# Commentarii ad Homeri Odysseam 2.290.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.290.1

ὅπως οἴκτιστα θάνοιεν· ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν. ἅπερ ταυτὸν δηλοῦσι. ταυτὸν γὰρ τὸ μίνυνθα, ἐξ οὗ μινυνθάδιος, καὶ τὸ, οὐ μάλα δήν. ὥς περ καὶ τὸ, εἵλεον ἐν στείνει, καὶ τὸ, ὅθεν οὔ πως ἦεν ἀλύξαι. στεῖνος γὰρ, ὅθεν δυσχερές ἐστιν ἀλύξαι. δῆλον δ' ἐκ τῶν ῥηθέντων ὅτι ἄλλο μὲν ἐκέλευσεν ὁ πατὴρ, ἄλλο δὲ πεποίηκεν ὁ υἱός. ἐπεὶ γὰρ καθαρὸς μὲν ὁ διὰ ξίφους ἐδόκει θάνατος, μιαρὸς δὲ ὁ ἀγχονιμαῖος, ὡς ἐν τῇ νεκύᾳ προδεδήλωται, ἔκρινε μὴ χρῆναι καθαρῷ θανάτῳ τὰς ἀκαθάρτους πεσεῖν, αἳ οὔτε αὐταὶ καθαραὶ ἦσαν οὔτε τοὺς δεσπότας καθαροὺς εἴων ὕβρεων. (Vers. 462.) Ἰστέον δὲ ὡς θάνατον καθαρὸν οἱ μὲν πλείους, ὡς ἐῤῥέθη, νοοῦσι· τινὲς δὲ καὶ τὸν ἁπλοῦν οὕτω λεχθῆναι φασί. Θόλος δέ, φασιν, οἴκημα κυκλοτερὲς, εἰς ὃ τὰ καθεκάστην χρήσιμα τῶν σκευῶν ἐτίθεντο, οἷον, πίνακες, κρατῆρες, ἐκπώματα. γίνεται δὲ ἀπὸ τοῦ θέειν ὅλον οἱονεὶ τὸ περιθεόμενον. Τούτου τοῦ θόλου μεταξὺ καὶ τοῦ τῆς αὐλῆς ἕρκους στεῖνος ὑπόκειταί τις, ὡς ἐῤῥέθη, περὶ ὃ αἱ φαῦλαι δουλίδες ἀναρτηθεῖσαι ὤλοντο. ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ οὕτω· θόλοι, στέγαι, ἐπάλξεις, καμάραι. θολία δὲ θηλυκῶς πῖλος εἰς ὀξὺ ἀπολήγων· οἱ δὲ σκιάδιον. (Vers. 444.) Τὴν δὲ Ἀφροδίτην φυσικῶς κατὰ μετωνυμίαν εἰς μίξιν ἀλληγορῶν ἔφη, ἣν ὑπὸ μνηστῆρσιν ἔχον, ὅ περ αὖθις διασαφῶν ἐπάγει· μίσγοντό τε λάθρῃ. (Vers. 445.) Καὶ ὅρα τὸ λάθρῃ συντελοῦν εἰς τὸ, ψίθυρος Ἀφροδίτη, περὶ οὗ προγέγραπται. (Vers. 464.) Τὸ δὲ, μητέρι θ' ἡμετέρῃ, ἔχει τι ἀντιστροφῆς ὁμοίωμα ῥητορικοῦ σχήματος κατὰ τὸ ὁμόφωνον τοῦ τέλους τῶν λέξεων. (Vers. 468.) Κίχλαις δὲ καὶ πελείαις εἰκάζει τὰς ῥηθείσας δμωὰς, τὸ μὲν ἴσως διὰ τὸν κιχλισμὸν τῶν γελώτων οὓς ἐγέλων εὐφροσύνην ἀλλήλαις παρέχουσαι ὅτε καὶ ἡ τοῦ Ὀδυσσέως ὑλάκτει καρδία, τὸ δὲ διὰ τὸ κατωφερές· τοιαῦται γὰρ αἱ περιστεραὶ, ὧν τὸ πάντροφον διὰ τὸ ἀεὶ μίγνυσθαι. Ὅτι δὲ τὰς κίχλας κιχήλας τρισυλλάβως ἔλεγον οἱ Δωριεῖς καὶ ὡς ἐκ τῆς αὐτῶν φωνῆς κιχλίζειν καὶ κιχλισμὸς ἐπὶ γυναικείου γέλωτος, οὐκ ἄδηλόν ἐστι. χρῆσις δὲ κιχηλῶν οὐ μόνων παρὰ τῷ κωμικῷ, ἀλλὰ καὶ παρ' Ἐπιχάρμῳ ἐν τῷ, τὰς ἐλαιοφιλοφάγους κιχήλας· ὃ κεῖται παρὰ τῷ δειπνοσοφιστῇ. ὃς καὶ Συρακουσίων λέξιν τὰς κιχήλας λέγει, ὡς δηλαδὴ καὶ αὐτῶν δωριζόντων. ἐκεῖνος δὲ ἱστορεῖ καὶ ὅτι τὸ εἰς Ὅμηρον ἀναφερόμενον ἐπύλλιον αἱ ἐπικιχλίδες προσηγορίας τοιαύτης ἔτυχεν, ἐπεὶ Ὅμηρος ᾄδων αὐτὸ τοῖς παιδαρίοις κίχλας εἰς δῶρον ἐλάμβανε. κανονίζει δὲ ὁ αὐτὸς ῥήτωρ καὶ ὅτι Ἀττικοὶ κίχλην διὰ τοῦ η λέγουσι, καὶ ὁ λόγος οὕτως ἔχει. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ πρὸ τοῦ λάμβδα ἕτερον λάμβδα ἔχει, σκύλλα, κίλλα, κόλλα, βδέλλα, ἅμιλλα, ἄμαλλα, Τηλέσιλλα. τὰ δὲ εἰς λη οὐκέτι, ὁμίχλη, χύτλη, γενέθλη· οὕτω καὶ κίχλη, ἥ τε ὄρνις καὶ ὁ ἰχθῦς ποικιλόστικτος αὐτὸς ὥς περ ὁ κόσσυφος μελανόστικτος. ἀρέσκεται δὲ τῷ τοιούτῳ κανόνι καὶ Ἡρῳδιανός. ἐν τούτῳ δὲ τῷ τόπῳ λέγει ὁ Ἀθήναιος καὶ τὸ, κίχλαι τε καὶ λαγοὶ θαλάσσιοι, ὃ καὶ σημείωσαι διὰ τὴν κλίσιν τοῦ, λαγὸς λαγοῦ λαγοί. λέγει δ' ὁ αὐτὸς καὶ ὅτι, ὡς κίχλη διὰ τοῦ η, οὕτω καὶ τρίγλη. τὰ γὰρ εἰς λα θηλυκὰ ἐπιπλοκὴν ἔχοντα τοῦ γάμμα εἰς η λήγει, τρώγλη αἴγλη ζεύγλη. διδάσκει δὲ ἀκολούθως τῷ Ὀππιανῷ καὶ ὅτι ἡ τρίγλη τριγόνοις γοναῖς ἐπώνυμος οὖσα οἱονεὶ τρίγνη ἐστὶ, τρὶς τίκτουσα τοῦ ἔτους, τρίτον δέ, φασι, τεκοῦσα ἄγονός ἐστι. γίνεται γὰρ αὐτῇ, σκωλήκιά τινα κατὰ τὴν ὑστέραν, ἃ τὸν γόνον κατεσθίει. ὅτι δὲ ἐκ τοῦ τρίγνη γέγονε τρίγλη τροπῇ συνήθει τοῦ ν εἰς λάμβδα, πιστὸν γίνεται καὶ ἐκ τοῦ νεογινὸς νεογιλὸς, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, καὶ τοῦ νίτρον καὶ λίτρον, καὶ τοῦ Φίντις κύριον Δωρικὸν παρὰ Πινδάρῳ, οἱονεὶ Φίλτης, οὗ ἐντελέστερον τὸ Φιλήτας παρηγμένον κατὰ τὸ Νικήτας. ὅμοιον δὲ καὶ τὸ φίντατος, ὅ πέρ ἐστι φίλτατος. ἡ δὲ Ἰλιὰς οὕτω καὶ τὸ γέντο εἶπεν ἀντὶ τοῦ ἕλετο κατὰ συγκοπὴν καὶ προσθήκην τοῦ γάμμα. τοῦ δὲ φίντατος χρῆσις παρ' Ἐπιχάρμῳ ἐν τῷ, φίνταται ταινίαι· ἰχθύες δὲ αἱ τοιαῦται ταινίαι, οὐ μὴν ὁποῖαι παρωνυμοῦσι τὴν, ὡς ὁ Ἀθήναιος λέγει, θρᾷτταν ταινιόπωλιν· αἱ γὰρ ταύτης ταινίαι οὐκ ἰχθῦς δηλοῦσιν· ἀλλ' ἐπὶ ὑφασμάτων λέγονται καὶ ζωνῶν, αἷς γυναῖκες περιδέονται. (Vers. 469.) Ἕρκος δὲ δικτυῶδές τι κυρίως μηχάνημα. νῦν δὲ φαίνεται σχοῖνος εἶναι μακρὰ τὸ ἕρκος, ἧς βρόχοι ἀπῃώρηνται πρὸς ἰσότητα σύμμετρον. δῆλον δὲ ὡς ὁμώνυμος λέξις καὶ τὸ ἕρκος. (Vers. 470.) Αὖλις δὲ ἀπὸ τῆς αὐλῆς Αἰολικῶς ἡ κοίτη καὶ ἡ κατασκήνωσις, ὅθεν καὶ ἡ ἔπαυλις. ἐκ δὲ τοῦ, στυγερὸς δ' ὑπεδέξατο κοῖτος, λαβών τις τῶν μεθ' Ὅμηρον ἔφη τὸ, ἀτερπέα δ' αὖλιν ἔκυρσαν. (Vers. 471.) Τὸ δὲ ἑξείης ἔχειν τὰς κεφαλὰς ἐπιτηδευθῆναι δηλοῖ τὴν τῶν βρόχων διὰ πασῶν ἰσότητα. Ἐνταῦθα δὲ, ὅ πέρ τις ἐπὶ συκῆς ἔφη, περὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
