# Commentarii ad Homeri Odysseam 2.285.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.285.1

καὶ ἀνθρωπίνων πραγμάτων ἐπιστήμονας. (Vers. 347.) οὗ περ αἴνιγμα τὸ, θεοῖς καὶ ἀνθρώποις ἀείδειν· ἔτι δὲ καὶ θυμοσόφους, ὡς δηλοῖ τὸ, αὐτοδίδακτος δ' εἰμὶ, τουτέστι αὐτομαθὴς τά γε πρὸς θνητοῦ διδασκάλου. ἄλλως γὰρ θεός μοί, φησιν, ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν, ὡς εἶναι καὶ θεοσόφους οὕτω τοὺς ἀοιδούς. τοὺς δ' αὐτοὺς, ὡς ἐῤῥέθη, καὶ αὐτοφυῶς εἰδότας, καθὰ ἐκ τοῦ ἐνέφυσεν ἐμφαίνεται· ἀφ' οὗ καὶ ἦθος ἐμφυὲς παρὰ Πινδάρῳ τὸ ἐμπεφυκὸς καὶ φύσει ὂν, ὃς δὴ καλὸς ἀοιδὸς Πίνδαρος καὶ ἕλκει πρὸς ἑαυτὸν τοὺς τοῦ Ὁμηρικοῦ τούτου ἀοιδοῦ χαρακτῆρας, ἀποσεμνύνων μὲν ἑαυτὸν ὡς αὐτοδίδακτον πολλαχοῦ, τοὺς δέ γε μαθόντας εἰκάζων εἰς ἄκραντα γαρύοντας κόρακας. δεῖγμα δὲ τῆς τοῦ ἀοιδοῦ Φημίου θεόθεν διδαχῆς καὶ οἱ νῦν λόγοι. οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ἔννοιαι σεμνότεραι τῶν ἐνταῦθα εὑρεθεῖεν ἀκουσθεῖσαι τῷ Ὀδυσσεῖ μετὰ τὴν εἰς Ἰθάκην ἔλευσιν. (Vers. 348.) ἐν αἷς προλάμπει γοργῶς τὸ, ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ· πάνυ γὰρ κολακικῶς εἴρηται, καὶ χαίροι ἂν Ὀδυσσεὺς τῇ τοιαύτῃ ἐννοίᾳ. καὶ γάρ τοι καὶ αὐτὸς ἦν ὅτε τῷ Κύκλωπι τὸν Ἰσμαρικὸν εἴτ' οὖν Μαρωνείτην οἶνον ὡς θεῷ λοιβὴν ἔφη διδόναι, κολακεύων μὲν, ἀνύων δὲ οὐδὲν εἰς πυθὼ λέοντος. καὶ ἐοίκασιν ὁ παρὰ τῷ Κύκλωπι Ὀδυσσεὺς καὶ ὁ ἐνταῦθα Φήμιος μερίσασθαι τὰ θυτικὰ καὶ ὁ μὲν ἐκ λοιβῆς κολακεῦσαι τὸν ἄγριον Κύκλωπα κατὰ τὸ, ἐπὶ δ' αἴθοπα οἶνον λεῖβεν, ὁ δὲ ἐξ ἀοιδῆς κατὰ τὸ, μολπῇ θεὸν ἱλάσκοντο. κολακικώτερον δὲ τὸ τοῦ Ὀδυσσέως, πρὸς θηρίον γὰρ ἔλεγεν. ἐνταῦθα γὰρ τὸ παραείδειν ὕφεσίν τινα ἔχει πρὸς τὸ ἀείδειν καὶ δηλοῖ τὸ ἐγγὺς ἤτοι σχεδὸν ὡς θεῷ ἀείδειν, ἐγγύτητα κἀνταῦθα δηλούσης τῆς προθέσεως. καὶ ἔχει μὲν σωφρόνως ἐκεῖ ὁ τοῦ Ὀδυσσέως λόγος· οὐ γὰρ θεῷ ἔφη λοιβὴν διδόναι, ἀλλ' ὡς θεῷ. νῦν δὲ ὁ τοῦ Φημίου καὶ τὸ ὡς θεῷ ἔχει καὶ τὴν ἐκ προθέσεως παραμυθείαν καὶ τὸ ἔοικα. φησὶ γὰρ ὁ φιλόσοφος ἀοιδὸς, ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ· οὕτω καὶ κολακεύει καὶ ἀσφαλέστατα λέγει, οὐκ ἀχρειῶν αὐθάδει κολακείᾳ τὸ τῆς φιλοσοφίας ἐλεύθερον. Παραείδει δὲ ὡς θεῷ διὰ τὸ εἰπεῖν, σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον· ὅ περ οὐκ εἶπεν, εἰ μὴ πρὸς πρόσωπον ἐλάλη θεῖον. θεῖος γὰρ πάντως ὁ ὡς θεός. μάλιστα δὲ παραείδει ὡς θεῷ, διότι ἀφεὶς ἵξεσθαι παρὰ βωμὸν ἑρκείου Διὸς λίσσεται Ὀδυσσέα καὶ λαλεῖ ὅσα καὶ Διΐ. (Vers. 338.) ἔκρινε δὲ ὁ σοφὸς Φήμιος κέρδιον τοῦτο, ἐπεί περ οὐκ ἂν ἤνυσεν ἐξελθεῖν εἰς τὸν ἑρκεῖον Δία, τοῦ Ὀδυσσέως καὶ τῶν ἀμφ' αὐτὸν ἱσταμένων περὶ τὸν οὐδόν. ἔοικε δὲ ἄσυλον εἶναι προσφυγεῖν ἑρκείῳ Διΐ. διὸ καὶ ὁ ἀοιδὸς ἐν τοῖς ἑξῆς καὶ ὁ Μέδων ἐκεῖ ἕζοντο ἔμφοβοι, ἐλεηθέντες μὲν ἤδη, ὅμως δὲ τῷ πολλῷ τοῦ φόβου πάντοσε παπταίνοντες, φόνον ποτιδέγμενοι αἰεί. Ἰστέον δὲ καὶ ὅτι τὸ, ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ, ἤρτηται τοῦ, θεοῖς καὶ ἀνθρώποις ἀείδω, ἵνα λέγῃ ὅτι νῦν οὐχ' ὡς ἀνθρώπῳ σοι παραείδω, ἀλλ' ὡς θεῷ, καθὰ ἐῤῥέθη. αὐτὸ δὲ τὸ θεοῖς καὶ ἀνθρώποις ἀείδειν πρός τινα ὁμοιότητά ἐστι τοῦ, κήρυκες Διὸς ἄγγελοι καὶ ἀνδρῶν. (Vers. 337.) Τὸ δὲ, αὐτοδίδακτός εἰμι, οὐκ ἦν ἂν πάνυ πρὸς ἐπαίνου τῷ Φημίῳ, εἰ μὴ ἐπήγαγε καὶ τὸ, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν. ἄλλως γὰρ ὁ αὐτοδίδακτος δυσχερὴς εὑρεθῆναι διὰ τὸ μὴ ἐγχωρεῖν ἅμα τὸν αὐτὸν καὶ ἀγνοοῦντα εἶναι ὡς μαθητὴν καὶ εἰδότα ὡς διδάσκαλον. (Vers. 335.) Βωμὸς δὲ ἑρκείου Διὸς ἔξω που περὶ τὴν αὐλὴν αἴθριος εἶναι δοκεῖ, ὁποῖοι πολλοὶ φαίνονται, ἐν ᾧ ἔθυον Διῒ ἐφόρῳ τοῦ ἕρκους, ὅ ἐστι τοῦ περὶ αὐλὴν τειχίου, ὥς περ αὖ πάλιν ἐν τῇ κατ' οἶκον ἑστίᾳ Διῒ ἐγίνοντο θυσίαι, ὃν οἱ μὲν ἄλλοι ἐφέστιον, Ἡρόδοτος δὲ Ἰωνικῶς λέγει ἐπίστιον, τὸν αὐτὸν ὄντα τῷ ἑστιούχῳ. καὶ ἔστι τὸ ἑρκεῖος ὅμοιον τῷ ἑταιρεῖος κατὰ τὴν γραφὴν τῆς παραληγούσης, ὡς ἀπὸ τοῦ ἕρκος ἕρκεος ἑρκέϊος ἑρκεῖος, καθὰ Κέϊος Κεῖος ἀπὸ Κέω τῆς νήσου. χρῆσις δὲ ἑρκείου Διὸς καὶ παρὰ Σοφοκλεῖ, ἔνθα ἑρκεῖον Δία ἐκεῖνος τοὺς ἐν οἴκῳ πάντας δηλοῖ. Σημείωσαι δὲ ὅτι κοινῶς μὲν δοκεῖ ὡς ὁ ἑρκεῖος Ζεὺς, οὕτως εἶναι καὶ ἑταιρεῖος. ὁ δὲ τεχνικὸς καινότερον προπαροξύνει αὐτὸν, γράψας οὕτω ῥητῶς· ὡς ἡμέτερος ἡμετέρειος κτητικῶς δηλαδὴ, καὶ ἀβέλτερος ἀβελτέρειος ὁ μωρὸς, οὕτω καὶ ἑταίρειος Ζεὺς ὁ ἔφορος τῆς ἐν τῇ ἑταιρίᾳ κοινωνίας. (Vers. 340.) Γλαφυρὴ δὲ νῦν φόρμιγξ ἡ κοίλη. καὶ ἔστι τοῦτο αὕτη κυρίως λεγομένη ἤ περ ἡ ναῦς καὶ τὸ σπήλαιον. (Vers. 345.) Τὸ δὲ, αὐτῷ τοι μετόπισθεν ἄχος ἔσσεται, ὁμολογούμενον εἶναι δηλοῖ κακὸν τὸ τὸν ἀοιδὸν ἀνελεῖν. διό περ, εἰ καὶ ὁ Προμηθεὺς νῦν διδάξει, ἀλλ' ὁ Ἐπιμηθεὺς μετόπισθεν μαθεῖν ποιήσει τὸ κακῶς πραχθέν. (Vers. 351.) Τὸ δὲ, οὐ χατίζων, σεμνοποιεῖ τὸν ἀοιδὸν ὡς οἷα πλούσιον ἢ ἄλλως ἀνενδεῆ καὶ μὴ δημιοεργὸν, ὁποῖός τις πρὸ τούτων Θέσπις ἀοιδὸς ἐλέγετο, οἵους βροτοὶ καλοῦσιν ἑτέρωθεν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
