# Commentarii ad Homeri Odysseam 2.298.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.298.1

οὐδ' ἂν ἔμοιγε τετλαίη καὶ κύνεός περ ἐὼν καὶ εἰς ὦπα ἰδέσθαι, οὕτω καὶ ἕσταθι καὶ ἑσταίη καὶ ἐφεσταίη· ὧν τοῦ μὲν ἕσταθι χρῆσις πρὸ ὀλίγων κεῖται, τοῦ δὲ ἀφεσταίη ἐνταῦθα. (Vers. 103.) Τὸ δὲ, στερεωτέρη λίθοιο, ἑτεροῖον ἐστὶ παρὰ τὸ ἐκ πέτρης, ὃ καὶ κεῖται ἐν τῷ, οὐκ ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης. καὶ ἡ ἑτερότης δηλοῦται ἐκεῖ. Σημείωσαι δὲ καὶ ὡς, εἴ περ ἡ μήτηρ ὁμολογεῖ θυμὸν ἔχειν ἀπηνέα, οὐκ ἂν ἀπεικότως ὁ παῖς ῥηθείη τολμῆσαι εἰπεῖν αὐτὴν κραδίην ἔχειν στερεωτέρην λίθοιο. Ὀδυσσεὺς δέ γε μετ' ὀλίγα οὗ περ ἐν τοῖς πρὸ τούτων οἱ ὀφθαλμοὶ ὡσεὶ κέρα ἕστασαν ἠὲ σίδηρος, μεταλαβὼν τὸ τοῦ υἱοῦ νόημα ἐρεῖ ὡς τῇ γυναικὶ σιδήρεος ἐν φρεσὶ θυμὸς, εἰπὼν πρότερον ὅτι Κῆρ αὐτῇ ἐστὶν ἀτέραμνον, ὡς ῥηθήσεται. Σημείωσαι δὲ ὅτι τὰ ἠθικὰ ταῦτα Ὁμηρικὰ ἡ παροιμία βαρύτερον μεταλαβοῦσα ἔφη τὸ, ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωπος. ὅτι δὲ καὶ θρασύτητος λάλημά ἐστιν ὁ σίδηρος, δηλοῖ Ἀριστοτέλης ἐν τῇ κατ' αὐτὸν ῥητορικῇ, φάμενος γυναῖκα θρασεῖαν τὴν Σιδηρὼ τὸ οἰκεῖον φορεῖν ὄνομα. Σημείωσαι δὲ καὶ ὅτι Αἰσχύλος ἐκ τῶν Ὁμηρικῶς εἰρημένων μίξας ἔφη ἐπὶ σκληροῦ καὶ ἀτέγκτου ἤθους τὸ, σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος, ὃ δηλαδὴ οὐ συνασχάλλειν ἤθελεν ἀνεσκολοπισμένῳ τῷ Προμηθεῖ. δῆλον γὰρ ὡς τὸ μὲν σιδηρόφρων πρὸς τὸ σιδήρειον ἦτορ ἀφορᾷ, τὸ δὲ κἀκ πέτρας πρὸς τὴν στερεωτέραν λίθου καρδίαν. (Vers. 109.) Ὅρα δὲ καὶ τὸ, γνωσόμεθα ἀλλήλων, γενικῇ συνταχθὲν, ὡς καὶ πρὸ ὀλίγων εἶχε τὸ, οὐδὲ τραπέζῃ γνώτην ἀλλήλων. (Vers. 114.) Τὸ δὲ πειράζειν γενικὴν καὶ αὐτὸ ἔχει σύνταξιν ἐνταῦθα ἐν τῷ, πειράζειν ἐμέθεν, κατὰ τὸ, πειρᾷ ἐμεῖο, γεραιέ. ἔστι δ' ὅτε καὶ ἀπολύτως κεῖται χωρὶς οἱασοῦν συντάξεως. (Vers. 115.) Τὸ δὲ ῥυπόω ὅμοιον τῷ ὁρόω καὶ βοόω, ὡς δηλοῖ τὸ, ῥυπόωντα καθῇραι, γραφὲν κατὰ τὸ ὁρόωντα καὶ βοόωντα. Σημείωσαι δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι τραγῳδικῶς τὰ περὶ τὸν Ὀδυσσέα νῦν ἐσχημάτισται. καὶ γάρ τοι παρὰ Αἰσχύλῳ κάθηνταί που πρόσωπα σιωπῶντα ἐφ' ἱκανὸν κατὰ σχῆμα ἢ πένθους ἢ θαυμασμοῦ ἤ τινος ἑτεροίου πάθους· καὶ ἔοικεν ἡ τραγῳδία ἐντεῦθεν λαβοῦσα τὰ τοιαῦτα σοφίζεσθαι. (Vers. 117. sqq.) Ὅτι Ὀδυσσεὺς μετὰ τὸν ῥηθέντα τῆς γυναικὸς ἀκκισμὸν εἴτε καὶ τὴν εὐλάβειαν βουλευόμενος περὶ τῶν ἑξῆς φησὶ τῷ υἱῷ· ἡμεῖς δὲ φραζώμεθα ὅπως ὄχ' ἄριστα γένηται. καὶ γάρ τις ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ, ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω, φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν· ἡμεῖς δ' ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγ' ἄριστοι κούρων ἐν Ἰθάκῃ· τάδε σε φράζεσθαι ἄνωγα, δηλονότι εἴτε φευξόμεθα εἴτε καὶ μή. καὶ ἔστιν ἀπὸ τοῦ ἐλάσσονος τὸ ἐπιχείρημα, δηλοῦν ὡς, εἴ περ φεύγει ὁ ἁπλῶς ἕνα κτείνας ἐν δήμῳ ἤγουν δημότην ἄνδρα, πολλῷ πλέον ἂν φύγῃ τὴν πατρίδα κατά τι ἔθος ἀρχαῖον ὁ καὶ πολλοὺς καὶ ἀρίστους ἀνελών. καὶ οὕτω μὲν Ὀδυσσεύς. (Vers. 124.) Τηλέμαχος δὲ ἐπαινῶν τὸν πατέρα ἐπὶ συνέσει ἀμείβεται ὧδε· αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην μῆτιν ἐπ' ἀνθρώπους φασὶν εἶναι, οὐδ' ἄν τίς σοι ἄλλος ἀνὴρ ἐρίσειε κατὰ θνητῶν ἀνθρώπων. (Vers. 127.) εἶτα ἐκείνῳ μᾶλλον αὐτὸς καθηγητῇ χρῆσθαι θέλων τῷ ἐπὶ πείρᾳ καὶ γυμνασίᾳ ἐρωτήσαντι φησίν· ἡμεῖς δὲ ἅμα ἑψόμεθα, οὐδέ τί φημι ἀλκῆς δευήσεσθαι ὅση δύναμίς γε πάρεστιν. ὃ καὶ ἐν ἄλλοις εἰπὼν ὁ ποιητὴς ἐπιφέρει ἐκεῖ τὸ, πὰρ δύναμιν δ' οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν. Καὶ σημείωσαι ὡς ὁ μὲν πολυμήχανος πατὴρ ἤδη πεπειραμένος ἀγαθοῦ τοῦ παιδὸς ἀπαιτεῖ συμβουλὴν ἐξ αὐτοῦ πειράζων ἢ καὶ παιδαγωγῶν. ὁ δὲ παῖς εὖ ποιῶν τῷ πατρὶ ἀποκαθιστᾷ τὴν βουλήν. ἀμέλει καὶ Ὀδυσσεὺς ἐξευρήσει τὸ πρακτέον ἐν τοῖς ἑξῆς καὶ τῇ γυναικὶ αὔριον τὰ κατὰ τὸν οἶκον ἐπιτρέψας, αὐτὸς ἐς τὸν ἀγρὸν ἀπελεύσεται καραδοκήσων τὸ μέλλον. τῷ τέως δὲ τὸ γενόμενον ἐπικρύψαι θέλων, πολὺς γὰρ ὁ ἐντεῦθεν κίνδυνος εἴ περ εὐθὺς ἄρτι τοῖς Ἰθακησίοις τὸ πρᾶγμα γνωσθήσεται, ἄλλα τέ τινα ἐπιτάσσει γενέσθαι καὶ ἀοιδὰς ἐξακούστους καὶ ὀρχήσεις φιλοπαίγμονας, ἵνα φαντασία γάμου παραχθέντες οἱ ἔξωθεν ἀκούοντες, ὡς τῆς δεσποίνης ἐπιλεξαμένης ἄνδρα, μήτε θαυμάσωσιν εἴ περ μὴ συνήθως οἱ μνηστῆρες ἕκαστος εἰς τὰ ἑαυτῶν ἐσκεδάσθησαν, μήτε ψηλαφήσωσιν ἐκείνους καὶ οὕτως αὐτίκα γένηται μέγα κακόν. οὗ ἕνεκα καὶ ἔφθη πρὸ τούτων συχνὰ ἐκλαλεῖσθαι, μέλλειν γαμηθῆναι τὴν Πηνελόπην, ἵνα δηλαδὴ πιθανολογηθῇ τὰ νῦν γραφόμενα. (Vers. 130. sqq.) εἰσὶ δὲ ἃ λέγει Ὀδυσσεὺς ταῦτα, ὡς αὐτῷ δοκεῖ εἶναι ἄριστα· πρῶτα μέν, φησι, λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας, δμωὰς δὲ ἀνώγετε εἵματα ἑλέσθαι. καλὰ τὰ πάντα καὶ ἄξια τοῦ φθάσαντος θειώματος. αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο. τρυφώντων δὲ ταῦτα ἴδια. Ὀδυσσεὺς δὲ καὶ αἰτίαν τὴν προῤῥηθεῖσαν προς-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
