# Commentarii ad Homeri Odysseam 2.30.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.30.1

δρυπολεῖν τὸ ξύλοις ἁπλῶς πολιορκεῖν ἢ τὸ κακοηθίζεσθαι, ὡς καὶ τοῦτο φασὶν οἱ παλαιοὶ, ἀπὸ παροιμίας τῆς, ἄλλην δρῦν βαλάνιζε. καὶ δρύτη δέ, φασι, πύελος κυρίως ἡ ξυλίνη, ὡς ἀπὸ δρυός· ἧς ἡ χρῆσις καὶ παρ' Αἰσχύλῳ ἐν Ἀγαμέμνονι. εἰ δὲ διὰ διφθόγγου γράφεται ἡ δροίτη ἐκεῖ διὰ τὸν οἶτον, οὐ κωλύει τοῦτο τὴν ῥηθεῖσαν ἑρμηνείαν αὐτῆς. συγκέκοπται γὰρ ἐκ τοῦ δρυοίτη, ἵνα ᾖ κυρίως δροίτη πύελος ἢ λάρναξ ἐπὶ τεθνεῶσιν. ἐκ τῆς δρυὸς δὲ καὶ ὁ κατὰ μὲν τὸν κωμικὸν δρυκολάπτης, κατὰ δὲ Ἀριστοτέλην δρυοκολάπτης, ὁ πᾶν δένδρον τῷ ῥάμφει κολάπτων. ἐκεῖθεν δὲ καὶ δρύοχοι ὧν καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς μέμνηται, καὶ δρυοπαγὴς στόλος ὁ δρύϊνος πάσσαλος· στόλους γάρ, φασιν, ἔλεγον τὰ ἀποξυσμένα, διὰ τὸ συνεστάλθαι. ὅτι δὲ καὶ δενδρυάζειν ἐντεῦθεν τὸ ἐν δρυσὶν, ὅ ἐστι δένδροις κρύπτεσθαι, δεδήλωται καὶ αὐτὸ ἀλλαχοῦ. εἰ δὲ οὐχ' ἡδὺς ὁ τότε κατὰ τοὺς δενδρυάζοντας βίος καὶ τοὺς βαλανηφαγοῦντας, ἀλλὰ νῦν οὐ περὶ βίου τρυφεροῦ ὁ λόγος ἀλλ' ἀρχαϊκοῦ. τραχὺν γὰρ τὸν βίον ἐκεῖνον εἶναι, καὶ παροιμία δηλοῖ παρὰ Παυσανίᾳ, λέγουσα· ἔφυγον κακὸν, εὗρον ἄμεινον, ἣν ἔλεγέ, φησιν, ἀμφιθαλὴς παῖς Ἀθήνῃσιν, ἐστεμμένος ἀκάνθαις μετὰ δρυΐνων καρπῶν, λίκνον βαστάζων πλῆρες ἄρτων, αἰνισσόμενος τὴν ἐκ τοῦ παλαιοῦ βίου ἐπὶ τὸ κρεῖττον μεταβολήν. δοκεῖ δὲ καὶ δρέπειν καὶ δρέπεσθαι ἐκεῖθεν λεχθῆναι, ἵνα ᾖ δρέπειν τὸ περὶ δρῦν ἕπειν ἤγουν ἐνεργεῖν διὰ τὸ τρυγᾶν δρύκαρπα. Τέρενα δὲ φύλλα δρέπονται δρυὸς διὰ τὸ ὡς ἐν ἀχρήστοις εὐχρηστότερον. διὸ οὐδὲ ἀπὸ χθαμαλῆς ἀλλ' ὑψικόμου δρυὸς ταῦτα, διὰ τὸ λαμπρότερον. Μέθυ δὲ καὶ νῦν ἁπλῶς ὁ οἶνος. (Vers. 362.) Ὅτι δὲ ταυτὸν λείβειν καὶ σπένδειν, δηλοῖ ὁ ποιητὴς ἐν τῷ, μέθυ λεῖψαι, καὶ ὕδατι σπένδοντες. οὗ πρωτότυπον καθ' Ἡρακλείδην τὸ σπείδω. Ἀργεῖοι γάρ, φησι, καὶ Κρῆτες ἐξαιροῦντες τὸ ι, τάσσουσι τὸ ν, τὴν εις πρόθεσιν ενς λέγοντες, καὶ τὸ τιθεὶς τιθένς. οἷς ὡμοίωται τὸ σπείδω σπένδω. ἡ δὲ διάλεκτός, φησιν, αὕτη ἔτι καὶ νῦν σώζεται παρὰ τοῖς ἀντιγράφοις. τὸ γὰρ αἰεὶ αἰέν φασι, καὶ τὸ οὐ μέντοι, οὐ μέντον, οἷον, οὐ μέντον κάμετόν γε μάχην ἀνὰ κυδιάνειραν. ἔμπαλιν δέ, φησι, χρῶνται Σικελοὶ τῷ ι ἀντὶ τοῦ ν, τὸ ἔνδον ἔνδοι λέγοντες, καὶ Ὅμηρος, εἰνάνυχες ἀντὶ τοῦ ἐννεάνυχες. καὶ τοιόνδε μὲν καὶ τοῦτο. (Vers. 363.) Ὅτι δὲ τὸ ὀπτᾶν ἐπεχωρίαζε τοῖς τότε μᾶλλον ἤ περ τὸ ἕψειν, δηλοῖ καὶ τὸ ὀπτανεῖον. οὐ γὰρ ἄλλοθεν ἠξιώθη τὸ μαγειρεῖον καλεῖσθαι ἀλλ' ἐκ τοῦ ὀπτᾶν. (Vers. 366.) Ὅτι ἐθέλων εἰπεῖν Ὀδυσσεὺς ἀφυπνίσθην περιφράζει αὐτὸ οὕτως· καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος, ὃν φθάσας γλυκὺν ἔφη. ὡς ἐπὶ σωματικοῦ δέ τινος ἔφη τὸ ἐξέσσυτο ἀντὶ τοῦ ἐξεπήδησεν, ᾤχετο. (Vers. 369.) Ὅτι τὸ ὀσμήσασθαι περιφράζων φησί· καὶ τότε με κνίσσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή. Καὶ ὅρα τὸ ἡδὺς θηλυκῶς λεχθὲν, ὁμοίως τῷ θῆλυς ἐέρση, καὶ πολὺς ὑγρὰ, ὡς τὸ πουλὺν ἐφ' ὑγρήν. (Vers. 372.) Ὅτι ὁ ἐπὶ βλάβῃ κοιμηθεὶς ἐρεῖ ἂν τὸ, ἦ με μάλ' εἰς ἄτην κοιμήσατε νηλέϊ ὕπνῳ. Καὶ ὅρα ὡς τὸν γλυκὺν ἄλλως καὶ νήδυμον ὕπνον νηλέα καλεῖ ὁ κακωθεὶς δι' αὐτοῦ. (Vers. 375.) Ὅτι τὴν προῤῥηθεῖσαν θυγατέρα τοῦ Ἡλίου Λαμπετίαν τανύπεπλον λέγει διὰ τὴν πανταχοῦ τῆς οἰκουμένης ἅπλωσιν τῆς ἡλιακῆς λάμψεως, ἣν καὶ ὅσα ὀφθαλμόν τινα δοκεῖ ἔχειν Ἥλιος. διὸ καὶ αὐτὴ μηνύει μυθικῶς τῷ πατρὶ τὴν τῶν βοῶν ἀπώλειαν, ὡς καὶ προδεδήλωται. (Vers. 377.) Ὅτι ἔδοξεν Ὁμήρῳ ἠθοποιΐαν ἐνταῦθα πλάσαι τί ἂν ὁ Ἥλιος εἶπε παρὰ τῷ Διῒ μαθὼν ὡς ἀπώλοντο αὐτῷ αἱ βόες. καὶ λαλεῖ μὲν εἰς τοῦτο, οὐ μακρολογεῖ δὲ, ὅτι μηδὲ ἦν εἰκός. καὶ ἃ δὲ λαλεῖ, γλυκέως λαλεῖ, ὡς ἂν ἡ κατὰ νοῦν γλυκύτης παραγάγῃ τὸν ἀκροατὴν καὶ ὑποκλέψῃ τὴν ἐξ αὐτοῦ μέμψιν. (Vers. 380.) ἀξιώσας οὖν ἐν δυσὶ στίχοις τιμωρηθῆναι τοὺς βοοκτόνους, ἐπάγει γλυκέως κατὰ ἀφέλειαν, ὅτι ἔχαιρον μὲν ταῖς βουσὶν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα, ἠδ' ὁπότ' ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτραποίμην. εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ' ἀμοιβὴν, (Vers. 383.) δύσομαι εἰς Ἀΐδαο, καὶ ἐν νεκύεσσι φαείνω, ὡς μηκέτι δηλαδὴ τὴν ἡμέραν ἔχειν, φόως φέρειν ἀθανάτοις τε καὶ βροτοῖς. (Vers. 385.) καὶ ὁ Ζεὺς αὐτῷ μὲν τῷ Ἡλίῳ οὐκ ἐφίησι τίσασθαι τοὺς κακούργους. οὐ γὰρ ὁπλοφορεῖ καὶ Ἥλιος κατὰ τὸν τοῦ μύθου Ἀπόλλωνα, ὃς τοξεύων ἐκάκωσέ που τοὺς Ἀχαιοὺς, οὐδὲ κατὰ τὸν Ποσειδῶνα, ὃς τὸ Ἑλληνικὸν ἐν Τροίᾳ τεῖχος τῇ τριαίνῃ ἀνεμόχλευσεν. ἀλλὰ τῷ μὲν Ἡλίῳ ἐπιτρέπει φαείνειν, ὡς καὶ πρὶν, ἀθανάτοις τε καὶ θνητοῖς. (Vers. 387.) αὐτὸς δὲ κατὰ σχῆμα προεκθέσεως τὰ μέλλοντα ἐκτιθέμενος ὑπισχνεῖται μετὰ βραχὺ τὴν νῆα ἐκείνων ἀργῆτι κεραυνῷ τυτθὰ βαλὼν κεάσαι μέσῳ ἐνὶ οἴνοπι πόντῳ. καὶ γίνεται οὕτως ἐν τοῖς ἑξῆς. Πιθανῶς δὲ ὁ Ζεὺς ἀναδέχεται τὴν τῶν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
