# Commentarii ad Homeri Odysseam 2.297.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.297.1

προσφθέγξεται τὸν ἄνδρα εἰ μὴ προλογίσει ἐκεῖνος πρὸς αὐτὴν, εὐλαβουμένη μὴ καὶ ἁλῷ θρασύτητος. οὐ μὴν δὲ πλησιάσει, μὴ καὶ αὐτὴ σῆμά τι ἐξ ἐκείνου γνοῦσα, ὅ περ αὐτὴ καὶ Ὀδυσσεὺς καὶ μία μόνη ἀμφίπολος Ἀκτορὶς ἐγίνωσκον, τὸ κατὰ τὴν ῥηθησομένην κλίνην δηλαδὴ, ἐξαίρετόν τι ἔχουσαν, ὡς δηλωθήσεται, ἵνα καθά περ ἡ μαῖα καὶ οἱ ἄνδρες δοῦλοι ἐκ τῆς οὐλῆς τὸν δεσπότην ἀνεγνώρισαν, οὕτω καὶ αὐτὴ τὸν ἄνδρα ἐκ τῆς παρασήμου κλίνης, ἣν οὐ πολλοὶ ἐγίνωσκον. Ἔνθα σημείωσαι ὅτι ἔσονται ὥς περ τοῖς ἄλλοις ἑταίροις καὶ φίλοις καὶ φιλτάτοις, οὕτω καὶ γυναικὶ καὶ ἀνδρὶ μυστηριώδη τινὰ, ὧν οὐκ ἀπεικὸς ἐπιστήμην ἔχειν καὶ δοῦλον ἢ δούλην, πεῖραν δεδωκότας πίστεως ἀκριβοῦς, ὁποία τις καὶ ἡ δεδηλωμένη Ἀκτορὶς, εἰδυῖα μόνη, ὃ μήτε ἡ μαῖα μήτε ἡ Εὐρυνόμη, αἱ τῶν ἄλλων ἐνταῦθα τοῖς δεσπόταις πιστότεραι. (Vers. 97.) εἰσὶ δὲ ἃ Τηλέμαχος πρὸς τὴν μητέρα λέγει, τοιαῦτα· μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, τίφθ' οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρ' αὐτὸν ἑζομένη μύθοισιν ἀνείρεαι, οὐδὲ μεταλλᾷς; οὐκ ἂν ἄλλη γε ὧδε γυνὴ τετληότι θυμῷ ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. (Vers. 103.) σοὶ δ' αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο. τοῦτο δὴ τὸ παροιμιῶδες ἐπὶ τῶν σκληροκαρδίων. καὶ οὕτω μὲν οἱονεὶ προαγωγεύει τῷ πατρὶ τὴν μητέρα ὁ παῖς. ἡ δὲ, τέκνον ἐμόν, φησι, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν, οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδ' ἐρέεσθαι, οὐδ' εἰς ὦπα ἰδέσθαι ἐναντίον, ὡς καὶ προεγράφη. εἰ δ' ἐτεὸν δὴ ἔστ' Ὀδυσσεὺς, γνωσόμεθ' ἀλλήλων καὶ λώϊον. (Vers. 110—116.) ἔστι γὰρ ἡμῖν σήματα ἃ καὶ ἡμεῖς κεκριμένα ἴδμεν ἀπ' ἄλλων. καὶ ἴσως μὲν καὶ ἄλλα εἶεν ἂν, ἃ καὶ σιωπᾷ συνήθως ὁ ποιητής· πρὸς δὲ τὰ φαινόμενα τὴν κλίνην λέγει, δι' ἣν τῷ Ὀδυσσεῖ ἐρεῖ μετ' ὀλίγα ἡ Πηνελόπη· πείθεις δή μευ θυμὸν ἀπηνέα περ μάλ' ἐόντα, ἐπεὶ σήματ' ἀριφραδέα κατέλεξας εὐνῆς ἡμετέρης. Ὅρα δὲ ὡς εἰ τῷ ἀνδρὶ οὕτω ἡ Πηνελόπη δυσκατέργαστος, ὁποίαν ἔστιν αὐτὴν συλλογίσασθαι τοῖς μνηστῆρσιν εἶναι; ἔστιν οὖν ἀστεῖον εἰπεῖν, ὡς μικροῦ δεῖν συντομώτερον ἔσχε τὴν μνηστηροκτονίαν κατεργάσασθαι Ὀδυσσεὺς ἢ τὸν ἀναγνωρισμὸν τῆς γυναικός· οὕτω περίφρων ἡ γυνὴ καὶ στερεὰ καὶ εἰπεῖν καὶ πρᾶξαι, ἧς ὁ νοῦς τοιοῦτον, ὡς ἐδηλώθη, ἐγέννησεν ἐπιχείρημα, ὡς διὰ τέλους ἂν παραμεῖναι αὐτὴν ἀπροσκόλλητον τῷ ἀνδρὶ καὶ μὴ ἂν πελάσαι αὐτῷ, εἰ μὴ τυχὸν ἐλογίσατο μή ποτέ τις τῶν κρειττόνων εἴη ὁ καὶ τοὺς μνηστῆρας ῥίψας καὶ νῦν αὐτῇ ὁμιλῶν. ἔστι γὰρ αὐτῇ τὸ ἄπορον ἀληθῶς ἄλυτον. ὡς γὰρ οὐδὲν καινὸν, εἰ καὶ οὐλὴν δείξει ὁ τῷ Ὀδυσσεῖ εἰκασθεὶς δαίμων, οὕτως οὐδ' εἴ περ τὸ τῆς κλίνης ἐξείπῃ μυστήριον. οὐ γὰρ ἀδύνατον τὸν τἄλλα εἰδότα θεὸν εἰδέναι καὶ αὐτό. καὶ τοίνυν, εἰ καὶ ὕστερον ὀψέ ποτε συμπεισθῇ καὶ ἀναγνοῦσα τὰ ἐκ τοῦ ἀνδρὸς σήματα δακρύσασα ἀμφὶ χεῖρας δειρῇ βάλῃ τῷ Ὀδυσσεῖ, οὐδ' οὕτως εὖ συνεπείσθη. καὶ γὰρ ὁ δαίμων, ὃν ὑπόπτευε, καὶ τὰ σήματα πάντως εὖ ᾔδει. καὶ ἴσως διὰ τοιοῦτόν τι συμπείθεται, ὡς καὶ προλελάληται. ἢ γὰρ Ὀδυσσεὺς ἐστὶν ὁ παρὼν, καὶ ἰδοὺ ἔχει ὃ ἤθελεν, ἢ τῶν τις κρειττόνων, καὶ οὐδ' οὕτω κακῶς τὸ πρᾶγμα συνέπεσε. χείρονος γὰρ ἀπηύχετο ἀνδρὸς εὐφραίνειν νόημα, οὐ μὴν καὶ τὸ τοῦ κρείττονος. ἃ δὴ συναισθόμενος ἴσως καὶ ὁ πολύτλας Ὀδυσσεὺς νοεῖν τὴν γυναῖκα μείδησε, καὶ ἀναβαλόμενος λαλῆσαί τι πρὸς αὐτὴν, Τηλέμαχε, φησὶν, ἤτοι μητέρα ἔασον πειράζειν ἐμέθεν. τάχα δὲ φράσεται καὶ ἄρειον ἐκ τῶν, ὡς εἰκὸς, ἐφεξῆς δηλαδὴ σημείων. νῦν δ' ὅττι ῥυπόω κακὰ χροῒ εἵματα εἷμαι, ὡς καὶ προεδηλώθη ἀνωτέρω, τοὔνεκ' ἀτιμάζει με καὶ οὔ πώ φησι τὸν εἶναι, ὅπως ἀστείως ἔχει καὶ γοργῶς. λέγει γὰρ ὡς οὔ φησιν ἐμὲ τὸν εἶναι, οἱονεὶ ἀποστεροῦσά με καὶ αὐτοῦ τοῦ εἶναι ἐμέ. καὶ ἐπὶ τούτοις ὁ ἥρως ὡς οἷα μεθέμενος τῆς γυναικὸς βουλεύεται περί τινος τῶν ἀναγκαιοτέρων, πολύτλας κἀνταῦθα ὢν, καθὰ καὶ ἡ γυνὴ τετληότος θυμοῦ, οἳ τλῆναι θέλουσι τὸ μὴ εὐθὺς ἀλλήλοις πελάσαι. καὶ τῶν πρὸ ἔργου γίνεται. (Vers. 97.) Τὸ δὲ δύσμητερ οὐ κατὰ τὸ Δύσπαρις καὶ τὸ Κακοΐλιον ἐῤῥέθη, ἀλλὰ θυμικώτερον, ἀπεναντίας τῷ, φίλη μήτηρ. ἄχθεται γὰρ ὁ υἱὸς ἐφ' οἷς ἡ μήτηρ ἀπηνὴς ἐπὶ τοῖς κατὰ τὸν πατέρα ἐστὶν, ὡς καὶ αὐτὴ μετ' ὀλίγα φησί· πείθεις μοι θυμὸν ἀπηνέα περ μάλ' ἐόντα. διὸ εἰπὼν, δύσμητερ, ἡρμήνευσεν ἐπαγαγὼν, ἀπηνέα θυμὸν ἔχουσα. (Vers. 98.) Τὸ δὲ νοσφίζεαι καὶ νῦν ἀντὶ τοῦ νόσφι γίνῃ, χωρίζῃ, οὗ ἑρμηνευτικὸν τὸ, οὐδὲ παρ' αὐτὸν ἑζομένη, τουτέστιν ἐγγὺς αὐτοῦ, ὅ περ ἐναντίον ἐστὶ πρὸς τὸ νόσφι. (Vers. 101.) Τὸ δὲ ἀφεσταίη καινότερον ἐσχημάτισται. καὶ ἔστι μὲν κοινὸν καὶ σύνηθες ἀντ' αὐτοῦ τὸ ἀποσταίη· τὸ μέντοι ἀφεσταίη φίλτερον Ὁμήρῳ οἷα ποιητικώτερον. Ἰστέον δὲ ὅτι, ὥς περ τὸ τέτλαθι καὶ τὸ τετλαίη σύστοιχα, ὡς τὸ,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
