Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.293.1
Not analysed yet
φρονά περ μάλ' ἐόντα καί τε χαλινοφρονέοντα σαοφροσύνης ἐπέβησε, τουτέστιν ἐπεβίβασεν. ὃς, τουτέστιν οὗτος, σὲ παρέβλαψε· πρὶν δὲ φρένας αἰσίμη ἦσθα. τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μ' ἀνεγείρεις ἡδέος, ὅς μ' ἐπέδησε φίλα βλέφαρ' ἀμφικαλύψας; οὐ γάρ πω τοιόνδε, ἤγουν οὕτως ἢ τοιοῦτον, ὕπνον κατέδραθον, τουτέστιν ἐκοιμήθην, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. ἀλλ' ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε, ἤγουν εἰς τὴν γυναικωνίτην. εἰ γάρ τίς με ἄλλη γυναικῶν, αἵ μοι ἔασι, ταῦτ' ἐλθοῦσα ἤγγειλε καὶ ἐξ ὕπνου μ' ἀνέγειρε, στυγερῶς ἂν αὐτὴν ἀπέπεμψα νέεσθαι αὖτις ἔσω μέγαρον, τουτέστιν ἐς τὸ μέγαρον ἢ ἔσω μεγάρων, σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει, τουτέστιν ὅσον εἰς τὸ μὴ στυγερῶς ἀποπεμφθῆναι, ὀνήσει σε τὸ γῆρας, εἰ καὶ ἄλλως μεμπτέα ἔσῃ. Ἰστέον δὲ ὅτι ὁ βαθύτατος ὕπνος τῆς γυναικὸς, ὃν αὐτῇ ἐπὶ βλεφάροις Ἀθηνᾶ ἔβαλε, λύει καὶ ἀπορίαν τὴν, πῶς δή ποτε τοσούτου θορύβου ἐν τῇ μάχῃ γενομένου ἐκείνη οὐκ ᾔσθετο. δηλοῖ δὲ καὶ ὡς, ἐὰν ἐκείνη οὐδὲν ἔγνω, τῷ παντὶ πλέον οὐδὲ οἱ ἔξω τοῦ οἴκου Ἰθακήσιοι. (Vers. 5.) Τῶν δὲ ῥηθέντων τὸ μὲν, φίλον τέκος, ἄκραν εὔνοιαν τῆς γραὸς πρὸς τὴν δέσποιναν ἐνδείκνυται καὶ ἐκείνης αὖθις αἰδῶ πρὸς ταύτην οἷα φίλην μαῖαν τοῦ ἀνδρός. οὕτω δὲ καὶ μετ' ὀλίγα, οὔ τί σε λωβεύω, φίλον τέκος, φησί. (Vers. 6.) Τὸ δὲ, ὀφθαλμοῖσι τεοῖσιν, ἀκριβέστατα εἴωθε λέγεσθαι πρὸς διαστολὴν τῶν τε φανταζομένων τινὰς ὡς τὸ, ὀσσόμενος πατὲρ ἐσθλὸν, καὶ τῶν ἀλλοτρίοις ὁρώντων ὀφθαλμοῖς, ὁποῖοι οὐ μόνον οἱ ἐν τυφλότητι πρὸς τῶν βλεπόντων ὁδηγούμενοι, ἀλλὰ καὶ οἱ ἀπὸ τῶν αὐτοψεὶ βλεπόντων μανθάνοντες τὸ θεαθέν· ὧν πάντων διαφέρει ὁ ἰδών τι ὀφθαλμοῖς ἰδίοις. Τὸ δὲ, ἦλθεν Ὀδυσσεὺς, ἁπλοϊκῶς εἴρηται. (Vers. 7.) Τὸ δὲ, καὶ οἶκον ἱκάνεται, πρὸς σαφήνειαν ἐπῆκται· οὐ γὰρ πᾶς ὁ ἐλθὼν ἐξ ἀλλοδαπῆς εἰς πατρίδα ἤδη καὶ οἴκαδε αὐτίκα ἐστί. καὶ δηλοῖ τοῦτο Ἀγαμέμνων ἐπιβὰς μὲν τῆς πατρίδος γῆς, τὸν οἶκον δὲ οὐκ ἰδὼν, ἐπεὶ καὶ ταυτολογία εἶναι δοκεῖ τὸ ἦλθεν Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται. (Vers. 8.) Ἰστέον καὶ ὅτι ἡδὺ τὰ ἡδέα ταυτολογεῖσθαι. διὸ καὶ τὸ ὀψέ περ ἐλθὼν τῇ τοιαύτῃ ταυτολογίᾳ συμβάλλεταί τι. Τὸ δὲ, μνηστῆρας δ' ἔκτεινεν, ἐπίτασις τοῦ καλοῦ, εἰ ἐλθὼν καὶ οἶκον ἱκόμενος καὶ ὀψὲ ἐλθὼν ἔκτεινε καὶ τοὺς κακούς. Τὸ δὲ ἀγήνορας φανερῶς ἐπὶ ψόγου κεῖται, ὡς δηλοῖ τὸ, οἵ περ οἶκον κήδεσκον καὶ τὰ ἑξῆς. Σημείωσαι δὲ ὅπως ἡ γραῦς, ὡς ἐχρῆν, οὐ μακρολογεῖ πρὸς τὴν δέσποιναν ἔξω καιροῦ, ἀλλὰ γοργῶς αὐτὸ ἀφηγεῖται τὸ ἀναγκαῖον, ἤγουν τὸ μὲν τὸν Ὀδυσσέα ἐλθεῖν ἐν στίχῳ ἑνὶ, ἐν δὲ ἑτέρῳ τὸ τοὺς μνηστῆρας ὀλέσθαι, ὁ δὲ τρίτος ἐκ περισσοῦ μὲν, θυμικῶς δὲ κατάῤῥησιν τῶν μνηστήρων ἔχει διὰ τὸ κακῶς περὶ ἐκείνους διατεθεῖσθαι τὴν γραῦν. (Vers. 9.) Τὸ δὲ βιᾶσθαι πρωτότυπόν ἐστι τοῦ βιάζεσθαι. δῆλον δὲ ὡς οἱ μεθ' Ὅμηρον καὶ ἐπὶ γυναικείας πείρας τὴν λέξιν ἐτίθεντο. (Vers. 11.) Μάργη δὲ ἡ μαινομένη, καὶ μάργος ὁ τοιοῦτος, ὅθεν καὶ μαργαίνειν ῥῆμα καὶ λέμαργος καὶ γαστρίμαργος. (Vers. 12.) Τὸ δὲ, ὃς δύναται ἄφρονα ποιῆσαι καὶ ἑξῆς, θείαν γνωμικῶς δηλοῖ ἐνέργειαν, ὁποίαν τινὰ ἔχει καὶ Ἑρμῆς τοὺς μὲν ὑπνόωντας ἐγείρων, τοὺς δὲ καὶ ἀνάπαλιν διατιθέμενος. (Vers. 13.) Χαλίφρων δὲ καὶ χαλιφρονῶν ὁ τὰς φρένας παρῃωρημένος παρὰ τὸ χαλῶ, ἐξ οὗ καὶ τὸ καγχαλόω καὶ χάλιξ οἶνος ὁ χαλῶν καὶ ἀνιεὶς ἡμᾶς, καὶ ἀκροχάλιξ οἴνῳ ὁ μεθύων. καὶ Ἐπίχαρμος δέ, φασι, χαλικάζειν λέγει τὸ περὶ συνουσίαν ὑφ' ἡδονῆς ἀνίεσθαι καὶ ὑποστένειν. Σαοφροσύνη δὲ, τουτέστι σωφροσύνη, παρὰ μὲν τοῖς ὕστερον ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας. Ὅμηρος δὲ σώαν φρόνησιν οἶδεν αὐτήν. διὸ καὶ ἐναντία τῇ χαλιφροσύνῃ ἐστὶν, ὥστε καὶ ὁ σαόφρων ἐναντίος τῷ χαλίφρονι, καθὰ καὶ ὁ περίφρων, ὡς τὸ, ἀλλὰ σαόφρων ἐστὶ, νεμεσσᾶται δ' ἐνὶ θυμῷ καὶ ἑξῆς. κεῖται δὲ καὶ μετ' ὀλίγα ἡ τοιαύτη σωφροσύνη ἐν τῷ, ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθε. Τὸ δὲ, σαοφροσύνης ἐπέβησαν, ὅμοιον τῷ, ἀναιδείης ἐπέβησαν, ὃ πρὸ ὀλίγου εἴρηται, καὶ τῷ, ὄφρα εὐφροσύνης ἐπιβῆτον, ὃ μετ' ὀλίγα κεῖται. (Vers. 14.) Τὸ δὲ παρέβλαψε κατὰ φρένας νοεῖται νῦν, ὅθεν ὁ βλαψίφρων σύγκειται. διὸ ἐπάγει· πρὶν δὲ φρένας αἰσίμη ἦσθα, κατὰ τὸ, γῆρας δ' ἐναίσιμον ἄνδρα τίθησιν. ἔστι δὲ αἰσίμη ἡ τηροῦσα τὸ αἴσιον ἤτοι καθῆκον καὶ δίκαιον, καὶ γίνεται ἐκ τοῦ αἴσιμος ὁμοίως τῷ, ἔρημος ἐρήμη, χρήσιμος χρησίμη, καὶ τοῖς τοιούτοις. (Vers. 15.) Τοῦ δὲ λωβεύειν πρωτότυπον τὸ λωβῶ, ἐξ οὗ καὶ ὁ λωβητήρ. λαμβάνεται δὲ ἡ λέξις ἐπί τε χλεύης καὶ ὕβρεως ὡς τὰ πολλὰ, καὶ ἐπὶ τῆς ἁπλῶς δὲ βλάβης, ὡς καὶ ἐν τῷ, οἷς ἐλωβᾶθ' οἱ ξένοι. παράγεται δὲ παρὰ τὸ ἐπὶ λαοῦ συμβαίνειν, ἵνα ᾖ λαόβη καὶ ἐν συναιρέσει λώβη.