# Commentarii ad Homeri Odysseam 2.302.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.302.1

Ὀδυσσεύς. οὐδὲ γὰρ εἶχεν ὑποπτεῦσαι ὡς ξένος ὢν ἐξ ἀκοῆς δὲ μαθὼν οἶδε τὰ περὶ τῆς κλίνης, ἣν αὐτὸς καὶ ἡ γυνὴ καὶ μία μόνη ἀμφίπολος ἐγίνωσκε. (Vers. 225. sqq.) διὸ καὶ ἡ Πηνελόπη ἐρεῖ· νῦν δ' ἐπεὶ ἤδη σήματ' ἀριφραδέα κατέλεξας εὐνῆς ἡμετέρης, τὴν οὐ βροτὸς ἄλλος ὀπώπει, ἀλλ' οἶοι σύ τ' ἐγώ τε καὶ ἀμφίπολος μία μόνη Ἀκτορὶς, ἥν μοι δῶκε πατὴρ, ἣ νῶϊν εἴρυτο θύρας, πείθεις δή μευ θυμὸν ἀπηνέα περ μάλ' ἐόντα. ὃ καὶ πρὸ ὀλίγων εἴρηται. Καὶ ὅρα ὡς οὐ πάντα πᾶσι πιστευτέον τοὺς οἰκοδεσποτοῦντας· ἰδοὺ γὰρ ἀνδρῶν μὲν οὐδεὶς ἕτερος οἶδε τὰ τῆς κλίνης, οὐδὲ μὴν Εὐρύκλεια ἢ Εὐρυνόμη αἱ οἰκειόταται, μόνη δὲ ἡ Ἀκτορὶς θυρωρὸς αὕτη οὖσα θαλάμου, ὡς δηλοῖ τὸ, εἴρυτο θύρας τουτέστιν ἐφύλασσεν, ὥς περ ἡ Εὐρυνόμη ταμιεύειν ἐτάχθη. ταυτὸν δ' εἰπεῖν θαλαμηπολεῖν, ἐπεὶ καὶ θάλαμος πολλαχοῦ τὸ ταμιεῖον καλεῖται. Εὐρύκλεια δὲ αὖ πάλιν ἐπίσκοπος ἀφώριστο γυναικῶν εἶναι. Ἰστέον δὲ ὅτι καὶ ἡ Ἀκτορὶς θαλαμηπόλος τίς ἐστιν, εἰ καὶ μὴ τοῦ κατὰ τὸ ταμιεῖον, ἀλλὰ τοῦ βασιλικοῦ κοιτῶνος κατὰ τὸ, ἣ νῶϊν εἴρυτο θύρας θαλάμοιο. εἰ δὲ ἐν τοῖς ἑξῆς Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευε τοῖς δεσπόταις ἐρχομένοις λέχοσδε, ἀλλ' ἐκείνη μὲν εἰς θάλαμον ἀγαγοῦσα πάλιν κίεν ἤγουν ὀπίσω ἦλθεν· ἡ δὲ Ἀκτορὶς παραμένει κατὰ τοὺς παλαιούς. διὸ οἶδε τὸ τῆς κλίνης μυστήριον κατευνάστρια τῶν βασιλέων οὖσα. ἧς καὶ σημειωτέον τὴν πίστιν καὶ εὔνοιαν, εἰ μηδέ ποτε μηδενὶ ἐξεῖπε τὸ τῆς κλίνης ἀπόῤῥητον, ἀλλ' ἕως ἄρτι αὐτὴ μόνη οἶδε τὸ κρύφιον. εἰ δὲ καὶ Εὐρυνόμη ἠδὲ τροφὸς Εὐρύκλεια ἔντυον εὐνὴν, ὡς ὁ ποιητὴς ἐρεῖ, ἀλλὰ τὸ τῆς κλίνης μυστήριον ἀπεκέκρυπτο αὐταῖς, ἢ τὸ ὅλον ἤγουν ἀλλ' ὅπως ἐσκεύαστο. (Vers. 189.) Ὅρα δ' ἐν τούτοις καὶ μίαν τῶν τοῦ πολυμηχάνου Ὀδυσσέως τεχνῶν τὴν τεκτονικὴν, καθ' ἣν τὴν κλίνην ἔτευξεν ὁ ἐν τοῖς φθάσασι καὶ ναυπηγεῖν ἐπιστάμενος. (Vers. 192.) φαίνεται δὲ δεξιὸς εἶναι καὶ οἰκοδομεῖν, ὡς δηλοῖ τὸ, θάλαμον ἔδεμον λίθοις καὶ ἑξῆς, εἰ μὴ ἄρα ἴσως τοῦτο οὐχ' ὡς αὐτὸς χειρουργῶν εἶπεν, ἀλλ' ἐπὶ τῷ ἔργῳ ἀρχιτεκτονῶν· καὶ ἔστιν οὐδὲ τοῦτο μακρὰν τέχνης οἰκοδομικῆς. Ἔτι σημείωσαι καὶ ὅτι ἡ ῥηθεῖσα στεῤῥότης τοῦ ἡρωϊκοῦ κοιτῶνος αἰνίττεται συμβολικῶς, ἀδιάλυτον δεῖν εἶναι καὶ ἀμετάθετον τὴν γαμικὴν εὐνὴν καὶ ἀσφαλεστάτην καὶ ἔμπεδον ἤτοι βεβαίαν, ὁποίαν καὶ ἡ Πηνελόπη αὐτὴν διετήρησε, καὶ μηδενὶ δὲ ἑτέρῳ γινωσκομένην, ἀλλὰ μονάζουσαν κατὰ τὸ, (Vers. 226.) εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει, ἀλλ' ἡμεῖς μόνοι. (Vers. 190.) ἔστι δὲ ἐννοήσασθαι καὶ ὡς διὰ τὴν Ἀθηνᾶν χαίρει Ὀδυσσεὺς τῷ φυτῷ τῆς ἐλαίας, ὃ πολλαχοῦ φαίνεται ἀνεῖσθαι αὐτῇ. ἐθέλει δὲ συμβολικῶς Ὀδυσσεὺς διὰ τοῦ τοιούτου τηλεθόωντος καὶ λιπαροῦ φυτοῦ εὐχὴν ἔχειν, θαλέθειν κατὰ τὸν βίον καὶ εἰς γῆρας ἐλθεῖν λιπαρόν· ἄλλως γὰρ εἶχεν ὁ ποιητὴς ἑτέραν τινὰ κατασκευὴν κλίνης πλάσασθαι, εἰ μὴ τοιαῦτα τινὰ ᾐνίττετο. ἔοικε δὲ καὶ ἵμερος εἶναι ἡ τοιαύτη ἐλαία ἐντὸς οὖσα οἴκου· καὶ ἦν καὶ αὐτὸ σύμβολον τῆς κατὰ τὸν βίον εὐνοίας, ἔνθα σημειωτέον καὶ ὅτι ἡ μὲν τοιαύτη θηλυκῶς ἐλαία ἐλέγετο, ἡ μέντοι ἀγρία ἔλαιος κατὰ Αἴλιον Διονύσιον καὶ οὐκ ἀγριέλαιος. λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ἐλαίας καὶ ἐλάας Ἀττικοὶ τὸν καρπὸν ἔλεγον καὶ ἐλᾶς δισυλλάβως καὶ ἐλαολογεῖν τὸ συλλέγειν ἐλαίας. ἦν δέ, φησι, καὶ Ἐλαία πόλις ἐν Ἰταλίᾳ· ἐν μέντοι ἑτέρῳ ῥητορικῷ λεξικῷ γράφει, ὅτι Ἐλαία Αἰολὶς πόλις, Ἐλέα δὲ ἐν Ἰταλίᾳ· καὶ ζητητέον ποία γραφὴ ἀκριβεστέρα ἐστίν. ὅτι μέντοι Ἐλαία διὰ διφθόγγου ἐστὶν ἡ Αἰολὶς, ἐμφαίνεται παρὰ Στράβωνι εἰπόντι οὕτως· Κάνη ἀκρωτήριον ἀνταῖρον τῷ λεκτῷ καὶ ποιοῦν τὸν Ἀδραμυτινὸν κόλπον, οὗ μέρος ὁ Ἐλαϊτικὸς καλούμενος ἀπὸ Ἐλαίας πόλεως Αἰολικῆς, ἥ τις Περγαμηνῶν μέν ἐστιν ἐπίνειον ἑκατὸν σταδίους διέχουσα τοῦ Περγάμου, δώδεκα δὲ τοῦ Καΐκου ποταμοῦ· οὗ ἐν τοῖς τόποις φαίνεται βασιλεύειν ὁ Ὁμηρικὸς Εὐρύπυλος. καὶ οὕτω μὲν ὁ Στράβων. ἐν δὲ ῥητορικῷ λεξικῷ φέρεται καὶ ὅτι ἔλαιον τὴν ἄῤῥενα καὶ ἀγρίαν ἐλαίαν φασὶν Ἴωνες. (Vers. 185.) Ἐν δὲ τῷ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν θείη ἀλλαχοῦ, σεισίχθονά τινα ἐκεῖνον ὑπαινίττεται, ὃς ῥεῖα μετοχλίσας θήσει τὸ λέχος ἄλλῃ ἐνὶ χώρῃ. αὐτὸ δὲ τὸ, ὅτε μὴ θεὸς αὐτὸς, ὅμοιόν ἐστι τῷ, εἰ μὴ θεὸς αὐτὸς, καὶ τῷ, ὅτι μὴ θεὸς αὐτός, τριχῶς γὰρ τὸ τοιοῦτον οἱ ῥήτορες φράζουσιν. ἔστι δὲ κοινότερον μὲν τὸ, εἰ μὴ τόδε γένηται, Ἀττικώτερον δὲ τὸ, ὅτι μὴ τόδε καὶ ὅτε μὴ τόδε. (Vers. 184.) Λέχος δὲ δῆλον ὅτι τὴν κλίνην λέγει, ἣν οἱ ὕστερον καὶ ἀσκάντην καὶ σκίμποδα ἔλεγον, ὡς δηλοῖ ὁ γράψας οὕτως· ἀσκάντης Ἀττικῶς, συνηθέστερον δὲ ὁ σκίμπους, ὁ δὲ κράββατός φησι παρ' οὐδενί. (Vers. 187.) Τὸ δὲ, οὐ μάλ' ἡβῶν, γράφεται καὶ, οὐδὲ γυναικῶν, ἵνα λέγῃ ὅτι τὸ τοιοῦτον λέχος οὔτε ἀνδράσιν οὔτε γυναιξὶ μεταθέσθαι δυνατόν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
