# Commentarii ad Homeri Odysseam 2.304.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.304.1

ἢ τὸν Ἑρμῆν, ὡς ἐκεῖ ἐλέχθη, ἀλλὰ καὶ παρὰ τὸ ἐνείρεσθαι τρήμασι κλίνης. Περὶ δὲ τερέτρου καὶ τοῦ τετραίνειν ἱκανῶς ἐῤῥέθη ὅπου ἐναυπήγησεν Ὀδυσσεύς. (Vers. 201.) Ὅρα δὲ καὶ ὅτι κατὰ χρῆσιν παλαιὰν ἱμάντα βοὸς ἀντὶ σχοίνου Ὀδυσσεὺς τείνει τῷ ὑπ' αὐτοῦ ἠσκημένῳ λέχει, βασιλικὸν μέντοι, φοινικῷ βάμματι φαεινόν· ὁποῖος ἔπρεπε λέχει πολυτελεῖ, ὃ χρυσὸς καὶ ἄργυρος καὶ ἐλέφας κοσμεῖ. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἱμάντος, ὃς εἰς πολλὰς ὑπουργίας χρηστὸς ἦν τοῖς παλαιοῖς, ἐλέχθη καὶ ἱμονιὰ τὸ ἀντλητήριον, στρεπτός τις βοεὺς εἰπεῖν καθ' Ὅμηρον οὖσα καὶ αὐτή. ἐκεῖθεν δὲ καὶ ἀνιμᾶσθαι κυρίως τὸ διὰ ταύτης ὕδωρ ἀντλεῖν. (Vers. 203.) Ἔμπεδον δὲ λέχος ἐνταῦθα πάνυ κυριολεκτεῖται, τὸ ἀκατάσειστον δηλαδὴ καὶ ἐπὶ τῆς παλαιᾶς ἕδρας ἑστώς. Ἐν δὲ τῷ, εἴ μοι ἔτ' ἔμπεδόν ἐστι γύναι λέχος, ἐμφαντικῶς κεῖται τὸ γύναι καὶ ἐνδιαθέτως, ὡς δέον ὂν τὴν Πηνελόπην ἔμπεδον αὐτὸ φυλάττειν, εἴ περ Ὀδυσσέως ἔστι γυνή. (Vers. 204.) Πυθμὴν δὲ ἡ ῥίζα ἢ παρὰ τὸ φύω οἱονεὶ φυτμὴν, ὅθεν καὶ ἡ ἀνάφυσις τοῦ φυτοῦ, ἢ καὶ παρὰ τὴν οἱονεὶ σῆψιν, ἣν ζωογόνον πάσχει τὸ κατὰ γῆς τεθὲν σπέρμα πρὸ τῆς ἀναφύσεως, ὡς ἀπὸ τοῦ πύθω τὸ σήπω. (Vers. 205.) Σημείωσαι δὲ καὶ τὸ, τῆς δ' αὐτοῦ λύτο γούνατα σήματ' ἀναγνούσῃ, καινότερον φρασθέν· τὸ γὰρ κοινὸν ἢ τῆς δὲ ἀναγνούσης ἢ τῇ δ' ἀναγνούσῃ. ὁ δὲ γενικὴν δοτικῇ παρέθηκεν διά τε τὸ μυριαχοῦ φανὲν φύσει ἀσολοίκιστον τοῦ πλαγιασμοῦ καὶ τὴν συγγένειαν τῶν δύο τούτων πτώσεων. (Vers. 207. sqq.) Ὅτι εὐλόγῳ, καθὰ καὶ προεῤῥέθη, λογισμῷ ἡ Πηνελόπη συμπείσασα ἑαυτὴν ἐφ' οἷς ὁ Ὀδυσσεὺς περὶ τοῦ κατὰ τὴν κλίνην σήματος εἶπε, παντοία γίνεται τὰ εἰς τὸν ἄνδρα χαρεῖσα, περιπλακεῖσα, αἰτησαμένη συγγνώμην ἐγκατασκεύως ἐφ' οἷς οὐκ ἐπείσθη ῥᾳδίως, ἐπὶ δὲ τούτοις καὶ ἐπαινέσασα εἰς βραχὺ, καθάπερ ἐδίδου ἡ ὥρα, ἔτι δὲ οἰκτισαμένη τῆς ἐν τῇ πλάνῃ ὀϊζύος καὶ ἐπὶ πᾶσιν ὡς εἰκὸς ἐρωτήσασα καὶ μαθοῦσα, οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὴ ἀφηγησαμένη τὰ καθ' ἑαυτήν· ἅ περ οὐδὲ ἐκτίθεται εἰς πλάτος ὁ ποιητὴς ὡς οἷα φθάσας ἤδη πολλαχοῦ περὶ αὐτῶν εἰπεῖν· οὐδὲ γὰρ ἠθέλησεν οὐδ' ἐνταῦθα διττολογῆσαι τὰ ἀριζήλως ἤδη πολλαχοῦ πεφρασμένα. φράζει δὲ τὰ κατὰ τὴν Πηνελόπην ὁ ποιητὴς οὕτω· δακρύσασα δὲ, ὑφ' ἡδονῆς δηλαδὴ, ἰθὺς δράμεν ἢ κίεν, ἀμφὶ δὲ χεῖρας δειρῇ βάλλ' Ὀδυσῆϊ, κάρη δ' ἔκυσε καὶ προσέφη· μή μοι Ὀδυσσεῦ σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα ἀνθρώπων πέπνυσο, θεὸς δ' ὤπαζεν ὀϊζὺν, ὃς νῶϊν ἀγάσατο παρ' ἀλλήλοισι μένοντε ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι. αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα οὕνεκά σε οὐ τὸ πρῶτον ἐπεὶ ἴδον ὧδ' ἀγάπησα, ὡς νῦν δηλαδή. αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἐῤῥίγει, μή τίς με βροτῶν ἀπάφοιτο τουτέστιν ἀπατήσῃ ἐπέεσσιν ἐλθών. (Vers. 217.) εἶτα εἰπὼν γνωμικὸν τὸ, πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσι, πιστοῦται τὸν λόγον συγγενικῷ παραδείγματι, φαμένη ὡς οὐδ' ἂν Ἀργείη Ἑλένη Διὸς ἐκγεγαυῖα ἀνδρὶ παρ' ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ, εἰ ᾔδη ὅ μιν αὖτις Ἀχαιοὶ ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδα ἔμελλον. ἐφ' οἷς καὶ ὑπεραπολογουμένη τῆς ἡρωΐδος φησὶν ὅτι αὐτὴν ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές· τὴν δ' ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ λυγρὴν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος. οὕτω καὶ τὸν Ὀδυσσέα ἡ γυνὴ πάνυ πεπνυμένον ὄντα θεόθεν ὅμως ἔφη δυστυχεῖν. (Vers. 207.) Τῶν δὲ τοῦ ῥηθέντος χωρίου τμημάτων τὸ μὲν, ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας δειρῇ βάλε, κάρη δ' ἔκυσε, περιπλοκὴν φράζει φιλικὴν ὅτε τις ἐξ ἀποδήμων ἥκοι, ὡς καὶ μετ' ὀλίγα τὸ, δειρῆς δ' οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ. (Vers. 209.) Τὸ δὲ, μή μοι σκύζευ, καὶ τὸ, (Vers. 213.) αὐτὰρ μὴ νῦν μοι τόδε χώεο καὶ τὸ ἑξῆς, παραίτησίς ἐστι μέμψεως ὅτε τις ἐλλόγως μὴ προαρπάζει τὴν δεξίωσιν. δῆλον δὲ ὅτι πολλὴ διαφορὰ τοῦ χώεσθαι καὶ τοῦ νεμεσᾶν· ἐκεῖνο μὲν γὰρ εἰκὸς καὶ μὴ δικαίως γίνεσθαι, ἡ δὲ νέμεσις ἀεὶ σὺν τῷ δικαίῳ ἐστί. (Vers. 209.) Τὸ δὲ, ἐπεὶ τά περ ἄλλα μάλιστα ἀνθρώπων πέπνυσο καὶ ἑξῆς, ἔπαινος ἀνθρώπου συνετοῦ μὲν, δυστυχοῦς δέ. Περὶ δὲ τοῦ σκύζεσθαι προγέγραπται· ἀφ' οὗ καὶ τὸ ἐπισκύνιον. (Vers. 211.) Τὸ δὲ ἀγάσατο οὐ μακρὰν ἐνταῦθα ἐστὶ τοῦ ἐφθόνησεν ἢ ἐμέμψατο. καινὸν δ' ἐνταῦθα σχῆμα ἡ ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἀνακόλουθος μετάβασις ἐν τῷ, ὃς νῶϊν ἀγάσσατο καὶ ἑξῆς· ἦν μὲν γὰρ ἀκόλουθον εἰπεῖν, ὃς ἡμῖν ἐφθόνησε παρ' ἀλλήλοισι μένουσι τέρπεσθαι, ἵνα ἦν ὁμοιόπτωτον τὸ ἡμῖν καὶ τὸ μένουσιν· ἡ δὲ Ὁμηρικὴ γυνὴ τὸ σχῆμα ἤλλαξε καινότερον μὲν, ἀσολοίκως δὲ, καθὰ πολλαχοῦ γίνεται, εἰποῦσα ὅτι θεοὶ ἡμῖν ἐφθόνησαν τοῦ τέρπεσθαι, δηλαδὴ ἡμᾶς, μένοντας παρ' ἀλλήλοις, ὡς καὶ εἴ τις εἴποι, παραινῶ σοι ζῶντα σπουδαίως διάγειν τὸν βίον· καλὸν μὲν γὰρ καὶ τὸ, παραινῶ σοι ζῶντι σπουδαίως ποιεῖν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
