# Commentarii ad Homeri Odysseam 2.299.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.299.1

τιθεὶς φησίν· ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων, ἢ ἀν' ὁδὸν στείχων ἢ οἳ περιναιετάουσι· μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται ἀνδρῶν μνηστήρων, πρὶν ἡμᾶς ἐλθεῖν ἔξω ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δ' ἔπειτα φρασσόμεθ' ὅ περ ἂν κέρδος θεὸς ἐγγυαλίξῃ τουτέστι δώσει, ὡς καὶ ἐν ἄλλοις κεῖται. γίνεται τοίνυν οὕτω. καὶ, ἃ δὴ καὶ αὐτὰ τρυφὴν φράζει, λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας, ὅπλισθεν δὲ γυναῖκες ὡς εἰς δαῖτα ἢ καὶ χορὸν καὶ ὄρχησιν. ὁ δ' εἵλετο θεῖος ἀοιδὸς φόρμιγγα γλαφυρὴν, ἐν δέ σφισιν ἵμερον ὦρσε μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο, τοῦ καὶ ἄλλως ἐν δέοντι φιλοπαίγμονος. οἷς τὸ ἐνδόσιμον καὶ ὁ ἐπ' αὐτοῖς ἵμερος ἐκ τῆς ἀοιδῆς. διὸ καὶ μολπὴ κατά τινας ἡ τῶν παιζόντων, ἐπειδὴ τοιαῦτα τῷ μέλει ἕπεται. τοῖς δέ, φησι, μέγα δῶμα περιστοναχίζετο ποσσὶν ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν. εἰς τοσοῦτον δὲ ἦν πολὺς ὁ ἦχος, ὥστε καὶ τοῖς ἔξω ἀκουσθῆναι καθὰ ἤθελεν Ὀδυσσεύς. (Vers. 148. sqq.) φησὶ γοῦν ὁ ποιητής· ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων· ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν. σχετλίη, οὐδ' ἔτλη πόσιος οὗ κουριδίοιο εἴρυσθαι μέγα δῶμα διαμπερὲς ἕως ἵκοιτο. (Vers. 152.) εἶτα ὁ ποιητὴς κατακλείων τὸ νόημα συμπληρωτικῷ σχήματι φησίν· ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο. Ἐν οἷς σημείωσαι καὶ ὡς ἡ λοξὴ τῆς Πηνελόπης εὐχὴ τετέλεσται νῦν· εἶπε γὰρ ἐκείνη, ὡς νὺξ ἔσται ὅτε στυγερὸς γάμος ἀντιβολήσει. καὶ ἰδοὺ νὺξ ἄρτι ἐστὶ, καθ' ἣν γάμος συντελεῖται στυγερὸς τοῖς μνηστῆρσι καὶ τοῖς ἐκείνων. (Vers. 119.) Ἀοσσητὴρ δὲ καὶ ἐν τοῖς ῥηθεῖσι, καθὰ καὶ ἐν ἄλλοις, ὁ δίχα ὄσσης βοηθῶν, τουτέστιν ὁ ἕτοιμος καὶ ἀπροφάσιστος ἐπίκουρος. (Vers. 120.) Τὸ δὲ φεύγεσθαι τὰς πατρίδας ὑπὸ τῶν φονευσάντων καθωμίληται, εἰ μή τι ἄρα ποινὴν τίσει ὁ φονεὺς τὴν συνδόξασαν· τότε γὰρ ἐᾶται μένειν ἐν δήμῳ, καθὰ ἐδήλωσε καὶ ἡ Ἰλιάς. Ἐν δὲ τῷ, πηοὺς προλιπὼν, τῷ τῶν πηῶν ἤτοι ἀγχιστέων ὀνόματι τὴν πᾶσαν ὡς ἐκ μέρους δηλοῖ συγγένειαν. ἔφθη δὲ ὁ ποιητὴς καὶ τοὺς πηοὺς κηδίστους εἰπεῖν τοῖς ἀνθρώποις μεθ' αἷμα καὶ γένος αὐτῶν. (Vers. 121.) Ἕρματα δὲ πόλεως ἢ τὸν οἱονεὶ κόσμον, ὡς εἴ περ ἡ πόλις καθὰ καί τις γυνὴ ἐκαλλωπίζετο ὑπ' αὐτῶν οἷα τινῶν ἑρμάτων, ἃ δὴ κόσμου γυναικικοῦ εἶδος εἶναι προείρηται, ἢ τὰ στηρίγματα ὡς ἀπὸ τῶν κατὰ τὰς νῆας ἑρμάτων, ἅ περ αἱ μὴ ἔχουσαι ἀνερμάτιστοι λέγονται, ἢ καὶ ἄλλως τὰ κατὰ τοὺς στύλους ἢ κίονας ἑδράσματα. ὅθεν λαβὼν Λυκόφρων κίονα Τροίας λέγει τὸν Ἕκτορα ἐν τῷ· οἷον, κίον' ἀϊστώσεις δόμων. Ὅτι δὲ καὶ ἔρεισμα τὰ τοιαῦτα εἰσὶ, δηλοῖ ἐκεῖνος ἐπαγαγών· ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας. δῆλον δὲ ὡς ἀπὸ τοῦ ἔρεισμα κατὰ συγκοπὴν τὸ ἕρμα γίνεται, δασυνθὲν αὐτὸ διὰ τὸ μετὰ ρ εὐθὺς κεῖσθαι τὸ μ ὁμοίως τῷ Ἑρμῆς. ἑρμηνεία δὲ παρὰ τῷ ποιητῇ τοῦ, ἕρματα πόληος, ἐπαχθὲν εὐθὺς τὸ, οἳ μέγ' ἄριστοι. (Vers. 124.) Τὸ δὲ, ταῦτά γε λεῦσσε πάτερ φίλε, μεταλαβὼν Αἰσχύλος ἔφη τὸ, τάδε μὲν λεύσσεις φαίδιμ' Ἀχιλλεῦ, ὃ κεῖται παρὰ τῷ κωμικῷ. Τοῦ δὲ, ἀρίστην μῆτιν, ἑρμηνεία τὸ, οὐδέ κέ τίς σοι ἄλλος ἀνὴρ ἐρίσειεν, ἵνα εἴη ἀρίστη βουλὴ πρὸς ἣν οὐκ ἄν τις ἐρίσειε. (Vers. 125.) Τὸ δὲ, ἐπ' ἀνθρώπους, ἀντὶ τοῦ κατ' ἀνθρώπους· ἄλλως γὰρ ἐπ' ἀνθρώποις ὤφειλεν εἶναι. (Vers. 131.) Ἐν δὲ τῷ, ἀμφιέσασθε χιτῶνας, διὰ τῶν χιτώνων καὶ τὰ λοιπὰ εἵματα δηλοῖ. (Vers. 134.) Ἡ δὲ τοῦ Ὁμηρικοῦ θείου ἀοιδοῦ ἐνταῦθα ᾠδὴ ἐχρώζετο μὲν ὡς εἰκὸς τηνικαῦτα γαμηλίῳ νόμῳ. ἔστι δὲ κατὰ τὴν νεωτέραν χρῆσιν καί τις ἱλαρῳδία, εἰ καὶ τρόπον ἄλλον τὸ ἱλαρῳδεῖν τραγῳδοῖς ᾠκείωται. ὅτι δὲ ᾠδῆς πολλαὶ συνθέσεις καὶ διάφοροι, δηλοῖ καὶ Ἀθήναιος· οὐ γὰρ μόνον ῥαψῳδοὶ οἱ πολλαχοῦ δηλούμενοι, ἔτι δὲ καὶ τραγῳδοὶ ὧν δήλη καὶ ἡ τῆς κλήσεως ἐτυμότης καὶ ἡ τῆς τέχνης μεταχείρισις, ἀλλ' εἰσί τινες καὶ σημῳδοὶ διὰ τὸν Μάγνητα Σῆμον, ὃς μελῳδίαις βιβλιακαῖς ἐνδιέπρεψεν. ἔτι καλεῖτο δέ τις μελικὸς καὶ μαγῳδὸς, ἀνδρεῖα, φησὶ, καὶ γυναικεῖα πρόσωπα ὑποκρινόμενος. καί τις ἄλλος λυσιῳδὸς, ἐν ἀνδρείοις πρωσώποις γυναικεῖα φασὶν ὑποκρινάμενος. λέγει δὲ καὶ ὡς ἡ μὲν ἱλαρῳδία περὶ τὴν τραγῳδίαν ἦν σεμνὴ οὖσα, ἡ δὲ μαγῳδία περὶ τὴν κωμῳδίαν, κληθεῖσα φησὶν οὕτω παρὰ τὸ οἱονεὶ μαγικά τινα προφέρεσθαι καὶ φαρμάκων ἐμφανίζειν δυνάμεις. (Vers. 135.) Τοῦ δὲ, ἐκτὸς ἀκούων, ἑρμηνεία ἐστὶ τὸ, ἢ ἀν' ὁδὸν στείχων ἢ οἳ περιναιετάουσιν, ὅ περ καὶ ἐξαλλαγὴν ἐποίησε σχήματος· τὸ γὰρ ἁπλοῦν οὕτως· ἢ ἀν' ὁδὸν στείχων ἢ περιναιετάων ἄμφω δὲ περιπέφρασται· τὸ γὰρ ἀπερίφραστον ἦν, ἢ ὁδίτης ἢ γείτων. (Vers. 137.) Ἐν δὲ τῷ, κλέος εὐρὺ φόνου, κλέος φανερῶς τὴν φήμην λέγει, οὐ μὴν τὴν τιμήν. σαφηνίζων δὲ καὶ τὸ, κλέος εὐρὺ, ἐπάγει τὸ, κατὰ ἄστυ, πρὸς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
