# Commentarii ad Homeri Odysseam 2.301.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.301.1

(Vers. 177.) ἀλλ' ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρυκλεία, ἐκτὸς εὐσταθέος θαλάμου ὃ δὴ αὐτὸς ἐποίει, ὡς εἰρήσεται, ἢ τὸν αὐτὸς ἐποίει. ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἔμβαλέ τ' εὐνὴν, κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα. καὶ Ὀδυσσεὺς ἀκούσας τὸ, στόρεσον λέχος ἐκτὸς θαλάμου, καὶ τὸ, ἐκθεῖσαι τουτέστιν ἔξω θέμεναι πυκινὸν λέχος, ἀνακινεῖ τῇ μνήμῃ τὴν ἐῤῥιζωμένην κλίνην καὶ ἀμετακίνητον, ἣν ἐντὸς τοῦ θαλάμου αὐτὸς ἐκεῖνος ἔτευξε, καὶ ἀπορεῖ πῶς ποτὲ ἂν ἐκείνη ἐκτὸς εἴη τοῦ θαλάμου κειμένη ἡ τοιῶσδε καὶ τοιῶσδε τευχθεῖσα ποτὲ ὑπ' ἐμοῦ. καὶ οὕτως εὐαμόρφως λέγει τῇ γυναικὶ σῆμα τοῦτο ἕτερον παρὰ τὴν πολύγνωστον οὐλὴν, ὅ περ, ὡς καὶ προδεδήλωται, αὐτὸς οἶδε καὶ ἡ γυνὴ καὶ μία μόνη δούλη πιστὴ ἡ Ἀκτορίς. (Vers. 174.) ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι ἄρσεις μὲν ἔφη ἡ γυνὴ τὸ, οὐ μεγαλίζομαι οὐκ ἀθερίζω οὐκ ἄγαμαι, θέσιν δὲ οὐκ ἐπήγαγεν ὡς οἷα σπεύδουσα εἰς ἔργον, ὅ περ ἦν τὸ πειράσασθαι τοῦ δῆθεν ξείνου εἴ τί που οἶδε τῶν κατ' οἶκον κρυφιοδεστέρων. ὡς δὲ ἔγνω αὐτὸν τὸ περὶ τῆς κλίνης ἀκριβῶς ἀφηγησάμενον, τότε δὴ αἰτήσεται συγγνώμην τοῦ μὴ εὐθὺς ἅμα ἰδεῖν καὶ ἀγαπῆσαι τὸν Ὀδυσσέα καὶ προβαλεῖται δέος εὔλογον ἵνα μὴ ἀπατηθῇ. (Vers. 167.) Ἰστέον δὲ ὅτι κῆρ ἀτέραμνον συνήθως τὸ ἀτειρὲς καὶ σκληρὸν καὶ μὴ τέρεν· ὅθεν καὶ ἀτέραμνα σπέρματα τὰ κερασβόλα, περὶ ὧν λόγος ὡς, ἐὰν σπέρμα ἐν τῷ καταῤῥίπτεσθαι εἰς γῆν καιρῷ σπόρου πελάσῃ κέρατι ἀροῦντος βοὸς, σκληρὸν γίνεται καὶ δυσέψητον. καὶ λέγει Πλούταρχος ἐν τοῖς αὐτοῦ συμποσιακοῖς καὶ αἰτίαν τούτου τὴν ἐκείνῳ δοκοῦσαν. Κερασβόλα δὲ τὰ ῥηθέντα λέγονται διὰ τὸ κατὰ κεράτων βληθῆναι. ἐνταῦθα δὲ σημείωσαι ὅτι συνθέτως μὲν ἀτέραμνον τὸ μὴ τέρεν, ἀλλὰ δηλαδὴ ἀπεσκληρουμένον. οὐ μὴν καὶ τέραμνον ἀσυνθέτως τὸ τέρεν καὶ ἁπαλὸν, ἀλλ' ἡ τοῦ οἴκου στέγη, καθὰ σὺν ἄλλοις καὶ ὁ Λυκόφρων δηλοῖ. (Vers. 172.) Ἐν δὲ τῷ, σιδήρεος ἐν φρεσὶ θυμὸς, φανερῶς ἕτερον αἱ φρένες ψυχῆς, καθὸ καὶ σῶμα εἰσί. (Vers. 174.) Μεγαλίζεσθαι δὲ τὸ ἐπαίρεσθαι, ὡς καὶ ἐν Ἰλιάδι, μηδὲ μεγαλίζεο θυμῷ. (Vers. 175.) Τὸ δὲ, οὐδὲ λίην ἄγαμαι, ἀντὶ τοῦ, οὐκέτι λίαν ἐκπλήττομαι ὡς ἤδη ἐκ τῶν φθασάντων πιστουμένη τὰ κατὰ σέ. ὅτε δὲ καὶ περὶ τῆς κλίνης ἀκούσει, τότε εἴποι ἂν οὐχ' ὅτι οὐ λίην ἄγαμαι, ἀλλ' ὅτι οὐδόλως ἄγαμαι. Σημείωσαι δὲ καὶ ὅτι τρεῖς αἰτίας ἐμφαίνει ἀποστροφῆς ἐνταῦθα τῆς πρός τινα οἰκειοῦσθαι θέλοντα τὸ μεγαλίζεσθαι, τὸ ἀθερίζειν καὶ τὸ ἄγασθαι· ἢ γὰρ ἐξαθερίζει τις τὸν οἰκειούμενον, τουτέστιν ἐξουθενοῖ ὡς μὴ ἄξιον οἰκειώσεως, ἢ μεγαλίζεται ὡς μείζων ὢν ἐκείνου, ἢ ἄγαται τὴν αἰτίαν ἐννοούμενος τῆς ζητουμένης οἰκειώσεως. Περὶ δὲ τοῦ ἀθερίζω ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. (Vers. 179.) Ἐν δὲ τῷ, πυκινὸν λέχος, καὶ, ἔμβαλέ τ' εὐνὴν, δῆλον ὡς διαφέρει λέχος τε καὶ εὐνή. καὶ ἔστι λέχος μὲν ἡ κλίνη, πυκινὴ οὖσα ἵνα φέρειν ἔχει στεῤῥῶς τὰ ἐπικείμενα. διὸ ὑποκαταβὰς Ὀδυσσεὺς ἐρεῖ· λέχος ἔξεον ὄφρ' ἐτέλεσα. εὐνὴ δὲ τὸ παρ' ἡμῖν στρῶμα. διὸ ἑρμηνεύων ἐπάγει, κώεα καὶ χλαίνας καὶ ῥήγεα. (Vers. 181. sqq.) Ὅτι τὰ περὶ τῆς ῥηθείσης κλίνης Ὁμηρικὰ ἔπη τοιαῦτα εἰσίν· αὐτὰρ Ὀδυσσεὺς ὀχθήσας ἐφ' οἷς ἡ γυνὴ ἔφη ἐκτὸς θαλάμου τὸ λέχος εἶναι, ὅ περ αὐτὸς Ὀδυσσεὺς ἐποίησεν, ἔφη· ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες. τίς δέ μοι ἄλλοσε θῆκε λέχος, τουτέστι μετέθετο; χαλεπὸν δέ κεν εἴη καὶ μάλ' ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ· ἀνδρῶν δ' οὐκ ἄν τις ζωὸς βροτὸς οὐδὲ μάλ' ἡβῶν ῥεῖα μετοχλίσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται ἐν λέχει ἀσκητῷ· τὸ δ' ἐγὼ κάμον, οὐδέ τις ἄλλος. (Vers. 190. sqq.) εἶτα ἱστορῶν ἐνδιασκεύως, οἷόν τε τὸ λέχος καὶ ὅπως αὐτὸ ἤσκησεν Ὀδυσσεὺς, ἐπάγει ἀφηγηματικῶς· θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντὸς, ἀκμημὸς θαλέθων, πάχετος δ' ἦν ἠΰτε κίων· τῷ δ' ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρ' ἐτέλεσα πυκινῇς λιθάδεσσι καὶ εὖ καθύπερθεν ἔρεψα, κολλητὰς δ' ἐπέθηκα θύρας πυκινῶς ἀραρυίας. καὶ τότ' ἔπειτ' ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης, κορμὸν δ' ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ εὖ καὶ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνα ἑρμῖν' ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ, τὰ δεόμενα δηλαδὴ τρυπήματα. ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρ' ἐτέλεσσα, δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ καὶ ἐλέφαντι, ἐν δ' ἐτάνυσα ἱμάντα βοὸς φοίνικι φαεινόν. ἐφ' οἷς συμπληρῶν εὐκρινῶς τὸ διήγημα καί τι καὶ ὑπολαλῶν κατ' ἔμφασιν ἐνδοιαστικῶς περὶ τῆς κατὰ τὴν γυναῖκα ἕως νῦν σωφροσύνης φησίν· οὕτω τοι τόδε σῆμα πιφαύσκομαι, οὐδέ τι οἶδα εἴ μοι ἔτι ἔμπεδόν ἐστι γύναι λέχος, ἠέ τις ἤδη ἀνδρῶν ἄλλοσ' ἔθηκε ταμὼν ὑπὸ πυθμένα ἐλαίης. οὕτως εἶπεν ὁ ἀνήρ· τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, σήματ' ἀναγνούσῃ ἅ οἱ ἔμπεδα πέφραδ'

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
