Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.303.1
Not analysed yet
(Vers. 188.) Τοῦ δὲ μετοχλίσειε πρωτότυπον τὸ ὀχλεῖν, οὗ παράγωγον τὸ ὀχλίζειν ὁμοίως τῷ πολεμῶ πολεμίζω. δοκεῖ δὲ γίνεσθαι τό τε ὀχλεῖν καὶ τὸ ὀχλίζειν ἀπὸ τοῦ τῆς ὀχῆς, ὅ ἐστι συνοχῆς, λιάζειν ἢ λύειν· τὸ γὰρ ὀχλιζόμενον ἤτοι μετακινούμενον ἐκκλίνει τὴν ἔνθα ἔκειτο συνοχήν. ἐκ δὲ τοῦ ὀχλίζειν γίνεται καὶ ἀνοχλίζειν τὸ ἀνακινεῖν· δοκεῖ δὲ ἐκ τοῦ τοιούτου ὀχλεῖν καὶ ὀχλίζειν καὶ ὁ μοχλὸς γίνεσθαι· διὸ καὶ τὸ μοχλεύειν καὶ ἐκμοχλεύειν καὶ ἀναμοχλεύειν ταῖς ἐκ τοῦ ὀχλίζειν σημασίαις ἐοίκασιν. ἔστι δὲ μοχλὸς οὐ μόνον μηχανῆς ξύλον τι, ἀλλὰ καὶ θύρας ὀχεὺς, ὁ καὶ ἐπιβλὴς ἐν Ἰλιάδι. τροπικῶς δὲ καὶ ὁ φύλαξ παρὰ Σοφοκλεῖ, οἷον· θάρσει, μέγας σοι τοῦδ' ἐγὼ φόβου μοχλός. ἐκ τοῦ εἰρημένου δὲ ὀχλεῖν καὶ ὁ ἐποχλεύς· φασὶ δὲ ἐποχλέα τὸ διαβαλλόμενον ξύλον διὰ τῶν τροχῶν, ὅτε κατάντεις τόπους ἔρχοιντο, καὶ κωλύον αὐτοὺς ἐκτρέχειν κατὰ πρανοῦς ἐπὶ βλάβῃ τοῦ ζεύγους. Μέγα δὲ σῆμα ἐν τῷ ῥηθέντι λέχει λέγει διά τε τὸ μάλιστα σημαντικὸν εἶναι ἄρτι αὐτὸ τῇ γυναικὶ τῆς τοῦ φίλου ἀνδρὸς ἐνδημίας καὶ μάλιστα διὰ τὸ σύμβολον εἶναι τοῦ χρῆναι, ὡς ἐῤῥέθη, τὴν κατὰ γάμον εὐνὴν ἀμετάβατον εἶναι, καὶ ἄλλως δὲ διὰ τὸ χρῆναι παρασημειωθῆναι τοῖς φιληκόοις αὐτὸ ὡς καινόν. (Vers. 189.) Λέχος δὲ ἀσκητὸν τὸ μὴ αὐτοσχέδιον καὶ εἰκαῖον, ὁποῖα καὶ τὰ τῶν σκευῶν αὐτοκάβδαλα, ἀλλ' ἐπιμεμελημένον καὶ πολυδαίδαλον. οὕτω δέ που καὶ νῆμα φθάσας εἶπεν ἀσκητὸν τὸ ἐπιμεληθὲν, ὃ γυνὴ ἀσκήσειεν ἂν ἔριθος κατὰ τὸ, ἤσκειν εἴρια καλά. ἔχοι δ' ἂν οἰκείως τούτοις καὶ ὁ παρὰ τῷ ῥήτορι ἠσκημένος ἐχθρός· ἔτι δὲ καὶ ἡ ἁπλῶς ἄσκησις, ἧς μέρος καὶ τὸ φωνασκεῖν. Τὸ δὲ, οὐδέ τις ἄλλος, ἑρμηνεία ἐστὶ τοῦ, τὸ δ' ἐγὼ κάμον, ἵνα μὴ ἀρχιτεκτονεῖν δόξῃ τῷ τοῦ λέχους καμάτῳ, ἀλλ' αὐτὸς καμεῖν αὐτόχειρ περὶ αὐτό. (Vers. 190.) Θάμνος δὲ νῦν οὐ κατὰ τὴν συνήθειαν εἴρηται· ἡ μὲν γὰρ ἐλαία νῦν παχύκορμος ἠΰτε κίων, θάμνοι δὲ κυρίως τὰ ἐξ αὐτῆς ἀναφύσεως πολύκλαδα καὶ πυκνὰ, παρὰ τὸ θαμὸν ὅ ἐστι πυκνὸν, ὁποῖα ἡ πρὸ τούτων φυλία ἡ ἐν τῇ τῶν Φαιάκων νήσῳ, καὶ ὅσα τοιαῦτα. Τὸ δὲ τανύφυλλον παρατετηρημένως ἔφη, ὡς τῶν τῆς ἐλαίας φύλλων μεμηκυσμένων οὐκ ἀναλόγως τῷ πλάτει. (Vers. 191.) Ἀκμηνὸς δὲ νῦν ὀξύνεται· φασὶ γὰρ ὅτι Ἀρίσταρχος ἐνταῦθα μὲν ἐπὶ τοῦ, θάμνος ἀκμηνὸς, ὅ ἐστιν ἀκμὴν ἔχων τοῦ νεάζειν, ὠξυτόνησεν, ἐν δὲ Ἰλιάδι ἐπὶ τοῦ δηλοῦντος τὸν νῆστιν ἐβαρυτόνησεν. ἕτεροι δέ, φασι, καὶ τὰ δύο προπαρωξυτόνησαν. ἑρμηνεία δὲ τῆς τοιαύτης λέξεως εὐθὺς κεῖται τὸ θαλέθων, ἵνα μὴ ἄλλως νοοῖτο. Τὸ δὲ, ἠΰτε κίων, συντομωτάτη παραβολὴ μὴ ἀναγκαία ὅλως δέξασθαι διασκευήν· οὐ πάνυ δὲ διασαφεῖ τὸ τοῦ κορμοῦ πάχος ἡ παραβολὴ διὰ τὸ τοῦ κίονος ἀόριστον. (Vers. 192.) Τὸ δὲ ἀμφιβαλὼν ἀντὶ τοῦ ἔσω περιλαβὼν, περικλείσας. Τὸ δὲ, ὄφρ' ἐτέλεσσα, δὶς ἐν τούτοις ἔφη, οἷα μηδαμοῦ τὴν καίριον ταυτολογίαν αἰδούμενος. (Vers. 193.) Τὸ δὲ λιθάδεσσι δηλοῖ ὡς οὐκ ἐξ ἀνάγκης ὑποκοριστικὴ λέξις ἡ λιθάς· οὐ γὰρ ἂν εἴη οὕτω σεμνὸς βασιλικὸς θάλαμος ὁ ἐκ λιθιδίων οἰκοδομηθεὶς, οἷα καί τις αἱμασιὰ ἡ προδεδηλωμένη. (Vers. 194.) Τὸ δὲ, κολλητὰς θύρας, νῦν ἐῤῥέθη συνηθέστερον· ὅτε γὰρ κολλητὰς ἔλεγε σανίδας, ἀήθως ἔφραζεν. (Vers. 195.) Ἐν δὲ τῷ, κόμην τανυφύλλου ἐλαίης, ἐπίτηδες ἔφη τὸ κόμην, ἵνα μὴ ἄλλως εἰπὼν, φύλλα τανυφύλλου ἐλαίης, ἐμπέσῃ εἰς ταυτολογίαν δεομένην λόγου πλείονος, ὁποῖον τὸ, βοῶν ἐπιβουκόλος, καὶ τὰ τοιαῦτα. Λέγεται δὲ κόμη δένδρων τὰ φύλλα τε καὶ οἱ λεπτοὶ δὲ κλαδίσκοι διὰ τὸ εἰς κόσμον ἀπαιωρεῖσθαι καὶ αὐτὰ τοῖς φυτοῖς ὁμοίως τῇ κυρίως κόμῃ· οἱ δὲ τραγικοὶ καὶ φόβην αὐτὴν εἶπον, οἷον· πᾶσαν αἰκίζων φόβην ὕλης πεδιάδος. (Vers. 196.) Τὸ δὲ, κορμὸν ἐκ ῥίζης προταμὼν, οὐ δηλοῖ κάτωθεν τὸν κορμὸν ἐκτμηθῆναι, τοῦτο γὰρ ἀπὸ πυθμένος ἐστὶ τμηθῆναι, οὐ μὴν κορμὸν προταμεῖν· διὸ καὶ ἐῤῥέθη κατωτέρω τὸ, (Vers. 204.) ταμὼν ὑπὸ πυθμέν' ἐλαίης, ἵνα ὑποταμεῖν μὲν νοοῖτο τὸ κάτωθεν ἐκκόψαι τὸ παχὺ τοῦ πυθμένος, προταμεῖν δὲ τὸ ἄνωθέν ποθεν ἐκ κορμοῦ. καὶ οὐδὲ ἐξ ἀνάγκης τὸ προταμεῖν τὴν τοῦ ὅλου δηλοῖ ἐκκοπὴν, ἀλλὰ μέρους τινὸς, ὡς δῆλον ἐκ τοῦ, νώτου ἀποπροταμὼν, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο· ὥστε οὐχ' ὑπέτεμε μὲν Ὀδυσσεὺς κορμὸν ἀπὸ ῥίζης ἤτοι πυθμένος, ἀλλὰ προέτεμεν κορμὸν ἤγουν πρὸ τῆς ῥίζης ἔκοψεν, ὡς τὸ μὲν αὐτοῦ τμηθῆναι τὸ δὲ λιπέσθαι. ἀπὸ τοῦ κείρω δὲ ὁ κορμὸς, ὡς καὶ ἀλλαχοῦ που εἴρηται. (Vers. 197.) Τὸ δὲ, εὖ καὶ ἐπισταμένως, τῆς αὐτῆς ἐννοίας εἰσίν· ὅθεν οἱ μεθ' Ὅμηρον λαβόντες τὸ εὖ ἑκάστου ἔργου φασὶν, ὅτε κατ' ἐπιστήμην γένηται. Τὸ δὲ ἐπισταμένως καὶ, ἐπὶ στάθμην ἴθυνεν, ἔχει τι παρηχήσεως. (Vers. 198.) Ἑρμῖνα δὲ καὶ νῦν τὸν κλινόποδα λέγει, καθὰ καὶ ἐν τοῖς περὶ Ἄρεος καὶ Ἀφροδίτης ὃς γίνεταί, φασιν, οὐ μόνον παρὰ τὸ ἕρμα