# Commentarii ad Homeri Odysseam 2.294.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.294.1

καιρία δὲ ἡ λέξις καὶ δυσμετάληπτος. διὸ καὶ ἡ γραῦς τῇ αὐτῇ προϊοῦσα λέξει χρᾶται. Τὸ δὲ, παρὲξ ἐρέουσα, ἀντὶ τοῦ ἀγγέλλουσα ἔξω μὲν τοῦ ἀληθοῦς, ἐγγὺς δὲ τοῦ ἐφετοῦ, ἵνα καὶ ἐνταῦθα τὸ παρὲξ δηλοῖ τό τε ἐγγὺς τό τε ἐκτός. Ὅτι δὲ τὸ ἐρέουσα ἀντὶ τοῦ ἀγγέλλουσα κεῖται, δηλοῖ τὸ, εἰ γάρ τις ἄλλη ταῦτ' ἐλθοῦσα ἤγγειλεν. ὅτι δὲ τὸ εἴρειν καὶ ἀντὶ τοῦ ἀγγέλλειν λέγεται, πολλαχόθεν δῆλον. ἐξ οὗ καὶ Ἶρις ἡ τῶν θεῶν ἄγγελος, καὶ Ἶρος, ὃς ἀγγέλλεσκε κιὼν ἔνθα ἐστέλλετο. Ἡδέος δὲ ὕπνου δηλωτικὸν τὸ, οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ τόδε γέγονεν. ἰσχὺν δὲ βαθέος ὕπνου δηλοῖ τὸ, ὅς μ' ἐπέδησε φίλα βλέφαρ' ἀμφικαλύψας. Τὸ δὲ κατάβηθι ὡς πρὸς τὰ ὑπερῷα ἐῤῥέθη ἔνθα ἡ γραῦς ἀνεβήσατο. Τὸ δὲ, γυναικῶν αἵ μοι ἔασιν, ἀντὶ τοῦ δμωΐδων αἳ εἰσὶν ὑπ' ἐμοὶ ἢ ὑπὲρ ἐμοῦ· τοῦτο δὲ πρὸς διαστολὴν ἑτέρων γυναικῶν· ἄλλη μὲν γάρ τις ἐπελώβευσεν ἂν ἴσως, τῶν δὲ ἐμῶν οὐκ ἂν οὐδεμία. Τὸ δὲ, στυγερῶς ἀπέπεμψα, ἀντὶ τοῦ φρικτῶς, κρυερῶς, παρὰ τὴν πολλαχοῦ μυθευομένην Στύγα ψυχρὰν ἐν Ἅιδου πηγήν· ἀφ' ἧς τὸ, στυγέειν, ὡς τὸ, στυγέει δὲ καὶ ἄλλος· οὗ ὁ μέλλων στυγήσω· ἐξ ὧν τοῦ στυγέω μὲν τὸ στυγερὸν, τοῦ στυγήσω δὲ τὸ στυγητόν. (Vers. 26—57.) Ὅτι τῆς Πηνελόπης λωβεύεσθαι οἰομένης ἐφ' οἷς ἡ γραῦς περὶ τοῦ δεσπότου ἤγγειλε, φησὶν ἡ μαῖα· οὔ τί σε λωβεύω, τέκνον φίλον· ἀλλ' ἔτυμόν τοι ἦλθεν Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω. εἶτα σαφέστερον τὸ πρᾶγμα φράζουσα ἐπάγει· ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισιν, ἵνα λέγῃ ὅτι ἐκεῖνος ἐστὶν Ὀδυσσεὺς ὁ χθιζὸς ἄτιμος ξένος. Τηλέμαχος δ' ἄρα, φησὶ, πάλαι ᾔδεεν αὐτὸν ἔνδον ἐόντα, ἀλλὰ σαοφροσύνῃσιν ἤτοι, ὡς προεδηλώθη, φρονήσεσι νοήματα πατρὸς ἔκευθεν, ὄφρ' ἀνδρῶν τίσαιτο βίας ὑπερηνορεόντων, ὃ δὴ ἐπὶ μυστηριασμῷ οἰκεῖον ἐστὶ λέγεσθαι. ὣς ἔφατο ἡ γραῦς· ἡ δὲ Πηνελόπη, οὔτε γὰρ ἐχρῆν ἀπραγμόνως οὕτω συγκαταθέσθαι τοῖς ὑπὲρ τοῦ Ὀδυσσέως οὔτ' αὖ πάλιν διαπαντὸς ἀπιστεῖν τῇ περίφρονι μαίᾳ, ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα γρηῒ περιπλέχθη, βλεφάρων δ' ἀπὸ δάκρυον ἧκε, καὶ, εἰ δ' ἄγε μοι, μαῖα φίλη, φησὶν, εἰ ἐτεὸν ἦλθεν, ὅπως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε μοῦνος ἐὼν, οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔμιμνον. τοῦτο δὴ τὸ ἐν τοῖς πρὸ τούτων καὶ ἀπορηθὲν Ὁμηρικῶς καὶ λυθέν. καὶ ἡ γραῦς μηδὲν εἰδυῖα τοῦ ἐρωτηθέντος τὸν τρόπον μὲν οὐκ εἰδέναι φησίν· οὔτε γὰρ ἰδεῖν οὔτε μαθεῖν· ἐκ τοῦ τέλους δὲ γνῶναι τὸ πραχθὲν ἀγαθόν. φησὶ γοῦν· οὐκ ἴδον, οὐ πυθόμην· ὅ περ ἔστι λέγεσθαι ἐφ' ὧν ἀγνοεῖ τις· ἀλλὰς στόνον οἶον ἄκουον κτεινομένων. ἡμεῖς δὲ μυχῷ θαλάμων ἐϋπήκτων ἥμεθα ἀτιζόμεναι, τουτέστι ταρασσόμεναι, ὃ πολλαχοῦ κεῖται, σανίδες δ' ἔχον τουτέστι θύραι εὖ ἀραρυῖαι, κατὰ δεσποτικὴν κέλευσιν. Τηλεμάχου δὲ καλέσαντος εὗρον ἔπειτα Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν ἑσταότα. οἱ δέ μιν ἀμφὶ κραταίπεδον οὖδας ἔχοντες κείατο ἐπ' ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης, τουτέστιν εὐφράνθης ἂν κατὰ ψυχήν· ὃ καὶ ἡ γραῦς δηλαδὴ παθοῦσα ὀλολύζειν ἤθελεν, εἰ μὴ ἐκώλυσεν Ὀδυσσεύς. νῦν δέ, φησιν, οἱ μὲν πάντες ἐπ' αὐλείῃσι θύρῃσιν ἀθρόοι ὡς ἐπ' ἀλλήλοις κείμενοι· ὁ δὲ, ὡς καὶ προδεδήλωται, δῶμα θεειοῦται περικαλλὲς πῦρ μέγα κειάμενος, σὲ δέ με προέηκε καλέσσαι· ὅτε δηλαδὴ εἰπὼν Ὀδυσσεὺς μή πω τήνδ' ἐπέγειρε, ἐνέδωκεν αὐτῇ μετὰ τὸν φόνον τῶν δμωΐδων καλέσαι τὴν δέσποιναν. εἶτα καὶ προτρεπομένη ἀκολουθεῖν φησίν· ἀλλ' ἕπευ, ὄφρα σφῶϊν εὐφροσύνης ἐπιβῆτον ἀμφοτέρω φίλον ἦτορ, τουτέστιν, ἵνα ἄμφω κατὰ τὸ ἦτορ ὑμῶν εὐφροσύνης ἐπιβαίητε· ὃ περιφραστικῶς δηλοῖ τὸ, ἵνα χαρείητε, ἐπεὶ κακὰ πολλὰ πέποσθε, ἤγουν ἐπεὶ κακὰ πολλὰ πεπόνησθε. νῦν δ' ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται· ὅ περ ἐν ἐκπληρώσει ἐπιθυμίας οἰκεῖον λέγεσθαι· ἐφ' οἷς ἑρμηνεύουσα ἡ γραῦς τὸ μακρὸν ἐέλδωρ φησίν· ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ καὶ παῖδ' ἐν μεγάροισι· κακῶς δ' οἵ πέρ μιν ἔρεζον, πάντας ἐτίσατο. καὶ οὕτω τὴν δέσποιναν ἀποροῦσαν μὲν πείθει δ' ὅμως ἕπεσθαι. (Vers. 26.) Ὅρα δὲ καὶ νῦν τὸ, τέκνον φίλον, ῥηθὲν πρὸς τὴν δέσποιναν ὑπὸ γραὸς δούλης· ἐπεὶ καὶ ἐκείνη μαῖαν φίλην προσεῖπεν αὐτήν. (Vers. 27.) Τὸ δὲ, οἶκον ἱκάνεται, χρήσιμον μὲν εἰς τὸ, ἦλθεν ἐφέστιος· ταυτὸν γὰρ ὁ εἰς οἶκον ἐλθὼν καὶ ὁ ἐφέστιος· ἔχει δέ τι ψευδοπαρηχήσεως κατὰ τὸ, φίλησε δὲ φῦλον ἀοιδῶν. (Vers. 28.) Τὸ δὲ, ἀτίμων, ὡς τὸ ἐβόων· ἐξ οὗ καὶ ὁ ἐν Ἰλιάδι ἀτίμητος, ὡς καὶ προεδηλώθη. (Vers. 41.) Εὔπηκτοι δὲ θάλαμοι οἱ εὐπαγεῖς καὶ στερεοὶ κατὰ τὸ, εὐσταθέος μεγάροιο, ἢ τεχνικῶς ἐσκευασμένοι ἢ εὔκλειστοι. διὸ ἐπήγαγε, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι. καὶ ἴσως ἐκ τούτου καὶ τὸ συγκλεῖσαι πακτῶσαι παρ' Ἀττικοῖς, ὡς καὶ Σοφοκλῆς δηλοῖ ἐν τῷ, καὶ δῶμα πάκτου, καὶ ὁ κωμικὸς ἐν τῷ, καὶ ἐπακτώσαμέν γε. (Vers. 46.) Κραταίπεδον δὲ τὸ στερεὸν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
