅτι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
