# Commentarii ad Homeri Odysseam 2.284.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.284.1

τὴν ἱκετείαν φράσαι διαφόρως ἐν τούτοις Ὅμηρος φιλοτιμησάμενος, λάβε γούνων, ἔφη, τουτέστιν ἐλάβετο, ἥψατο καὶ λισσόμενος προσηύδα· καὶ, γουνοῦμαί σε. (Vers. 315.) Ἐν δὲ τῷ, παύεσκον μνηστῆρας, ὃς τοιαῦτά γε ῥέζοι, ἐκ πληθυντικοῦ ὑπέβη συνήθως εἰς ἑνικόν. (Vers. 316.) Τὸ δὲ κακῶν ἀπὸ χεῖρας ἔχεσθαι οἱ μεθ' Ὅμηρον ἐλλειπτικῶς φράζουσιν· ἀρκεῖ γὰρ παρ' αὐτοῖς εἰπεῖν κακῶν ἀπέχεσθαι κατ' ἔλλειψιν τοῦ χεῖρας. (Vers. 322.) Τοῦ δὲ ἀρήμεναι ἀραίνω τὸ πρωτότυπον ἢ ἄρημι ἐκ τοῦ ἀρῶ, ὁποῖα καὶ ἄλλα δύχρηστα παρεσημειώθησαν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀρήμεναι οἱ παλαιοὶ ὡρμημένοι φασὶν, εἰ καὶ μὴ πάντῃ ἀκριβῶς, οὐ μάντιν ἀλλὰ ἱερέα εἶναι τὸν Λειώδη, ἐτυμολογούμενον ἀπὸ τοῦ τὰ θύη κέειν, ὡς καὶ προεσημειώθη, ὃ δὴ κέειν τοῦ διφθογγιζομένου καίειν θεματικῶς προϋπόκειται. διό, φασιν, οὐδὲ ἐμαντεύετο, ἀλλὰ ἠρᾶτο. ἔστι δὲ ἄλλως ἀσφάλτως νοῆσαι ἀμφότερα εἶναι τὸν Λειώδη, ἱερέα τε ἀρώμενον καὶ καταρώμενον, καὶ μάντιν δὲ, ὡς εἰκὸς, ἐφ' οἷς ἐχρῆν. (Vers. 324.) Τὸ δὲ σπέσθαι δευτέρου ἐστὶν ὅμοιον τῷ πτέσθαι παρὰ Σοφοκλεῖ καὶ τῷ σχέσθαι καὶ τοῖς τοιούτοις. Τὸ δὲ, ἄλοχον σπέσθαι καὶ τέκνα τεκέσθαι, παρισοῖ Ὀδυσσεὺς καλλωπίζων τὸν λόγον ὡς οἷα μηκέτι ἀγωνιῶν, ἀλλὰ ἱλαρυνόμενος ἐκ τῆς ἄρτι διὰ τὸ ἀνῦσαι τὸ ἐφετόν. ὅθεν καὶ ὁ ποιητὴς λείως ἐκ τῶν ἄρτι καταστρέφει τὰ τῆς μνηστηροφονίας. (Vers. 329.) Λειώδης μὲν γὰρ οὐ μαχόμενος ἀλλὰ γουνούμενος πύματος πίπτει. οὗ περ ἔτι φθεγγομένου κάρη κονίῃσιν ἐμίχθη, ἢ καὶ ἄλλως, φθεγγομένη κάρη κονίῃσιν ἐμίχθη, περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. Φήμιος δὲ γούνων ἁψάμενος σώζεται. Μέδων δὲ κρυπτόμενος ῥύεται, Τηλεμάχου μνησθέντος καὶ ὑπερλαλήσαντος. (Vers. 330—377.) Ὅτι φερωνύμως Τερπιάδης, τουτέστι Τερπίου υἱὸς, ὁ τερψίθυμος ἀοιδὸς Φήμιος, ἐπεὶ, καθὰ καὶ προϊστόρηται, ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ, ἐκφεύγει νῦν τὸ συμπεσεῖν τοῖς κακοῖς. ἔστη γάρ, φησιν, ἐν χείρεσσιν ἔχων φόρμιγγα λίγειαν, ἄγχι παρ' ὀρσοθύρην τὴν ἤδη ῥηθεῖσαν· ἧς ἐν στενωπῷ συσταλεὶς ἐλάνθανε. δίχα δὲ φρεσὶ μερμήριζεν, ἢ ἐκδὺς μεγάροιο Διὸς ποτὶ βωμὸν ἑρκείου ἵζοιτο, ἔνθα πολλά ποτε Ὀδυσσεὺς ἔθυεν, ἢ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα, ὃ καὶ ἔδοξεν αὐτῷ κέρδιον εἶναι. καὶ δὴ φόρμιγγα μὲν γλαφυρὴν κατέθηκε χαμᾶζε, αὐτὸς δὲ ποιήσας τὸ βουλευθὲν γουνοῦμαί σέ, φησιν, Ὀδυσσεῦ, καὶ ἑξῆς, ὡς ὁ Λειώδης εἶπεν, εἰ καὶ τὸ τραγικὸν παρῳδῆσαι, λόγος ὁ αὐτὸς ἔκ τε δοκοῦντος εὐεργέος τούτου καὶ ἐξ ἐκείνου τοῦ μὴ ἀληθῶς εὐεργέος ῥηθεὶς οὐ ταυτὸν σθένει. εἶτα ἐπιφέρει ὁ ἀοιδὸς καὶ ὅτι αὐτῷ τοι, ἤγουν αὐτῷ σοι τῷ Ὀδυσσεῖ, μετόπισθεν ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω. αὐτοδίδακτος δ' εἰμί· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν. ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ, τῷ μή με λιλαίεο δειροτομήσειν. ἐφ' οἷς καὶ τὸν Τηλέμαχον προφέρων μάρτυρα φησὶν, ὡς καὶ ἐκεῖνος τάδε γ' εἴπῃ σὸς φίλος υἱὸς, ὡς ἐγὼ οὔτι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτα, ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ. οὕτως εἶπεν ὁ ἀοιδός. καὶ ὁ Τηλέμαχος αἶψα ἔφη τῷ πατρί· ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔτασε χαλκῷ, ταχύνας ὁ νεανίας τὸν λόγον, ὡς δηλοῖ τὸ αἶψα, μὴ φθάσῃ καταῤῥίψας τὸν ἀοιδὸν ὁ πατήρ. εἶτα μνήμην καὶ τοῦ Μέδοντος ἀναλαβὼν, ἵνα ἐκεῖνος ἄλλως σωθῇ, καὶ κήρυκα, φησὶ, Μέδοντα σαώσομεν. ὅς τέ μευ αἰεὶ κηδέσκετο παιδὸς ἐόντος, εἰ μὴ ἄρα φθάσας πεφόνευται. ὣς φάτο Τηλέμαχος· τοῦ δ' ἤκουσε Μέδων πεπνυμένα εἰδώς. πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα ἕστο βοὸς νεόδαρτον, ἀλύσκων Κῆρα μέλαιναν. ὑποπηδήσας δὲ ἐκ τοῦ θρόνου βοὸς ἀπέδυνε βοείην καὶ, ὦ φίλε, φησὶν, ἐγὼ μὲν ὅδ' εἰμί· σὺ δ' ἴσχεο, εἰπὲ δὲ πατρὶ, μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ, μνηστήρων κεχολωμένος οἵ οἱ ἔκειρον κτήματα, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον. καὶ Ὀδυσσεὺς ἐπιμειδήσας, χαίρει γὰρ τοὺς ἐπεσβόλους ῥίψας καὶ μειλιχίους ἀκούων λόγους, θάρσει, φησὶν, ἐπειδή σε οὗτος ἐρύσατο καὶ ἐσάωσεν, ὄφρα γνῷς κατὰ θυμὸν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ γνωμικῶς, ὡς κακοεργίης εὐεργεσίη μέγ' ἀμείνων, ἣν εἴ περ εἶχε καὶ ὁ ῥηθεὶς θυοσκόος, ὡς ἔλεγε, περιεσώθη ἄν. ἀλλ' ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλὴν σύ τε καὶ πολύφημος ἀοιδὸς, ὄφρ' ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρὴ, ἤγουν οὗ ἐμοὶ χρεία, κατὰ ἀντίπτωσιν, ἢ καὶ ἄλλως, οὗ περ εἰς ἐμὲ χρεία, τουτέστιν ἅ με χρή. ἐν οἷς καὶ τὸ ψηλαφῆσαι μή ποτέ τις καὶ εἰσέτι κρύπτοιτο· εἰς ὅ περ ἐνάγει τὸν Ὀδυσσέα ἡ τοῦ Μέδοντος ὑπὸ τῇ βύρσῃ συστολὴ καὶ ἡ τοῦ Φημίου ἐν τῇ ὀρσοθύρῃ. (Vers. 346.) Σημείωσαι δὲ ἐν οἷς ὁ Φήμιος περὶ ἑαυτοῦ λέγει, οἵους ὁ ποιητὴς εἶναι οἶδε τοὺς ἀοιδοὺς ὧν εἷς ἐστὶ καὶ αὐτός· ὅτι δηλαδὴ φιλοσόφους, θείων

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
