# Commentarii ad Homeri Odysseam 2.291.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.291.1

ἣν ἀπήγξατο φαύλη γυνὴ, ὡς εἴθε πάντα τὰ δένδρα τοιούτους καρποὺς φέροιεν, ἔστι καὶ ἐπὶ τῶν τοιούτων βρόχων εἰπεῖν, ὡς αἴθε πάντες βρόχοι τοιαῦτα πτηνὰ συλλαμβάνοιεν. (Vers. 472.) Ὅρα δὲ καὶ ὅτι βρόχων ἡ παραβολὴ μόνη μέμνηται· ἐν δέ γε τοῖς φθάσασιν οὐ κεῖνται λόγῳ συντομίας σεσιγημένοι. (Vers. 474. sqq.) Ὅτι μετὰ τὰς δμωὰς οἱ περὶ τὸν Τηλέμαχον ἀνὰ πρόθυρόν τε καὶ αὐλὴν τὸν Μελάνθιον ἦγον. τοῦ δ' ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ τάμνον, μήδεά τ' ἐξέρυσαν κυσὶν ὠμὰ δάσασθαι, χεῖράς τ' ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ· ἀπότομος αὕτη καὶ δεινοτάτη ποινὴ, ἐξ ἧς εἰκὸς καὶ θανεῖν τὸν Μελάνθιον, εἰ καὶ ὁ ποιητὴς καὶ αὐτὸ σιγᾷ. ἐπὶ δὲ τούτοις οἱ ταῦτα δράσαντες ἀπονιψάμενοι χεῖράς τε πόδας τε εἰς Ὀδυσῆα δόμονδε κίον· τετέλεστο δὲ ἔργον. Καὶ ὅρα καὶ τοῦτο ἐπιφωνηματικῶς λεχθὲν, ὡς καὶ πρὸ βραχέων εἴρηται. (Vers. 481.) Ὅτι πεφονευμένων ἤδη τῶν ἀξίων θανάτου θεῖον καὶ πῦρ ζητεῖ Ὀδυσσεὺς ἐπὶ καθάρσει τοῦ δώματος. ἐδόκουν γὰρ οἱ Ἕλληνες οὕτω τὰ τοιαῦτα μύση καθαίρεσθαι διοπομπούμενα. καὶ ἕτεροι μὲν δηλοῦσι τρόπους καθαρσίων ἑτέρους. ἃ καὶ ἐξάγοντες τῶν οἴκων μετὰ τὰς ἐθίμους ἐπαοιδὰς προσέῤῥιπτον ἀμφόδοις, ἔμπαλιν τὰ πρόσωπα στρέφοντες καὶ ἐπανιόντες ἀμεταστρεπτί. ὁ δέ γε ποιητικὸς Ὀδυσσεὺς οὐχ' οὕτω ποιεῖ, ἀλλ' ἑτέρως ἁπλούστερον. φησὶ γοῦν· οἶσε θέειον γρηῢ κακῶν ἄκος, οἶσε δέ μοι πῦρ, ὄφρα θεειώσω μέγαρον. καὶ ἡ γραῦς ποιεῖ οὕτω καὶ ἤνεγκε πῦρ καὶ θήϊον. καὶ Ὀδυσσεὺς εὖ διεθείωσε μέγαρον καὶ δῶμα καὶ αὐλὴν πλέον ποιήσας οὐδέν. Καὶ ὅρα τὸ οἶσε δὶς λεχθὲν, τοῖς μετρικοῖς μόνοις ὂν χρήσιμον. οὗ περ ἡ γραφὴ διὰ ψιλοῦ λόγῳ παρατατικοῦ, ὡς προδεδήλωται, ἀπὸ ἐνεστῶτος τοῦ οἴσω. Θέειον δὲ θυμιάματος εἶδος καθαίρειν δοκοῦντος τοὺς μιασμούς. διὸ καὶ διαστείλας κακῶν ἄκος αὐτό φησιν ὁ ποιητής. οὔτε δέ τινες ἐνταῦθα ἐπῳδαὶ συνήθεις τοῖς παλαιοῖς, οὔτε στενωπὸς ἐν ᾧ οἱ ἄνθρακες ἀπαγόμενοι αὐτῷ ἀγγείῳ ἐῤῥίπτοντο ὀπισθοφανῶς. Ἰστέον δὲ ὅτι οὐ μόνον διὰ θείου ἐγίνοντο καθαρμοὶ καθὰ, προσεχῶς ἐγράφη, ἀλλὰ καὶ φυτά τινα εἰς τοῦτο χρήσιμα ἦν. ἀριστερεὼν γοῦν, φυτὸν κατὰ Παυσανίαν, ἐπιτήδειον εἰς καθαρμόν. καὶ σῦς δὲ εἰς τοιαῦτα ἐστὶν, οὗ παρελαμβάνετο, ὡς ἐν Ἰλιάδι φαίνεται. καὶ οἱ τὸ διοπομπεῖν δὲ ἑρμηνεύοντές φασιν ὅτι δῖον ἐκάλουν, κώδιον ἱερείου τιθέντος Διῒ μειλιχίῳ ἐν τοῖς καθαρμοῖς φθίνοντος μαιμακτηριῶνος μηνὸς ὅτε ἤγοντο τὰ πομπαῖα. καὶ καθαρμῶν ἐκβολαὶ εἰς τὰς τριόδους ἐγίνοντο. εἶχον δὲ μετὰ χεῖρας πομπόν· ὅ περ ἦν, φασὶ, κηρύκιον, σέβας Ἑρμοῦ. καὶ ἐκ τοῦ τοιούτου πομποῦ καὶ τοῦ ῥηθέντος δίου τὸ διοπομπεῖν. καὶ τοῦτο μὲν οὕτως ἐξ ἱστορίας. ἄλλως δὲ κοινότερον διοπομπεῖν καὶ ἀποδιοπομπεῖν ἐφαίνετο τὸ, Διὸς ἀλεξικάκου ἐπικλήσει ἐκπέμπειν τὰ φαῦλα. ὅτι δὲ καὶ δι' αἵματος ἦν κάθαρσις, αἱ ἱστορίαι δηλοῦσιν, ὁποία καὶ ἡ τῶν φονέων, οἳ αἵματι νιπτόμενοι καθάρσιον εἶχον αὐτό. λέγονται δὲ ὡς οἱ περὶ τὴν τοιαύτην τέχνην καὶ μάλιστα οἱ τὰς πόλεις καθαίροντες φαρμακοὶ Ἀττικῶς ἐλέγοντο, καθὰ δηλοῖ καὶ ὁ Δημοσθένης, Ἴωνες δέ, φασι, προπαροξυτόνως. τοῦ δὲ τοιούτου καθαίρειν παράγωγα τὸ καθάρσιον καὶ τὸ κάθαρμα, ἐκεῖνο μὲν οὐ μωμητὸν, τοῦτο δὲ ψεκτὸν, ἀφ' οὗ καθάρματα τοὺς ῥυπαροὺς καὶ ἀποβλήτους φαμέν· καὶ ἔστιν αὐτὸ σκῶμμα δριμύτερον τοῦ ἐν Ἰλιάδι λύματος ἤγουν ἀπονίμματος, ἐξ οὗ καὶ ἡ λύμη καὶ ὁ λυμεών· ὥς περ αὖ πάλιν τοῦ λύματος ἀφελέστερον τὸ περίψημα σπόγγισμά τι ὂν αὐτὸ καὶ κατὰ τοῦτο ἐοικὸς τῷ λύματι. Τὸ δὲ θεῖον γίνεται ἀπὸ τοῦ θεὸς θέϊον κατὰ παραγωγὴν ἁπλῆν, καὶ ἐν συναιρέσει θεῖον δισυλλάβως· ἐξ οὗ καὶ θειῶσαι τὸ θυμιάσαι, ὡς τὸ, εὖ διεθείωσε. προσλαβὼν δὲ τὸ ε πρὸ τῆς διφθόγγου γίνεται θέειον τρισυλλάβως, ἐξ οὗ τὸ, ὄφρα θεειώσω. ἄλλως δὲ διαλυθὲν τὸ δισύλλαβον θεῖον γίνεται θήϊον. καὶ ἔστι δυνατὸν καὶ ἀπ' αὐτοῦ γενέσθαι ῥῆμα τὸ θηϊῶσαι. Ὅτι δὲ θεῖον ἔστιν ἐνταῦθα νοῆσαι καὶ τὸν θέαφον τὸ λεγόμενον δηλαδὴ θεῖον ἄπυρον, δηλοῦσιν οἱ παλαιοί. καὶ θεῖον μὲν ἴσως διὰ τὸ καινὸν τῆς αὐτοῦ ἐνεργείας καὶ τεράστιον, ἢ διὰ τὸ ἀνάγεσθαι ἔνθα τὰ θεῖα, ἢ καὶ διὰ τὸ θεόθεν εἶναι· μετὰ προσθήκης δὲ θεῖον ἄπυρον τὸ ὀλιγόπυρον· βραχὺ γὰρ ψαῦσαν πυρὸς ἀνάπτεται· ἢ ὅτι οὐ χρὴ ἁπλῶς πυροῦσθαι αὐτὸ διὰ τὸ δύσοδμον. (Vers. 494.) Ἐν δὲ τῷ, μέγαρον καὶ δῶμα καὶ αὐλὴν, διαφορά τις φαίνεται μεγάρου καὶ δώματος. καὶ ἴσως μέγαρον τὴν γυναικωνίτιν φησί. καὶ κεῖνται χρήσεις εἰς τοῦτο πρὸ ὀλίγων τινές. φαίνεται δὲ αὐτὸ καὶ ἔνθα ἡ Πηνελόπη ἐγκελεύεται τῇ Εὐρυκλείᾳ μέγαρόνδε ἔρχεσθαι, καὶ Τηλέμαχος δὲ αὐτὴν ἀπὸ μεγάρου καλεῖ. (Vers. 492.) Τὸ δὲ, οἶσε πῦρ, περιφράζων ἅμα καὶ παραφράζων, πῦρ νῦν μοι, φησὶ, πρώτιστον

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
