# Commentarii ad Homeri Odysseam 2.288.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.288.1

καὶ οὐδὲ τοιαύτην ἔμφασιν ἔχει, οὔτε μὴν ὄγκον ποιήσει πρέποντα. (Vers. 403.) Τὸ δὲ, βεβρωκὼς βοὸς, ὅτι Ἀττικόν ἐστι, προδεδήλωται. Ἄγραυλος δὲ ὑπόκειται ὁ ῥηθεὶς βοῦς, ἐπεὶ τοιούτοις ὡς τὰ πολλὰ ἐπιτίθενται λέοντες. κατ' ἀνάγκην μέντοι ποτὲ καὶ βουστασίοις ἐπιβουλεύουσι. Παρήϊα δὲ νῦν μὲν αἱ παρειαί. ἐν δὲ Ἰλιάδι κόσμος ἵππων παραγναθίδιος, οἷον, παρήϊον ἔμμεναι ἵππων. (Vers. 405.) Τὸ δὲ, δεινὸς εἰς ὦπα ἰδέσθαι, δέδωκε τοῖς ὕστερον γράφειν τὸ, δεινὸς ἰδεῖν καὶ φοβερὸς ἰδέσθαι καὶ ὅσα τοιαῦτα. (Vers. 407.) Τὸ δὲ εἴσιδε δὶς κεῖται συναπτῶς ἐν τῷ, εἴσιδεν αἷμα, καὶ, ἐπεὶ μέγα εἴσιδεν ἔργον. οὐ γὰρ ὀκνεῖ ὁ ποιητὴς ἐν καιρίῳ ταυτολογεῖν, ἀνεπιτηδεύτως γράφων ἐν τοῖς ἁπλοῖς. (Vers. 408.) Τὸ δὲ, ἐπεὶ μέγα εἴσιδεν ἔργον, ἐπιφωνηματικῶς ἐῤῥέθη, τεθέν τε ὕστερον καὶ πολὺν νοῦν περιέχον ἐν ὀλίγαις λέξεσι. τοιοῦτον δὲ καὶ πρὸ ὀλίγων τὸ, μέγα δ' αὐτῷ φαίνετο ἔργον· μετ' ὀλίγα μέντοι τὸ, τετέλεστο δὲ ἔργον, οὐ τοιοῦτον ἐστίν. (Vers. 412.) Ἐν δὲ τῷ, οὐχ' ὁσίη, λείπει τὸ δίκη ἢ τὸ εὐχὴ ληφθὲν ἀπὸ κοινοῦ, ἵνα λέγῃ ὅτι οὐχ' ὁσίη εὐχὴ τὸ οὕτως εὔχεσθαι. Τὸ δὲ, δίκη θεοῦ, πρὸς διαστολὴν ἐῤῥέθη τῆς κατ' ἀνθρώπους· νοεῖ γὰρ ὡς, ἐπεὶ μή τινες ἄνθρωποι ἐκώλυον τοὺς μνηστῆρας ἀδικοῦντας, μετῆλθεν αὐτοὺς ἀναγκαίως ἡ ἐκ θεοῦ δίκη. (Vers. 415.) Τὸ δὲ, ὅ τις σφέας εἰσαφίκηται, ἀντὶ τοῦ, ὃς εἰς αὐτοὺς ἔλθῃ, ἐμερίκευσε τὸ, ἐπιχθονίων ἀνθρώπων συνήθως ἀληθείας τε χάριν καὶ σαφηνείας. οὐ γὰρ πάντας ἐπιχθονίους οἱ μνηστῆρες ἠτίμαζον, ἀλλ' ὃς ἂν εἰς αὐτοὺς ἀφίκοιτο εἴτε κακὸς εἴτε ἐσθλός. καὶ ἦσαν ἄμφω οὐκ ἀγαθά· οὔτε γὰρ τὸν ἐσθλὸν ἐχρῆν ἀτιμοῦν φύσει τίμιον ὄντα, οὔτε ἴσως τὸν ἑτεροῖον, ὃς ἄλλως ἔσχε τὸς ἐπιτίμιον τοῦ μὴ τίεσθαι. δύναται δὲ καὶ ἑτέρως κακὸν μὲν λέγειν τὸν ταπεινόν· ἐσθλὸν δὲ τὸν μὴ τοιοῦτον. (Vers. 417.) Ὅτι, εἰ καὶ ἐν τοῖς πρὸ τούτων Ὀδυσσεὺς μὴ ἐθέλειν εἶπεν ἐκ τῆς τροφοῦ μαθεῖν, τίνες τῶν γυναικῶν φαῦλαι καὶ τίνες οὐ τοιαῦται, αὐτὸς εἰπὼν φράσασθαι, ἀλλ' ἐκεῖνο μὲν ἔφη, ὡς μὴ πολλὰς ἐθέλων εἰδέναι χάριτας ἀκαίρως τῇ μαίᾳ. νῦν μέντοι ἐρωτᾷ χάριν ἱστορίας ἀναγκαίας καὶ προκαλεῖται αὐτὴν καταλέξαι γυναῖκας τὰς ἐν μεγάροις ἤτοι κατὰ τὴν γυναικωνίτιν, αἵ τέ μέ, φησιν, ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσίν, ἢ κατά τινας, ὡς προεδηλώθη, νηλίτιδες. ἡ δὲ πεντήκοντά τοί εἰσί, φησιν, ἐνὶ μεγάροισι γυναῖκες δμωαὶ, τὰς μέν τ' ἔργα διδάξαμεν ἐργάζεσθαι, εἴριά τε ξαίνειν. τοῦτο δὴ τὸ πρὸ τῶν ἔργων καὶ δουλοσύνης ἀνέχεσθαι. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν, οὔτ' ἐμὲ τίουσαι, ἀξιοῖ γὰρ ἡ γραῦς καὶ αὐτὴ τιμᾶσθαι ὡς μαῖα καὶ φίλη τροφὸς, οὔτ' αὐτὴν Πηνελόπειαν. (Vers. 426.) Τηλέμαχος δέ, φησι, νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ σημαίνειν εἴασκεν ἐπὶ δμωῇσι γυναιξὶ, παιδευτικῶς τοῦτο ποιοῦσα ὅτι μηδὲ δεῖ τοιαύτην ἡλικίαν ἐφιστᾶν γυναιξίν. ἀπολογία δὲ τοῦτο ὑπὲρ τοῦ παιδὸς, ἵνα μὴ μέμφοιτο αὐτὸν ὁ πατὴρ ὡς μὴ κωλύοντα τὰς δμωὰς τοιαῦτα ποιεῖν· ἐπὶ τούτοις ἐθέλει μὲν ἡ γραῦς ἀναβᾶσα εἰς τὸ ὑπερῷον ἀφυπνίσαι τὴν βασίλειαν, κωλύεται δὲ ὑπὸ Ὀδυσσέως εἰπόντος· (Vers. 431.) μή πω τήνδ' ἐπέγειρε· οὔ πω γὰρ ἐθέλει τὴν Πηνελόπην ἐξεγερθῆναι πρινὴ καὶ τὸ δῶμα τέλειον διακοσμηθῆναι καὶ τὰς κακὰς δὲ γυναῖκας ἐπιλιπεῖν. τότε δὲ ἀφυπνισθήσεται ὅτε καὶ τερατωδεστέρα ἔσται ἡ ἐντυχία αὐτῆς. οὕτω καὶ μετ' ὀλίγα ὁ συνετὸς Ὀδυσσεὺς τῆς γραὸς προκαλουμένης αὐτὸν λαμπροφορῆσαι, οὐδὲ ἐκεῖ πείσεται, ταμιευόμενος ὁμοίως καὶ τοῦτο ἐν τοῖς ἑξῆς. Ὅρα δὲ καὶ ὅτι οὐδέν τι θερμότερον ἡ μαῖα ἐποίησεν ἐκκρουσθεῖσα τῇ ἐκτὸς κατὰ τὴν τραγῳδίαν καὶ παρ' ἐλπίδας χαρᾷ. οὔτε γὰρ ἀμφιχυθεῖσα ἠσπάσατο τὸν Ὀδυσσέα κατὰ τὰς ἐφεξῆς, οὔτε ἔκυσεν ἀγαπαζομένη κεφαλήν τε καὶ ὤμους, ὡς αἱ λοιπαὶ ποιήσουσι. καὶ ὅτι ἐγκρατὴς κἀνταῦθα Ὀδυσσεὺς, οὐκ ἐπισπεύδων τὴν τῆς φιλτάτης γυναικὸς ἐντυχίαν πρινὴ πάντα κόσμον διάθηται. (Vers. 421.) Ἰστέον δὲ ὅτι πλουσίου δώματος ἔνδειξις ἡ τῶν πεντήκοντα δμωῶν κτῆσις. (Vers. 422.) Τὸ δὲ, ἔργα ἐργάζεσθαι, τρόπος ἐτυμολογικός. (Vers. 423.) Τὸ δὲ, εἴρια ξαίνειν, εἰ μὲν πρὸς ἑρμηνείαν κεῖται, τοῦ, ἔργα ἐδιδάξαμεν, πάντῃ ἁπλοϊκῶς ἐῤῥέθη. οὐ γὰρ δή που τοῦτο καὶ μόνον γυναικῶν ἔργον τὸ εἴρια ξαίνειν. εἰ δὲ μὴ χάριν ἑρμηνείας κεῖται, ἄλλο τι παρὰ τὰ ἔργα εἶναι δηλοῖ τὸ εἴρια ξαίνειν διὰ τὴν εὐτέλειαν. ἴσως δὲ καὶ ὡς ἐκ μέρους τούτου τὰ λοιπὰ ἔργα δηλοῖ διὰ τὸ ἐν ἐρίοις ὡς τὰ πολλὰ τὴν παλαιὰν ταλασιουργίαν θεωρεῖσθαι ταῖς γυναιξίν. Ἡ δὲ δουλοσύνη τῆς ἀναλογίας ἐστὶ τοῦ τοξοσύνη καὶ τῶν λοιπῶν. Τὸ δὲ, δουλοσύνης ἀνέχεσθαι, τινὰ τῶν ἀντιγράφων ἔχουσι δουλοσύνην ἀνέχεσθαι· ἴσως δὲ οὐ καλῶς· τὸ γὰρ πάντας ἀνθρώπους ἀνέχεσθαι, πρὸς ὃ δοκεῖ φέρεσθαι ἡ γραφὴ, οὐ τοιαύτης σημασίας ἐστί. (Vers. 424.) Τὸ δὲ, ἀναιδείης ἐπέβησαν, δηλοῖ μὲν περι-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
