# Commentarii ad Homeri Odysseam 2.286.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.286.1

μισθούμενοι δηλαδή. (Vers. 352.) Τὸ δὲ πωλεύμην ἀντὶ τοῦ συνανεστρεφόμην ἐκτείνει συνήθως τὸ ω, εἰ καὶ τὸ πολεύειν πρὸ ὀλίγων συνέστελλε τὴν ἄρχουσαν ἐν τῷ, Ἰθάκης κατὰ ἄστυ πολεύειν, ὥς περ καὶ τὸ ἀμφιπολεύειν. Τὸ δέ, μετὰ δαῖτα, ἢ ἀντὶ τοῦ κατὰ εὐωχίαν ἢ μᾶλλον διὰ δαῖτα, ἵνα λέγῃ ὅτι οὐκ ἠρχόμην ἐς σὸν δόμον ἀεισόμενος τοῖς μνηστῆρσι διὰ τὸ φαγεῖν, ἀλλ' ὅτι με ἦγον ἀνάγκῃ· ὃ καὶ αὐτὸς ὁ ποιητὴς ἐν ἀρχῇ τοῦ βιβλίου φθάσας ἐπεσημήνατο. (Vers. 353.) Κρέσσονες δὲ καὶ νῦν οἱ ἰσχυρότεροι καὶ κατὰ βίαν ἐπικρατέστεροι. δόξαν δὲ οὕτως Ὁμήρῳ κρέσσονας ἔφη ἀπελεύσει τοῦ ἰῶτα τοὺς κρείσσονας, ὥς πέρ τινες ἕτεροι κάῤῥονας φασὶ τοὺς αὐτούς. ἄλλοι δὲ πρωτότυπον εἰδότες τοῦ κρείσσονος τὸν κράσσονα γράφουσιν οὕτω· κρατὺς τὸ πρῶτον· εἶτα τύπος δεύτερος κατὰ σύγκρισιν κρατύτερος· τρίτος δὲ κρέσσων, καὶ παρενθέσει τοῦ ἰῶτα κρείσσων. οἱ δ' αὐτοὶ καὶ περὶ τοῦ μείζων παραδιδόασιν οὕτω· μέγας, ἐξ οὗ πρῶτος τύπος συγκριτικὸς μεγάτερος, δεύτερος μεγίων, τρίτος μέσσων, καὶ Βοιωτικῶς μέζων· Βοιωτοὶ γὰρ τὰ δύο σίγμα εἰς ζῆτα καὶ αὐτοὶ τρέπουσι· καὶ ἐπελεύσει τοῦ ἰῶτα, μείζων. καὶ οὕτω μὲν αὐτοί. Ὅτι δὲ καὶ παρὰ τὸ μὴ ἵζειν δοκεῖ γίνεσθαι ὁ μείζων, ὡς καὶ παρὰ τὸ μὴ γῇ ἐγγίζειν ὁ μέγας, ἀλλαχοῦ δηλοῦται. (Vers. 356.) Τὸ δὲ, οὔταε χαλκῷ, τὸ ἐντελές ἐστι τοῦ προγραφέντος οὖτα. διὸ βραχυκαταληκτεῖ ἐκεῖνο ἀεὶ ὡς δακτύλου ἔχον παραλήγουσαν. (Vers. 362.) Πεπτηὼς δὲ ὁ κατεπτηχὼς καὶ διὰ δειλίαν συνεσταλμένος, ὃς καὶ πεπτεὼς κατὰ συστολὴν τῆς παραληγούσης κεῖται μετ' ὀλίγα ἐν τῇ τῶν ἰχθύων παραβολῇ. (Vers. 363.) Νεόδαρτον δὲ ὑπέδυ δέρμα ὁ Μέδων, καθά που καὶ οἱ τοῦ Μενελάου ἑταῖροι τὰ τῶν φωκῶν, ἵνα περιχυθὲν ὡς ὑγρὸν συσχηματίζοιτο τῷ κειμένῳ καὶ κρύπτοι ἀσφαλῶς πάντοθεν ὡς οἷον ἐνδύον ἐκεῖνον ἱματίου δίκην. διὸ καὶ ὁ ποιητὴς ἐνταῦθα τὸ μὲν περιθέσθαι ἀμφιέσασθαι λέγει, εἰπών· ἀμφὶ δὲ δέρμα ἕστο βοὸς νεόδαρτον. τὸ δὲ ἀποθέσθαι ἀντὶ τοῦ ἐκδύσασθαι· φησὶ γάρ· βοὸς δ' ἀπέδυνε βοείην. ταυτὸν δὲ πάντως ἀποδύσασθαι καὶ ἐκδύσασθαι. (Vers. 364.) Τὸ δὲ βοὸς περιττῶς κεῖται ἐν τῷ βοείην· ἤρκει γὰρ βοείην, ᾗ συνεπινοεῖται πάντως καὶ ὁ βοῦς. τοιοῦτον καὶ τὸ, βοῶν ἐπιβουκόλος ἀνὴρ, καὶ ποδάνιπτρα ποδῶν, καὶ ἕτερα ὅμοια, περὶ ὧν καὶ ἀλλαχοῦ ἱκανῶς εἴρηται. (Vers. 372.) Τὸ δὲ, οὗτος ἐρύσατο καὶ ἐσάωσε, ταυτά εἰσι κατὰ ἔννοιαν. Ἀδίπλαστον δὲ τὸ ῥῶ ἐν τῷ ἐρύσατο κοινότερον ἢ μᾶλλον ἀπὸ τοῦ εἰρύσατο ἐκβληθέντος τοῦ ἰῶτα. (Vers. 374.) Εὐεργεσίαν δὲ τὴν ἀγαθοεργίαν ἐνταῦθα λέγει, ἀντικειμένην τῇ κακοεργίᾳ. δύναται δὲ νοηθῆναι ἡ λέξις καὶ ἐπὶ τοῦ παρὰ τοῖς ὕστερον λεγομένου εὐεργετεῖν· κάλλιον δὲ τὸ πρῶτον. (Vers. 376.) Ἐν δὲ τῷ, ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλὴν, δύναται φόνος καὶ τὸ χεθὲν αἷμα λέγεσθαι καὶ ὁ τόπος ἔνθα οἱ φόνοι τῶν μνηστήρων. Πολύφημος δὲ ἀοιδὸς ὁ Φήμιος ἢ ὡς σοφὸς καὶ πολυΐστωρ καὶ οὕτω πολλὰς φήμας εἰδὼς, ἢ ὡς πολλοὺς φημίζων, ἢ ὡς ὑπὸ πολλῶν τοῦτο πάσχων, ἢ καὶ ἄλλως ὡς μαντικὰς φήμας εἰδὼς, περὶ ὧν πολλαχοῦ εἴρηται· ὑπόκεινται γὰρ καὶ μαντικοὶ εἶναι οἱ ἀοιδοί· ἢ καὶ ἄλλως πολύφημος, ἐπεὶ θεὸς αὐτῷ ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσε. συμβάλλεται δέ τι ἐνταῦθα καὶ ἡ προδηλωθεῖσά που πολύφημος ἀγορά. (Vers. 381—389.) Ὅτι ἐναχθεὶς, ὡς ἐῤῥέθη, ὁ Ὀδυσσεὺς εἰς ὑποψίαν ὑπὸ Μέδοντος καὶ Φημίου, μή ποτέ τινες τῶν μνηστήρων σώζοιντο, ἐπάπτηνέ, φησι, καθ' ἑὸν δόμον, εἴ τις ἔτι ἀνδρῶν ζωὸς ὑποκλοπέοιτο ἤγουν ὑποκλέπτοι τὸ ζῆν ἢ κρύπτοιτο, ἀλύσκων Κῆρα μέλαιναν, ὃ καὶ ὁ Μέδων ἐποίησε. καὶ ὅρα τὸ ὑποκλοπέοιτο καιριωτάτην λέξιν εἰς δήλωσιν ἐπικρύψεως. πρωτότυπον δὲ τοῦτο τοῦ κλοπεὺς, ὃ κεῖται παρὰ Σοφοκλεῖ ἐν τῷ, φιλεῖ δ' ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεύς· καθὰ καὶ ἐκ τοῦ ἡνιοχεύω γίνεται ἡνιοχεὺς καὶ ἡγεμονεύω ἡγεμονεύς. καὶ οὕτω μὲν ἐπάπτηνεν Ὀδυσσεύς. τοὺς δὲ ἴδε μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι πεπτηῶτας πολλοὺς ὥς τ' ἰχθύας, οὕς θ' ἁλιεῖς κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης δικτύῳ ἐξέρυσαν πολυωπῷ, οἱ δέ τε πάντες κύμαθ' ἁλὸς ποθέοντες ἐν τῷ ἔτι ζῆν ἐπὶ ψαμάθοισι κέχυνται· τῶν μέν τ' ἠέλιος φαέθων ἐξείλετο θυμόν· ὣς τότ' ἄρα μνηστῆρες ἐπ' ἀλλήλοισι κέχυντο. χρήσιμος δὲ ἡ παραβολὴ ἐπὶ τοιαύταις νεκρῶν πτώσεσι καὶ μᾶλλον ἀγεννῶς πεσόντων. Ὅρα δὲ ὅτι μεγαλεῖον μυράγματος, εἰ καὶ μὴ πολὺ εὑρὼν ὁ ποιητὴς ἐπλεόνασε παραβολαῖς, πρὸ ὀλίγων μὲν χρησάμενος τῇ ἀπὸ βοῶν, ἔτι δὲ καὶ αἰγυπιῶν, ἐνταῦθα δὲ τῇ ἀπὸ ἰχθύων, προϊὼν δὲ λέοντι τὸν Ὀδυσσέα παραβαλεῖ. ἐρεῖ δὲ ἐφεξῆς καὶ ἀπὸ κιχλῶν καὶ πελειῶν παραβολὴν ἐν τῷ τῶν ἀμφιπόλων θανάτῳ. καὶ νῦν μὲν οὕτως. ἄλλως μέντοι τὸ τῆς Ὀδυσσείας βιβλίον σπανίζει παραβολῶν, ὧν ἡ Ἰλιὰς εἰς πλῆθος μεμέστωται διὰ τὸ τῶν ἐκεῖ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
