# Commentarii ad Homeri Odysseam 2.289.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.289.1

φραστικῶς τὸ ἠναιδεύσαντο. χρησιμεύει δὲ καὶ αὐτὸ ἐν Ἰλιάδι εἰς τὸ, κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν. ἴσως δὲ ἔχει τι ὁμοιότητος καὶ πρὸς τὸ, νηπιάας ὀχέειν. ταυτὸν γὰρ ἀναιδείης ἐπιβῆναι καὶ ἐπὶ νηπιότητος ὀχεῖσθαι, εἰ μὴ ἄρα ἐκεῖνο μᾶλλον ἐνεργητικῶς νοεῖται, ἵνα λέγηται ὁ παῖς ὀχεῖν, τουτέστι φέρειν ἤτοι βαστάζειν, νηπιάας ἐν πτώσει αἰτιατικῇ, ὅ ἐστι νηπιότητας. λέγοι δ' ἂν ἀναιδείης ἐπιβῆναι καὶ τὸ εἰς ἄκρον αὐτῆς ἐλθεῖν. καὶ ἄλλως δὲ μεταφορικῶς ἂν ἔχοι ὡς ἀπὸ ἐπιβάσεως τῆς εἰς ἅρμα. Ὅρα δὲ καὶ ὡς ἀφώρισεν ἐνταῦθα τὴν ἀναίδειαν εἰς τὸ μὴ τοὺς ἀναγκαίους τιμᾶν. (Vers. 434.) Ὅτι σύντομος παρίσωσις ἐν τῷ, ἀγγελέουσα γυναιξὶ καὶ ἐποτρυνέουσα νέεσθαι. (Vers. 435.) Ὅτι διακοσμῆσαι θελήσας Ὀδυσσεὺς τὰ τοῦ δώματος πρὶν ἀφυπνισθῆναι τὴν γυναῖκα κελεύει τῷ υἱῷ καὶ τοῖς δούλοις εἰς ἑαυτὸν καλεσάμενος οὕτως· (Vers. 437.) ἄρχετε νῦν, ὅ περ οἱ μεθ' Ὅμηρον ἄρχεσθέ φασι, νέκυας φορέειν, καὶ ἄνωχθε γυναῖκας, τὰς δώδεκα δηλαδή. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν· ὃ δὴ καὶ ποιοῦσιν ἐκεῖναι, ἀολλέες ἐλθοῦσαι ἅπασαι, αἰνὰ ὀλοφυρόμεναι, (Vers. 447.) θαλερὸν κατὰ δάκρυ χέουσαι διὰ τὰ ἐλπιζόμενα οὐκ ἀγαθὰ, οὐ μὴν κατὰ τὴν γραῦν ὀλολύζουσαι. (Vers. 454.) Τηλέμαχος δὲ καὶ οἱ δοῦλοι λίστροισι δάπεδον δόμου ξύον. καὶ αἱ δμωαὶ φέρουσαι καὶ τὰ ξυόμενα δηλαδὴ τίθεσαν θύραζε, ὅπου καὶ οἱ νεκροὶ ἔκειντο περὶ τὴν αἴθουσαν. φησὶ γάρ· νέκυας φόρεον, κὰδ δ' ἂρ ὑπ' αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς, ἀλλήλαις ἐρείδουσαι. σήμαινε δ' Ὀδυσσεὺς αὐτὸς ἐπιστείχων, (Vers. 451.) ταὶ δ' ἐκφόρεον καὶ ἀνάγκῃ, ἵνα οὕτω γοῦν ὑπουργοῖεν αἱ ἄλλως μὴ ἐθέλουσαι δουλοσύνης ἀνέχεσθαι. (Vers. 456.) Καὶ ὅρα ὡς ταυτὸν ὑπ' αἰθούσῃ εἰπεῖν καὶ θύραζε περὶ τὴν αὐλήν· ταύτης γὰρ ἡ αἴθουσα, ὡς δηλοῖ τὸ, ὑπ' αἰθούσῃ εὐερκέος αὐλῆς. Τιμωρία δέ τις ταῖς δμωαῖς τὰ νῦν ἐπιταχθέντα, ὡς ἂν, ἐφ' οἷς ἔχαιρον τρυφῶσαι, διακονοῦσαι νῦν, ὡς οὐ θέλουσιν, ἐπὶ τοῖς αὐτοῖς παθαίνοιντο. (Vers. 440.) Διακοσμηθῆναι δὲ δόμον ἔφη Ὀδυσσεὺς τὸ διόλου πάντα κόσμον γενέσθαι. Πολύτρητοι δὲ σπόγγοι πρός τινα ἴσως ὁμοιότητα τοῦ, πολυωπὸν δίκτυον. (Vers. 446.) Τὸ δὲ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι καὶ ἑξῆς ὡς ἀνωτέρω κεῖται, πένθος γυναικεῖον δηλοῖ. (Vers. 448.) Τὸ δὲ φορεῖν καὶ οἷον νέκυας φόρεον ἤτοι ἐνεκροφόρουν ταυτὸν τῷ φέρειν. ἐπήγαγε γάρ· ταὶ δ' ἔφερον δμωαί. προσλήψει δὲ προθέσεων γίνεται ἀπ' αὐτοῦ τό τε ἐκφορεῖν καὶ τὸ εἰσφορεῖν. (Vers. 450.) Τὸ δὲ ἐρείδειν ἐν τῷ, ἀλλήλῃσιν ἐρείδουσαι, ἀντίβασιν δηλοῖ τὴν καὶ ἀντέρεισιν ἐκ μεταφορᾶς τῶν ἀντερειδόντων σωμάτων εἴτε ξύλων εἴτε καὶ ἑτέρων· δῆλον γὰρ ὡς οἱ ἀντιβαστάζοντές τι καὶ ἀντερείδουσιν. Ἰστέον δὲ ὅτι δύναται εἶναι καὶ ἐπ' ἀλλήλοισιν ἐρείδουσαι, ἵνα δηλοῖ στοιβὴν τῶν νεκρῶν ἡ λέξις. ἐρεῖ γοῦν μετ' ὀλίγα· κείατ' ἐπ' ἀλλήλοισι. (Vers. 455.) Λίστρα δὲ ὅτι τὰ ξύστρα ἐστὶ, προείρηται. Δάπεδον δὲ καὶ ἐνταῦθα τὸ ὑπόστεγον ἔδαφος, ὡς δηλοῖ τὸ, δάπεδον δόμοιο, πρὸς διαστολὴν ῥηθὲν τοῦ αἰθρίου. (Vers. 436.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ ἓ ἁπλῆ ἀντωνυμία ἀντὶ συνθέτου τῆς ἑαυτὸν, εἰ καὶ ἐν Ἰλιάδι παρασημειοῦνται τινὲς ἐν τῷ, ῥίμφα ἓ γοῦνα φέρει, μὴ δύνασθαι τὸ ἓ νοεῖσθαι ἀντὶ τοῦ εἰς ἑαυτόν. φησὶ γάρ· εἰς ἓ καλεσάμενος Ὀδυσσεὺς ἤγουν εἰς ἑαυτόν. (Vers. 441—473.) Ὅτι ἐπιτάξαντος Ὀδυσσέως τοῖς ἑαυτοῦ μετὰ τὴν τοῦ οἴκου διακόσμησιν ἐξαγαγεῖν εὐσταθέος μεγάροιο τὰς φαύλας δμωὰς μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς θεινέμεναι, τουτέστι θείνειν καὶ τύπτειν ξίφεσιν, εἰσόκε, φησὶ, ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθοιντ' Ἀφροδίτης, ἣν ἂρ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρῃ, ποιοῦσιν οὕτως οἱ κελευθέντες καὶ ἐξαγαγόντες μεσσηγύς τε θόλου τοῦ ῥηθέντος καὶ τοῦ τῆς αὐλῆς ἕρκεος εἴλεον ἐν στένει, τουτέστι συνέκλειον αὐτὰς ἐν στενοχωρίᾳ τόπου, ὅθεν οὔ πως ἦεν ἀλύξαι. καὶ Ὀδυσσεὺς μὲν οὕτως ἁπλῶς φονευθῆναι κελεύει τὰς δμωὰς, Τηλέμαχος δὲ εἰπὼν, μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατ' ὀνείδεα χεῦαν, τουτέστι κατέχεάν μου ὕβρεις, μητέρι θ' ἡμετέρῃ, παρά τε μνηστῆρσιν ἴαυον, πεῖσμα νεὸς κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο, τουτέστι στύλου ἐξαρτήσας τινὸς ἢ κιονοειδοῦς ξύλου πέριξ ἔθετο τῆς θόλου, ὑψόσε ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο· δι' οὗ τὴν ἀπαιώρησιν τῶν δμωΐδων δηλοῖ. εἶτα τὴν καθεξῆς στοιχηδὸν ἐκείνων ἐπὶ τοῦ πείσματος ἀνάρτησιν καὶ τὸ, βρόχοις ἐνσχεθῆναι σαφῶς διαγράφων ποιεῖ παραβολὴν ταύτην· ὡς δ' ὅτ' ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι ἕρκει ἐνιπλήξωσι, τουτέστι μηχανήματι ἀγρευτικῷ ἐγκρούσωσι, τό θ' ἑστήκει ἐνὶ θάμνῳ, αὖλιν ἐσιέμεναι, στυγερὸς δ' ὑπεδέξατο κοῖτος, ὣς αἵ γ' ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις δειρῇσι βρόχοι ἦσαν,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
