Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.305.1
Not analysed yet
τόδε. ἀσόλοικον ὁμοίως καὶ τὸ, παραινῶ σοι διάγειν σε τὸν βίον ζῶντα σπουδαίως. αἴτιον δὲ τῆς τοιαύτης ἀσφάλτου ἐναλλαγῆς τὸ μετὰ τὴν δοτικὴν ῥῆμα, ὃ προκαλεῖται τὴν ἐπαγομένην αἰτιατικήν. τοιοῦτον καὶ τὸ, χαίρω τῷ λόγῳ ᾧ εἶπας καὶ ὃν εἶπας, καὶ ἄλλα δὲ μυρία. παραδείγματα δὲ οὐκ ὀλίγα καὶ ἐν Ἰλιάδι κεῖται τοῦ τοιούτου σχήματος. (Vers. 212.) Τὸ δὲ ταρπῆναι συνήθως καὶ νῦν γενικῇ συνέταξεν ἢ κατ' ἔλλειψιν τῆς δια προθέσεως ἢ διὰ τὸ ληφθῆναι τὸ ταρπῆναι ἀντὶ τοῦ κορεσθῆναι. (Vers. 209. 13.) δῆλον δὲ ὅτι ταυτὰ ἐν τοῖς ῥηθεῖσι τὸ σκύζεσθαι καὶ τὸ χώεσθαι, ἤδη δέ πως καὶ τὸ νεμεσᾶν, ὃ καὶ αὐτὸ οὐδὲν ἄλλο ἐστὶν ἢ σκύζεσθαι καὶ χώεσθαι, δικαίως μέντοι. (Vers. 214.) Τὸ δὲ ἀγάπησα ἀντὶ τοῦ ἐφιλοφρονησάμην, καὶ ἔστιν ὅμοιον τῷ ἀμφαγαπάζειν. (Vers. 216.) Τὸ δὲ ἐῤῥίγει ἐπίτασίς ἐστι προσοχῆς· οὐ γὰρ ἁπλῶς εὐλαβεῖτο τὴν ἐξ ἀνδρὸς ἀπάτην ἡ σώφρων Πηνελόπη, ἀλλὰ ἐῤῥίγει καὶ οὐ κατὰ τὴν ἄλλως ῥιγεδανὴν Ἑλένην ἀπεριμερίμνως διέκειτο. παρακείμενος δὲ μέσος τοῦ ἐῤῥίγει τὸ ἔῤῥιγα. (Vers. 218.) Τὸ δὲ, οὐδ' ἂν Ἀργείη Ἑλένη ἀνδρὶ ἀλλοδαπῷ ἐμίγη, εἰ ᾔδη, ὅ μιν αὖτις Ἀχαιοὶ ἐπαναγαγεῖν ἔμελλον οἴκαδε, τοιοῦτον ἔχει νοῦν τελείας τιθεμένης στιγμῆς ἐν τῷ εἰ ᾔδη· οὐκ ἄν φησιν οὐδὲ ἡ Ἑλένη παρ' ἀνδρὶ ἀλλοδαπῷ ἐγένετο, εἴ περ ἠπίστατο αὐτὸ δὴ τοῦτο τὸ παρ' ἐμοῦ λεχθὲν γνωμικὸν τὸ, πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν ἤτοι βουλεύονται ἀπατητικῶς. διό φησιν ἔμελλον οἱ Ἀχαιοὶ ἄξειν αὐτὴν οἴκαδε ὡς ἀπατηθεῖσαν καὶ μεταμελομένην καθὰ δηλοῖ τὸ, τίσασθαι δ' Ἑλένης ὁρμήματά τε στοναχάς τε, κείμενον ἐν Ἰλιάδι. καὶ φασὶν οἱ παλαιοὶ περὶ τῆς ῥηθείσης ἀπάτης, ἣν ἔπαθεν ἡ Ἑλένη, ὅτι Ἀφροδίτη Μενελάῳ τὸν Ἀλέξανδρον εἰκάσασα παρήγαγεν ἤτοι ἠπάτησε τὴν Ἑλένην, παραλογισαμένη τῇ ὁμοιότητι, ὡς εὐλόγως λοιπὸν καὶ τὴν Πηνελόπην δεδοικέναι μὴ πάθοι τι ὅμοιον. καὶ οὕτω μέν τινες καλῶς τὸ ῥηθὲν ἡρμήνευσαν νόημα. Ἕτεροι δὲ τὴν ῥηθεῖσαν στιγμὴν ἀπάγοντες καὶ συνάπτοντες τὸ ὅλον εἰς νόημα ἓν, λέγουσι μὲν ὅτι οὐκ ἂν ἡ Ἑλένη ἐμίγη ἀλλοδαπῷ, εἴ περ ᾔδη ὅτι αὐτὴν ἐπανάξειν οἱ Ἀχαιοὶ ἔμελλον. κρίνονται δὲ μεμπτέοι τοῖς παλαιοῖς διὰ τὸ κακοσυμβίβαστον τῆς ἐννοίας· ἀδιανόητον γὰρ τὸ λέγειν τὴν Πηνελόπην ὡς ἐδεδίειν μή πως ἀπατηθῶ· οὐδὲ γὰρ ἡ Ἑλένη συναπῆλθεν ἂν τῷ ἐκ Τροίας μείρακι, ἐὰν ἐγίνωσκεν ὅτι ἐπανακομισθήσεται εἰς τὴν πατρίδα· λέγοι γὰρ ἂν, ὅτι οὐ πόθῳ τοῦ ἀνδρὸς ἀλλὰ φόβῳ τοῦ ἐπανακάμψαι εἰς αὐτὸν ἐπεῖχον τὸν γάμον. ἴσως δὲ καὶ οὕτω πως καθίσταται τὰ τῆς ἐννοίας ταύτης· ἐδεδίειν, φησὶ, τὴν ἀπάτην, μεθ' ἣν ἀνάγκη πάντως ἦν ἐπανασωθῆναί με ζῶντι τῷ κουριδίῳ ἀνδρί. ὃ δὴ νόημα εἴ περ ἔσχε καὶ ἡ Ἑλένη, οὐκ ἂν ἡρπάγη. ἐπαινεῖ δὲ ἡ Πηνελόπη τὴν Ἑλένην ἢ διὰ συγγένειαν ἢ καὶ ἵνα μὴ δόξῃ φιλοσκώμμων εἶναι, εἰς ὃ δὴ μάλιστα τὸ γυναικεῖον φῦλον ῥέπει, ἢ καὶ χάριν ἑαυτῆς εἰς οἰκεῖον ἔπαινον· εἰ γὰρ ἐκείνη εὐλογεῖται τοιαύτη τῷ ἀνδρὶ γενομένη, πολλῷ πλέον αὕτη ἡ οὕτω σώφρων. (Vers. 220.) Περὶ δὲ τοῦ ᾔδη, ὅ πέρ ἐστιν ἠπίστατο, εἴρηται μὲν καὶ ἐν τῇ ἄλφα τῆς Ἰλιάδος. διαρθρωτέον δὲ μᾶλλον ἐνταῦθα, ὅτι οὐχ' ἁπλῶς τὸ ᾔδειν καὶ ἐνενοήκειν καὶ ἐπεποιήκειν διαλύει τὸ ᾔδεα καὶ ἐνενοήκεα καὶ ἐπεποιήκεα, ἀλλὰ τὰ ἐξ αὐτῶν Ἀττικὰ τὰ διὰ τοῦ ἦτα. παραδίδωσι γὰρ Ἡρακλείδης, ὅτι Ἀττικοὶ τοὺς τοιούτους ὑπερσυντελίκους ἐν τῷ ἦτα μόνῳ περατοῦσιν, ᾔδη λέγοντες καὶ ἐνενοήκη καὶ ἐπεποιήκη. καὶ οὕτω φησὶ Παναίτιος ἔχειν τὰς γραφὰς παρὰ Πλάτωνι. καὶ Θουκυδίδης δὲ κέχρηται τῷ τοιούτῳ Ἀττικῷ ἔθει. καὶ τὰς τμήσεις ἐκ τούτων, φησὶν, Ἴωνες οἰκείως προφέρονται, ἤδεα λέγοντες ἀναλύσει τοῦ ἦτα εἰς ε καὶ ἄλφα ἀντὶ τοῦ ᾔδη ἤγουν ἠπιστάμην, οἷον· εἰ γὰρ ἐγὼ τάδε ᾔδε' ἐνὶ φρεσί. καὶ Καλλίμαχος· ᾔδεα μᾶλλον ἐγώ κοτε. οὕτω δὲ καὶ ἐνενοήκη ἐνενοήκεα ὁμοίᾳ Ἰωνικῇ τμήσει ἤτοι διαλύσει, καὶ ἐπεποιήκη ἐπεποιήκεα. πολλοὶ δέ φησι καὶ σὺν τῷ ν προφέρουσι τὴν εἰρημένην διὰ τοῦ ἦτα Ἰωνικὴν γραφὴν τῶν ὑπερσυντελίκων, ᾔδην λέγοντες καὶ ἐνενοήκην καὶ ἐπεποιήκην· ἀφ' ὧν καὶ αὐτῶν αἱ τμήσεις γένοιντ' ἄν φησιν ᾔδεα καὶ ἐνενοήκεα καὶ ἐπεποιήκεα κατὰ τὸ, Ἀστυάγην Ἀστυάγεα παρὰ Ἡροδότῳ, καὶ κατὰ τὸ, ἧνται ἔαται, καὶ ἦν ἔα, ὥστε κατὰ τοῦτον τὸν λόγον οὐκ ἐκ τοῦ ᾔδεα κέκραται τὸ ᾔδη, ἀλλ' ἐκ τοῦ ᾔδη πρώτου προσώπου ἀναλέλυται τὸ ᾔδεα. (Vers. 222.) Τὸ δὲ ὤρορε καὶ ἐνταῦθα μετάθεσιν τῆς αὐξήσεως ἔπαθεν, ἐξ Ἀττικοῦ μεταπεσὸν ὡς εἰς κοινὸν παρακείμενον. (Vers. 223.) Τὸ δὲ, ἄτην λυγρὴν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος, εἴποι ἂν ὁ ἀμετόχως ἑτέρῳ τινὶ συμβλαβείς. (Vers. 225.) Ὅτι ὁ μετὰ φανερὰ σημεῖα μόλις πεισθεὶς εἴποι ἂν τῷ πείσαντι, νῦν δ', ἐπεὶ ἤδη σήματ' ἀριφραδέα κατέλεξας, πείθεις δή μευ θυμὸν ἀπηνέα περ μάλ' ἐόντα. (Vers. 232.)