Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.300.1
Not analysed yet
διαφορὰν τῆς κατ' οἶκον· αὐτὴ γὰρ οὐκ εὐρὺ κλέος ἐστί. καὶ τὸ κατ' ἄστυ δὲ διαστολὴν φήμης δηλοῖ τῆς κατὰ χώραν ὅλην ἢ κατὰ χώρας· ἐκείνη γὰρ οὐ κατ' ἄστυ ἀλλ' ἐπὶ πλέον. Ἐνταῦθα δὲ σχῆμα ἐστὶ προαναφωνητικὸν τῶν ἐφεξῆς, ὅτι δηλαδὴ αὔριον οἱ ἀμφὶ τὸν Ὀδυσσέα κατὰ τὸν ἀγρὸν γενόμενοι φράσονται τὰ ποιητέα. (Vers. 147.) Ἐν δὲ τῷ, καλλιζώνων τε γυναικῶν, ἀπὸ κοινοῦ νοεῖται τὸ παιζουσῶν. (Vers. 143.) αὗται δὲ καὶ ὁπλισθῆναι ἐλέχθησαν οὐ πάντως ἀρεϊκῶς, ἀλλ' εἰς ἑτοιμασίαν, ὡς ἐῤῥέθη, χοροῦ καὶ ἀμύμονος ὀρχηθμοῦ, ὁποῖος ὁ ἐν γάμοις καὶ ὁ ἐν ἑορταῖς καὶ ὁ ἐνόπλιος. (Vers. 144.) Ὅρα δὲ ὅτι τε κἀνταῦθα, ὡς καὶ ἐν τοῖς κατὰ τὸν Δημόδοκον, πρὸς φόρμιγγα ἡ μολπὴ καὶ ἡ ὄρχησις, ὡς καὶ ἐν τῷ, οἱ δ' εἰς ὀρχηστὺν τρέψαντο καὶ ἱμερόεσσαν ἀοιδὴν, καὶ ὅτι καὶ γυναῖκες ἀψόγως ὠρχοῦντο ἐν καιρῷ. Ἰστέον δὲ καὶ ὅτι, ἐπεὶ τὸ ὀρχεῖσθαι οἱ παλαιοὶ ἔταττον καὶ ἐπὶ τοῦ κινεῖσθαι καὶ φέρονται εἰς τοῦτο καὶ χρήσεις, Ἴωνος μὲν τὸ, ἐκ τῶν ἀέλπτων μᾶλλον ὤρχησε φρένας, Ἀνακρέοντος δὲ τὸ, καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντ' ἐλαφρῶς, γίνοιτ' ἂν ὄρχησις ἐκ τοῦ ὀρέγω ὀρέξω ὤρεχα κατὰ συγκοπὴν, ὃ δὴ κίνησίν τινα δηλοῖ χειρῶν καὶ ποδῶν μυριαχοῦ. ὡς δὲ παρὰ τοῖς ὕστερον διάφορα εἴδη ὀρχήσεων εὕρηται, δῆλον ἐστίν· ἦν γοῦν καὶ τραγικὴ ὄρχησις ἡ καὶ ἐμμέλεια, καθ' ἣν Βάθυλλός, φασιν, Ἀλεξανδρεὺς νομίμως ὠρχήσατο, καὶ κωμικὴ δὲ, ἡ καὶ κόρδαξ καὶ σίκιννις, ἧς εὑρετὴς Σικιννός τις βάρβαρος ἢ Κρὴς, ἡ καὶ σατυρικὴ, ἐπεὶ καὶ οἱ Σάτυροι σικιννισταί. (Vers. 150.) Τὸ δὲ σχετλίη κἀνταῦθα ἐτυμολογῶν ὁ ποιητὴς ἐπήγαγε τὸ, οὐδ' ἔτλη τὸ τοῦ ἀνδρὸς φυλάσσειν δῶμα, δηλῶν ὅτι κυρίως σχέτλιος ὁ ὀφείλων σχέσθαι καὶ τλῆναι, ὅ ἐστιν ἐπιμεῖναι, ἵνα οὕτως ᾖ σχέτλιος ὁ μὴ τλὰς ἤτοι καρτερήσας. ἀσυνδέτως δὲ καὶ καθ' αὑτὸ εἴρηται τὸ σχετλίη εὐθείᾳ πτώσει κατὰ σχῆμα θυμοῦ ἢ θαύματος, ἵνα λέγῃ ἐλλειπτικῶς, ὅτι σχετλία ἐστὶν αὕτη· ἄλλως γὰρ κατὰ αἰτιατικὴν πτῶσιν ἐξενεχθῆναι ὤφειλεν, οἷον· ἔγημέ τις πολυμνήστην βασίλειαν σχετλίην. (Vers. 151.) Τοῦ δὲ, διαμπερὲς εἴρυσθαι, ἑρμηνεία τὸ, ἕως ἵκοιτο, ὡς χρεὼν ὂν φυλάττεσθαι διαμπερὲς τὸ τοῦ ἀνδρὸς δῶμα ἤγουν ἕως ἂν ἐπανέλθῃ ἐκεῖνος. ἔνθα καὶ ὅρα τὸ, ἕως ἵκοιτο, δηλοῦν ὡς ὑπῆν ἐλπὶς τοῖς ἐν Ἰθάκῃ νοστῆσαι τὸν Ὀδυσσέα, ὅθεν ἄδικοι τὸ τῶν μνηστήρων φῦλον μνώμενοι γυναῖκα τοῦ ἐλπιζομένου ἐπανελθεῖν. (Vers. 153. sqq.) Ὅτι Εὐρυνόμη ταμίη λοῦσε καὶ χρῖσεν ἐλαίῳ τὸν Ὀδυσσέα ὡς ἔθος, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα. αὐτὰρ κὰκ κεφαλῆς χεῦε πολὺ κάλλος Ἀθήνη, ὅ περ ἐν τοῖς πρὸ τούτων χάριν ἔφη, εἰπών· κατέχευε δὴ χάριν κεφαλῇ τε καὶ ὤμοις. μείζονά τ' εἰσιδέειν καὶ πάσσονα καὶ ἑξῆς τὰ ἓξ ἔπη, ἅ περ ἐγράφη καὶ ὅτε Ὀδυσσεὺς ἐν τῷ Φαίακι ποταμῷ λουσάμενος ἐξηλλάγη εἰς κάλλος ἀργύρου δίκην, ὃς φύσει καλὸς ὢν καλλίων γίνεται δι' ἐπιχρώσεως χρυσοῦ. Σημείωσαι δὲ καὶ ὅτι ἐκεῖ μὲν τὸ, μείζονά τε εἰσιδέειν καὶ πάσσονα, εἶχε καὶ ῥῆμα τὸ θῆκε, καὶ ἔλεγεν ὅτι ἔθηκεν αὐτὸν ἡ Ἀθηνᾶ καὶ μείζονα ἰδέσθαι καὶ παχύτερον· ἐνταῦθα δὲ οὐ κεῖται ὅλως ῥῆμα προκλητικὸν τοῦ, μείζονα καὶ πάσσονα, καὶ ἔστιν ἡ σύνταξις κατ' ἔλλειψιν, ἵνα νοῆται οὕτω πως, ὥστε εἶναι τὸν Ὀδυσσέα μείζονά τε καὶ πάσσονα. καὶ ἄλλως δέ· εἰπὼν κατέχευε χάριν, διασαφεῖ αὐτὴν ἐπαγαγὼν τὸ, μείζονά τε εἰσιδέειν καὶ ἑξῆς, ἵνα λέγῃ χάριν εἶναι τὸ μέγεθος τῷ Ὀδυσσεῖ καὶ τὸ εὐλιπὲς καὶ τὸ περικαλλὲς, ἐξ ὧν γέγονεν ἀριπρεπής. Ἰστέον δὲ ὅτι λουτροῦ καὶ νῦν ἔπαινος τὰ ἐνταῦθα κείμενα περί τε κάλλους καὶ μεγέθους καὶ πάχους, ὡς τοιούτων δῆθεν γινομένων τῶν λουομένων. (Vers. 158.) λέγει δὲ καὶ ἐνταῦθα ὑακινθίνῳ ἄνθει ὁμοίας τὰς τοῦ Ὀδυσσέως τρίχας, ὡς καὶ ἐν ἐκείνῳ τῷ κατὰ τοὺς Φαίακας αὐτοσχεδίῳ λουτρῷ. (Vers. 166.) Ὅτι καθὰ πρὸ ὀλίγων ὁ Τηλέμαχος, οὕτω καὶ νῦν ὁ μεμφόμενος τὴν Πηνελόπην ἐπὶ σκληρότητι ψυχῆς φησί· δαιμονίη, περὶ σοί γε γυναικῶν θηλυτεράων κῆρ ἀτέραμνον ἔθηκε θεός. οὐκ ἂν ἄλλη γε ὧδε γυνὴ τετληότι θυμῷ ἀνδρὸς ἀφεσταίη, τουτέστιν ἀποσταίη ὡς προείρηται, ὃς κακὰ πολλὰ μογήσας εἰκοστῷ ἔτει ἐπανέλθοι. (Vers. 171.) εἶτα ὡς οἷον ἀπογνοὺς τὸ ἐκ τῆς γυναικὸς μειλίχιον ἢ καὶ ὡς μηκέτι ἐθέλων τὴν ἐξ αὐτῆς ὁμιλίαν ἢ καὶ ἠρέμα ἐν τῷ, στόρεσον λέχος, ὑποκινῶν μνήμην ἀριφραδέος σήματος, ὡς εὐθὺς φανεῖται, φησίν· ἀλλ' ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς λέξωμαι· ἦ γὰρ αὐτῇ γε σιδήρεος, ὡς καὶ προεγράφη, θυμός. (Vers. 174.) κἀνταῦθα ἡ Πηνελόπη οὐκέτι κατέχειν ἑαυτὴν ἔχουσα καὶ ἀναβάλλεσθαι τὴν πειθὼ, δαιμόνιε, φησὶν, οὔ τι μεγαλίζομαι οὐδ' ἀθερίζομαι οὐδὲ λίην ἄγαμαι· μάλα δ' εὖ οἶδα οἷος ἔησθα ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν, οἷος δηλαδὴ καὶ νῦν φαίνῃ· ὃ σεμνύνει τὸν Ὀδυσσέα ἐπὶ πολὺ, εἴ περ οἱ τοσοῦτοι χρόνοι οὐδὲν αὐτὸν ἐνήλλαξαν.