# Commentarii ad Homeri Odysseam 2.29.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.29.1

πίονα μηρία ἔκηα, ὡς χρεὼν ὂν τοιαῦτα θύειν. ἔνθα σημείωσαι ὡς ῥητορικώτερον οὐκ αὐτὸ τοῦτο φαγεῖν τὰς βοῦς συμβουλεύει Εὐρύλοχος, ἀλλ' αὐτὸ μὲν ὑπολαλεῖ ἐν τῷ εἰπεῖν μὴ θέλειν λιμῷ τήκεσθαι, ἐν δὲ φαινομένῳ ῥέξειν ἐθέλει τὰς ἀρίστας βόας. καὶ οὐδὲ Ἡλίῳ μόνῳ οὗ πέρ εἰσιν, (Vers. 344.) ἀλλ' ἀθανάτοις τοῖς περὶ οὐρανὸν, ἵνα δῆθεν ἀντικαθίσταιντο ἐκεῖνοι τῷ Ἡλίῳ βουλομένῳ βλάπτειν τοὺς περὶ τὸν Ὀδυσσέα. διὸ καὶ ἔφη τὸ, (Vers. 349.) εἴ περ νῆα ἐθέλῃ ὀλέσσαι, ἐπὶ δ' ἕσπονται θεοὶ ἄλλοι. οὕτω πως καὶ ἐν Ἰλιάδι οὐ πιεῖν ἁπλῶς ἡ μήτηρ Ἑκάβη συμβουλεύει τῷ υἱῷ Ἕκτορι, ἀλλὰ σπείσειν τῷ Διῒ, εἶτα καὶ αὐτὸν πιόντα ὀνήσεσθαι. (Vers. 346.) Πίονα δὲ νηὸν λέγει τὸν πιαινόμενον λιπαροῖς θύμασιν. (Vers. 347.) Ἀγάλματα δὲ καὶ νῦν ἀγαλλιάματα, ἀγλαΐσματα, κατὰ τὸ, ἀγλαΐης δ' ἕνεκα κομόωσιν ἄνακτες. λέγει δὲ νῦν οὕτω τὰ ἀναθήματα, ὡς δηλοῖ καὶ τὸ, θεῖναι ἀγάλματα. ἐκ τοῦ θεῖναι γὰρ τὸ ἀνάθημα. (Vers. 348.) Ὀρθόκραιραι δὲ αἱ ὄρθιαι τὰς κεφαλὰς καὶ γαῦροι διὰ τὸ ἀγελαῖον καὶ ἄνετον. κραῖρα γὰρ ἡ κεφαλὴ, ὡς καὶ ἐν Ἰλιάδι. ἐντεῦθεν δὲ τροπικῶς καὶ νῆες ὀρθόκραιραι. ἐξ ὧν ἀντιλαβών τις καὶ μεταγράψας ἔφη τὰ βούπρωρα. Τὸ δὲ χανὼν ἀπὸ θυμὸν ὀλέσσαι τὸν τοῦ κατὰ θάλασσαν θανάτου τρόπον δηλοῖ. ἔχει δέ τι καὶ ἀστεῖον, ὡς αἱρετὸν ὂν χανεῖν καὶ πλησθῆναι τοῦ θανατοῦντος ὑγροῦ, ἤ περ θανεῖν μεμυκότα λιμῷ. Τὸ δὲ ἐρήμη σύνηθες τοῖς ῥήτορσιν, οἳ οὐ μόνον ἔρημον ἀλλὰ καὶ ἐρήμην φασίν. (Vers. 352.) Ὅτι Εὐρυλόχῳ λαλήσαντι τὰ προσεχῶς ῥηθέντα πεισθέντες οἱ ἀκούσαντες, ἐνίκησε γὰρ κἀνταῦθα ἡ κακὴ βουλὴ, αὐτίκα Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας ἐγγύθεν, οὐ γὰρ τῆλε νηὸς βοσκέσκοντο ἕλικες καλαὶ βόες εὐρυμέτωποι, τὰς δὲ περιστήσαντο καὶ εὐχετόωντο θεοῖσι, φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο. οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐϋσέλμου ἐπὶ νηός. (Vers. 359.) ἐπεὶ δὲ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, καὶ τὰ ἑξῆς τῆς πολλαχοῦ δηλωθείσης θυτικῆς διασκευῆς, οὐδ' εἶχον μέθυ λεῖψαι ἐπ' αἰθομένοις ἱεροῖσιν, ἀλλ' ὕδατι σπένδοντες ἐπώπτων (Vers. 363.) ἔγκατα πάντα. ἃ δὴ καὶ σπλάγχνα κατὰ πολυωνυμίαν εὐθὺς ἐρεῖ, ὡς ἀπὸ τοῦ σπλὰν ἤτοι ὁ σπλὴν κατὰ τοὺς παλαιούς. ἀφ' οὗ ὡς ἐκ μέρους σπλάγχνα καὶ τὰ λοιπὰ ἔγκατα. (Vers. 354.) Τὸ δὲ ἐγγὺς τὰς βόας βόσκεσθαι διατί ἔπλασεν ὁ ποιητὴς, προείρηται. χρήσιμον δὲ ὂν καὶ τοῦτο εἰς οἰκονομίαν ἐδίσσευσεν ὁ ποιητὴς μνήμης χάριν, εἰπών· ἐλάσαντες ἐγγύθεν, οὐ γὰρ τῆλε βοσκέσκοντο. (Vers. 355.) ἔχει δέ τι παρηχήσεως τὸ βόσκονται καὶ τὸ βόες. ἃς καὶ οἰκτίζεσθαι δοκεῖ ὁ ποιητὴς ἐν τῇ τῶν συχνῶν ἐπιθέτων στοιβῇ. (Vers. 356.) Ὅρα δὲ ἐν τῷ, τὰς δὲ περιστήσαντο καὶ ἐν τῷ, οὐδ' εἶχον μέθυ λεῖψαι, ὅτι περιττὸς κεῖται ὁ δε σύνδεσμος. τὸ γὰρ ὀρθὸν τῆς συντάξεως, ταύτας περιέστησαν καὶ οὐκ εἶχον μέθυ λεῖψαι. κεῖται οὖν συνήθως κἀνταῦθα ὁ δε σύνδεσμος ἀντὶ τοῦ δη. Τὸ δὲ περιστήσαντο ἢ ἀντὶ τοῦ κύκλῳ περιεστάθησαν ὥστε συσχεῖν αὐτὰς, ἢ ἀντὶ τοῦ ὡς εἰς θυσίαν ἔστησαν. Τοῦ δὲ εὐχετόωντο ῥήματος δοκεῖ προϋπάρχειν ὁ εὐχέτης, ὡς ἀπὸ τοῦ εὐχέω εὐχῶ ἀῤῥήτου ῥήματος, ὁμοίου τῷ τελέω τελῶ καὶ τοῖς τοιούτοις. Δῆλον δὲ ὡς ἡ εὐχὴ καὶ τὸ εὔχεσθαι παρὰ τὸ εὖ χέειν ἤτοι ῥέειν λόγους γίνεται, ἢ μᾶλλον παρὰ τὸ ἔχεσθαι τοῦ εὖ ἤτοι τοῦ ἀρίστου. τοιοῦτον γὰρ ἡ πρὸς τὸ θεῖον ἀνάτασις δι' εὐχῆς. δύναται δὲ εἶναι εὐχὴ καὶ ἀπὸ τοῦ εὖ ἔχειν. οὗ τὸ ἀνάπαλιν δυσανασχετεῖν, ὁ μὲν γὰρ εὐχόμενος ὁπωσοῦν εὖ ἔχει ἐφ' ᾧ ποιεῖ, ὁ δὲ δυσανασχετῶν δυσκόλως ἔχει ὡς καὶ ἡ λέξις δηλοῖ. (Vers. 357.) Φύλλα δὲ οἱ περὶ τὸν Εὐρύλοχον δρέπονται, εἰς εὐπορίστους οὐλοχύτας. οὓς μὴ ἔχοντες ἀντὶ μὲν οὐλῶν, ὅ ἐστιν ἀκεραίων κριθῶν, ἐξ ὧν οἱ οὐλοχύται παρονομάζονται, φύλλοις χρῶνται δρυὸς, ἀντὶ δὲ οἴνου, ὕδατι χάριν λοιβῆς. ποιοῦσι δὲ καὶ ταῦτα πρὸς ἀνάμνησιν τῆς παλαιφάτου τροφῆς, ἧς πρεσβυτάτη ἦν κατὰ τοὺς παλαιοὺς τοῖς ἀνθρώποις ἡ ἐκ δρυός. ἐβαλανηφάγουν γάρ. ὡσαύτως δὲ καὶ ἡ διὰ μόνου ὕδατος. εἰς ταυτὸν οὖν ἄγοιτο ἂν οὐλοχύτας τε σὺν οἴνῳ προβαλέσθαι καὶ φύλλα δρυὸς καὶ ὕδωρ πότιμον, ἅ περ ὁ τοῦ λιμοῦ καιρὸς σχεδιάζει νῦν εἰς προθύματα. Ὅτι δὲ τίμιον ἡ δρῦς ἦν ποτὲ, ὡς παλαιά τις ἀνθρώπων τιθήνη, ἐκ πολλῶν δῆλον. ὧν τινὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. δρῦς τε γὰρ ἐκεῖθεν ἅπαν ξύλον ὡς ἀπὸ μέρους ἀξίου λόγου, καὶ δρύκαρπα, οἱ τῶν ξύλων καρποί. λέγονται δ' ἐκ δρυὸς οὐ μόνον δρυπέπεις ἐλαῖαι βαρυτόνως κατὰ τοὺς παλαιοὺς αἱ ἐν τῷ δένδρῳ πεπαινόμεναι αἱ καὶ γεργέριμοι, ἀλλὰ καὶ ἁπλῶς δρυπέπης καρπὸς ὁ ἐπὶ τοῦ δένδρου πεπανθείς. ἐλέγοντο δὲ καὶ ἰσχάδες τινὲς δρυπέπεις. ὧν ἡ μέση ὀξεῖα κατὰ τοὺς παλαιοὺς, τουτέστιν αἳ παροξύνονται, οὐ μὴν προπαροξύνονται. οἳ καὶ δοτικὴν πληθυντικὴν αὐτῶν προφέρουσι προπαροξύτονον· δρυπέπεσι γάρ. ἐλέγετο δὲ καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
