# Commentarii ad Homeri Odysseam 2.292.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.292.1

ἐνὶ μεγάροισι γενέσθω. (Vers. 487.) Ὅτι προτροπὴ κακοείμονος εἰς λαμπροφορίαν τὸ, ἀλλ' ἄγε δὴ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐνείκω, μηδ' οὕτω ῥάκεσι πεπυκασμένος εὐρέας ὤμους ἕσταθ' ἐνὶ μεγάροισι νεμεσσητὸν δέ κεν εἴη. (Vers. 489.) Ἀπὸ τοῦ ἕστακα δὲ, οὗ προστακτικὸν τὸ ἕστακε, γίνεται τὸ ἕσταθι κατὰ πλεονασμὸν ὁμοίως τῷ, κλύε, κλῦθι, καὶ τοῖς τοιούτοις. (Vers. 498.) Ὅτι πάλιν τῆς Εὐρυκλείας μετακαλεσαμένης ἀμφεχέοντο καὶ ἠσπάζοντο Ὀδυσῆα καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους αἱ ἀθῷοι δμωαὶ, χεῖράς τ' αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει κλαυθμοῦ καὶ στοναχῆς· γίγνωσκε δ' ἄρα φρεσὶ πάσας. λαλεῖ δὲ πρὸς οὐδεμίαν οὐδέν. τί γὰρ καὶ ἦν λέγειν τὸν οὕτω σεμνὸν Ὀδυσσέα πρός γε τὰς τοιαύτας; ἀρκεῖ δὲ ἀντὶ προσφθέγματος ὁ ἐνδιάθετος κλαυθμὸς καὶ ἡ στοναχὴ, ἅ περ ᾐδεῖτο ἐν τῇ τῶν Φαιάκων γῇ πάσχων Ὀδυσσεύς. (Vers. 499.) Ἰστέον δὲ ὡς ἐκ τοῦ, κύνεον ἀγαπαζόμεναι, εἰλῆφθαι δοκεῖ παρὰ τοῖς ὕστερον ἀγαπᾶν λέγειν τὸ φιλεῖν καὶ ἀγάπην τὸ φίλημα. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ἀναγνωρισμὸς Ὀδυσσέως πρὸς τὴν γυναῖκα καὶ τῶν τῆς πλάνης διηγημάτων ἀνακεφαλαίωσις καὶ Ὀδυσσέως καὶ Τηλεμάχου μετὰ τῶν οἰκείων ἔξοδος. ΟΔΥΣΣΕΙΑΣ Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἐν τῇ παρούσῃ ῥαψῳδίᾳ Ὀδυσσεὺς ἀναγνωρίζεται τῇ γυναικί. διὸ καὶ Ὀδυσσέως ὑπὸ Πηνελόπης ἀναγνωρισμὸς ἐπιγράφεται. κατάρχει δὲ ταύτης ἡ γραῦς Εὐρύκλεια τὰ κατὰ τὸν Ὀδυσσέα τῇ γυναικὶ ἀγγέλλουσα. φησὶ γάρ· (Vers. 1. sqq.) γρηῢς δ' εἰς ὑπερῷ' ἀνεβήσατο καγχαλόωσα, ὡς εἰκὸς, δεσποίνῃ ἐρέουσα τὰ κατὰ τὸν Ὀδυσσέα· γούνατα δ' ἐῤῥώσαντο, τουτέστιν ἐῤῥωμένως ἐκινήθησαν, πόδες δ' ὑπερικταίνοντο. τοιοῦτον γὰρ ἡ παρ' ἐλπίδα τέρψις, ἀνανεοῦσα τὸ γῆρας καὶ τὰς φυσικὰς δυνάμεις ἠτονηκυίας ῥωνύουσα ὡς τὰ πολλὰ, εἰ καὶ ἔστιν ὅτε πολλοὶ τῇ ὑπερβολῇ τῆς χαρᾶς ἀπέβησαν. διὸ καὶ Λαέρτης ἐν τοῖς ἑξῆς τὸ γῆρας οἷον ἀποθέμενος διὰ τὴν ἐπὶ τῷ Ὀδυσσεῖ χαρὰν νεοτήσιον μένος ἐπαναλήψεται. (Vers. 1.) Ἰστέον δὲ ὅτι τὸ γρηῦς ταυτὸν μέν ἐστι τῷ νηῦς κατὰ τὴν προφορὰν καὶ τὴν κλίσιν, οὐ πάντα δὲ ἔχει ὡς ἐκεῖνο. τοῦτο μὲν γὰρ διαλύεται, ὡς καὶ ἐνταῦθα, γρηῢς δ' εἰς ὑπερῷ' ἀνεβήσατο· ἡ δὲ νηῦς οὐ διαλύεται. καὶ ἡ ναῦς μὲν ἔχει καὶ Ἀττικὸν, τῆς νεὼς γάρ· ἡ δὲ γρηῦς οὔ. τὰ δὲ λοιπὰ ὡμοίωνται. ναῦς γὰρ ναὸς καὶ νηὸς, ὡς γραῦς γραὸς καὶ γρηός. (Vers. 3.) Τὸ δὲ, ἐπεῤῥώσαντο πόδες, ἀγαθὴν ἔχει τροπὴν, οὐ μὴν ὁποίαν ἐν Ἰλιάδι τὸ, χαῖται ἐπεῤῥώσαντο. Τὸ δὲ ὑπερικταίνοντο ἀντὶ τοῦ ἀνεπάλλοντο κατὰ Ἀρίσταρχον, ἢ ὑπερεξετείνοντο, ἄγαν ἱκνοῦντο· παρὰ τὸ ἵκταρ, ὅ ἐστιν ἐγγύς· ὡς ἡ παροιμία· οὐδ' ἵκταρ βάλλει, ἀντὶ τοῦ οὐδ' ἐγγὺς τοῦ σκοποῦ γίνεται. καὶ τὸ μὲν τοιοῦτον ἵκταρ εὐλόγως τε δασύνεται καὶ ἐπίῤῥημά ἐστι ὡς τὸ ὕπαρ. τὸ δὲ παρὰ Καλλιμάχῳ ἐν ἐθνικαῖς ὀνομασίαις, ὥς φησιν Ἀθήναιος, οἷον, ἐγκρασίχολοι τριχίδια χαλκὶς ἵκταρ ἀθερίνη, ὄνομα μὲν ἰχθύος ἐξ ὀρθοῦ δηλοῖ· ζητητέον δὲ τὸ γένος αὐτοῦ εἴτε ἄῤῥεν ἐστὶ κατὰ τὸ μάκαρ εἴτε θῆλυ κατὰ τὸ δάμαρ εἴτε οὐδέτερον κατὰ τὸ νέκταρ, ἔτι δὲ καὶ εἰ δασύνεται, ὃ καὶ εἰκός ἐστιν ὡς ἀπὸ τοῦ ἷκται, ἀφ' οἷ κατ' ἐναλλαγὴν τῶν ψιλῶν εἰς δασέα καὶ ὁ ἰχθὺς, ὡς προδεδήλωται. εὐτελέστατον δέ ἐστιν ἰχθύδιον, οὗ περ ἡ κλῆσις ἵκταρ. ἐμφαίνει δὲ τοῦτο ἡ Βυζάντιος παραφθορὰ κτάρας τὰ τοιαῦτα λέγουσα. (Vers. 5—24.) Ὅτι στᾶσα ὑπὲρ κεφαλῆς ἡ γραῦς μαῖα, ἔγρεο Πηνελόπεια φίλον τέκος, φησὶν, ὄφρα ἴδηαι ὀφθαλμοῖσι τεοῖσιν ἃ ἔλδεαι ἤματα πάντα, ἤγουν ἀεί. ἦλθεν Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται ὀψέ περ ἐλθών· μνηστῆρας δ' ἔκτεινεν ἀγήνορας, οἵ τέ οἱ οἶκον κήδεσκον, ἤγουν ἔβλαπτον καὶ κτήματ' ἔδον, βιόωντό τε παῖδα. καὶ οὕτω μὲν ἡ γραῦς. ἡ δὲ Πηνελόπη τῷ καινῷ τοῦ ἀκούσματος ἀπιστοῦσα· τίς γὰρ ἂν καὶ ἄλλος ῥᾳδίως οἴοιτο τοιοῦτον μέγα ἔργον ἐν ἀκαρεῖ καιροῦ καταπραχθῆναι; καὶ παίζεσθαι νομίσασα, μαῖα φίλη, φησὶ, μάργην σε θεὸς ἔθετο, ὅς τε δύναται ἄφρονα ποιῆσαι τινὰ καὶ ἐπί-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
