Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.287.1
Not analysed yet
πράξεων πολυμέγεθες, ἐναργείας δεομένων ἄλλης τε καὶ τῆς ἐκ παραβολῶν. Σημειοῦνται δὲ οἱ παλαιοὶ ἅπαξ ἐνταῦθα μνησθῆναι τὸν ποιητὴν ἰχθύων θήρας τῆς διὰ δικτύων. τὸ γὰρ ἐν Ἰλιάδι, μή πως ὡς ἀψίσι λίνου ἁλόντες πανάγρου, ἄδηλόν φασιν εἴτε ἰχθύων εἴτε πεζῶν ζώων εἴτε καὶ πτηνῶν ἄγραν δηλοῖ. τὴν δέ γε δι' ὁρμιᾶς καὶ ἀγκίστρου θήραν πολλάκις εἶπεν. (Vers. 383.) Ἐκ δὲ τοῦ, ἐν αἵματι καὶ κονίῃσι, σημειοῦνται οἱ παλαιοὶ, ὡς οὐ κατέστρωτο λίθοις τὸ τοῦ ἀνδρῶνος ἔδαφος, εἴ γε κονίαν εἶχε. διὸ καλῶς ἐν τοῖς πρὸ τούτων ὕδατι ῥαίνεται. (Vers. 385.) Κοῖλος δὲ αἰγιαλὸς ἁπλῶς ὁ βαθύς. οὐ γὰρ ἂν ἦν αἰγιαλοῦ ὀφρὺς μὴ βάθους ὑποκειμένου τοῦ κατὰ τὸ ὕδωρ. (Vers. 386.) Πολυωπὸν δὲ δίκτυον κατὰ τοὺς παλαιοὺς τὸ πολλὰς ἔχον ὀπὰς, ἐκταθέντος τοῦ ο. βίαιον γάρ, φασι, πολυωπὸν εἰπεῖν τὸ πολυόφθαλμον. καὶ τοῦτο μὲν ὀρθόν. εἰ δέ τις ἐνθυμηθείη καὶ τεχνητοὺς εἶναι ὀφθαλμοὺς, ὁποῖοι καὶ οἱ κατὰ τὰς τριήρεις, λέγονται γὰρ ὀφθαλμοὶ ῥητορικῶς ἐν ἐκείναις αἱ ὀπαὶ ὧν αἱ κῶπαι διείρονται, οὐκ ἂν ἀπαγορεύσοι πολυωπὸν εἰρῆσθαι δίκτυον, οὗ πολλοὶ τεχνικῶς οἱ ὀφθαλμοί. πολυοπὸν μέντοι ῥάκος οὐ κατὰ τέχνην ἔχον ὀφθαλμοὺς ἀλλὰ τετρημένον ἄλλως ἐκ πάθους εἰς ὀπὰς ἐθέλει τῷ ο μικρῷ παραλήγεσθαι. (Vers. 388.) Τὸ δὲ, ἥλιος ἐξείλετο θυμὸν, δηλοῖ οὐ τὸν ἀέρα αἴτιον ἁπλῶς οὕτως εἶναι τοῦ θνήσκειν ἰχθύας, ἀλλὰ τὸ θερμόν. οὐ δύνανται γὰρ ἡλίῳ θέρεσθαι οἷς ὁ βίος αἰεὶ ἐν ὑγρῷ. (Vers. 391.) Ὅτι καὶ ἐνταῦθα ἐν ἀρχῇ λόγου κεῖται ἀναντιῤῥήτως τὸ, εἰ δ', ἄγε ἀντὶ τοῦ εἴα ἄγε. φησὶ γάρ· εἴ δ', ἄγε μοι κάλεσον τροφόν. (Vers. 392.) Λέγει δὲ καταθύμιον τὸ κατὰ νοῦν νόημα, εἰπών· ἔπος τό μοι καταθύμιόν ἐστιν. (Vers. 394.) Ὅτι κινῆσαι θύραν φησὶ τὸ διασαλεῦσαι ἐπὶ κλήσει τινὸς τῶν ἔνδον. καὶ ἔστιν ἕτερον τοῦτο τοῦ κόψαι καὶ κροῦσαι. Τηλέμαχος οὖν κελευσθεὶς ὑπὸ τοῦ πατρὸς, κινήσας θύρην, καλεῖ τὴν μαῖαν. ἣν καὶ δμωάων σκοπὸν λέγει, ὅ ἐστιν ἐπιμελήτριαν, ἐπίτροπον. ἡ δὲ τοιαύτη καὶ ἐπίσκοπος λέγοιτ' ἂν κατὰ τὸ, ἐπίσκοπος ἦσιν ὁδαίων. (Vers. 399.) Ὅτι ἐξελθοῦσα μεγάρων ἤτοι τοῦ γυναικῶνος Εὐρύκλεια εὗρεν Ὀδυσσέα μετὰ κταμένοισι νέκυσιν αἵματι καὶ λύθρῳ πεπαλαγμένον, ὥς τε λέοντα ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο, πᾶν δ' ἄρα οἱ στῆθός τε παρήϊά τε ἀμφοτέρωθεν αἱματόεντα πέλει, δεινὸς δ' εἰς ὦπα ἰδέσθαι· ὣς Ὀδυσσεὺς πεπάλακτο χεῖρας καὶ πόδας ὕπερθεν. καὶ ἡ μὲν ὡς νέκυας καὶ ἄσπετον εἴσιδεν αἷμα, ἴθυσεν ὀλολύξαι· ἐπεὶ μέγα εἴσιδεν ἔργον. ἀλλ' Ὀδυσσεὺς κατέρυκεν εἰπών· ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο, μηδ' ὀλόλυζε. (Vers. 412.) εἶτα καὶ εἰπὼν γνωμικῶς ὅτι οὐχ' ὁσίη κταμένοισιν ἐπ' ἀνδράσιν εὐχετάασθαι, ἐπιφέρει ἅ περ ἂν εἴποι τις ἐπὶ θανάτῳ ἀδίκων ἀνδρῶν. φησὶ γάρ· τούσδε δὲ δίκη ἐδάμασε θεοῦ καὶ σχέτλια ἔργα. ποῖα δὲ σχέτλια ἔργα; οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, οὐ κακὸν οὐδὲ μὲν ἐσθλὸν ὅ τις σφέας εἰσαφίκοιτο· τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. (Vers. 403.) Ὅρα δὲ ὅτι καλῶς ἡ ῥηθεῖσα παραβολὴ οὐ πεινῶντι λέοντι τὸν Ὀδυσσέα εἰκάζει, ἀλλ' ἤδη κεκορεσμένῳ καὶ οὕτως ἐρχομένῳ ἤτοι ἁπλῶς βαδίζοντι ἢ ἀπερχομένῳ· καὶ ὅτι παιδευτικὸν τὸ μὴ ἐθέλειν ἐπικαυχᾶσθαι ἀνδράσι τεθνεῶσιν, ἢ μᾶλλον ἄλλως εἰπεῖν, οἳ οὐκ ἐξ ἀνδρίας τῶν καταβαλόντων ἀλλ' ἐκ θεομηνίας ἔπεσον. οἱ μέντοι ἀκριβέστεροι λέγειν φασὶ τὸν ποιητὴν ὅτι οὐ καλὸν οὐδὲ ὅσιον κταμένοις ἐπ' ἀνδράσιν ἐπεύχεσθαι, ὃ ταυτὸν τῷ ὀλολύζειν ἐστὶν, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε σαφέστατα. ἡ γὰρ εὐχή, φασι, θεοῦ παρουσίαν αἰτεῖ· παρεῖναι δὲ νεκροῖς τὸ θεῖον οὐ θεμιτὸν ἐνόμιζον Ἕλληνες. ὅθεν καὶ Ἄρτεμις ἐκλείποντος Ἱππολύτου παρ' Εὐριπίδῃ ὑποχωρεῖ. ἄλλως δέ, φασι, κωλύειν τὸ ἐπικαυχᾶσθαι οὐκ εὔλογον· αὐτὸς γάρ, φασιν, ὁ ταῦτα λέγων Ὀδυσσεὺς ἐν Ἰλιάδι ἐπεύχεται κειμένῳ τῷ Σώκῳ. (Vers. 411.) νοητέον οὖν ὅτι τῆς γραὸς ἐν τῷ χαίρειν ὀλολύξαι προθεμένης ἤγουν τρανεστέρᾳ φωνῇ εὔξεσθαι καὶ θεοὺς ἐπιβοήσεσθαι διὰ τὴν χαρὰν κωλύει Ὀδυσσεὺς, παραινέσας ἐν θυμῷ χαίρειν αὐτὴν, σιωπῶσαν δηλαδή. τὸ μέντοι ἐπὶ θρήνου τάττειν τὸ ὀλολύζειν νεωτέρων ἐστὶ, γινόμενον παρὰ τὸ ὀλοὸν λύζειν. Ἰστέον δὲ ὡς μετ' ὀλίγα ἑτέρας δμωὰς ἐρεῖ ἀπεναντίας τῇ μαίᾳ δακρυούσας καὶ ὀλοφυρομένας αἰνὰ διὰ λύπην. (Vers. 402.) Λύθρον δὲ καὶ νῦν ὁ ἐξ αἵματος μολυσμὸς, ὃν χρὴ ἀπολούσασθαι, παρὰ τὸ λούω· ἀφ' οὗ λύω· ἐξ οὗ καὶ λῦμα τὸ κάθαρμα, καὶ λυμαίνω τὸ ἀποκαθαίρω, καὶ πτωχὸς δαιτῶν ἀπολυμαντήρ. γράφεται δὲ διὰ τοῦ θ τὸ λύθρον τοῦτο πρὸς διαστολὴν τοῦ λύτρου, ἐξ οὗ καὶ τὸ λυτροῦσθαι. Τοῦ δὲ πεπαλάχθαι οὐκ ἔστι καιριωτέρα τῇ ποιήσει λέξις ἐπὶ τοιούτου ἐξ αἵματος μολυσμοῦ· διὸ καὶ δὶς ἐνταῦθα κεῖται. εἰ δὲ καί τινι ἐμιάνθησαν αἵματι μηροὶ, ἀλλ' ἐκεῖνο ἑτέρου τε λόγου