# Commentarii ad Homeri Odysseam 2.306.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.306.1

Ὅτι ἔκλαιεν Ὀδυσσεὺς ἔχων ἄλοχον θυμαρέα· νῦν γὰρ ἔτι μᾶλλον αὐτῷ ὑφ' ἵμερον ὦρσε γόοιο ἡ γυνὴ λαλήσασα τὰ, ὡς ἐῤῥέθη, ὑπὲρ αὐτῆς. Καὶ ὅρα τὸ θυμαρέα ἤγουν θυμήρη ὡς ἀπὸ εὐθείας τῆς ἡ θυμαρής. καὶ σημείωσαι ὅτι μετὰ τοῦ η μὲν βαρύνεται ἡ τοιαύτη λέξις, ὡς δῆλον ἐκ τοῦ, θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων, διὰ δὲ τοῦ α ὀξύνεται κανόνι ὁποίῳ καὶ ἡ εὐμαρής. (Vers. 233. sqq.) εἶτα τὴν ἑκατέρων διάθεσιν παραβολικῶς ὑποδεικνὺς ἐπάγει· ὡς δ' ὅτ' ἂν ἀσπάσιος ἢ ἀσπασίως γῆ νηχομένοισι φανείη, ὧν τε Ποσειδάων εὐεργέα νῆα ἐνὶ πόντῳ ῥαίσει ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ· παῦροι δ' ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη, ἀσπάσιοι δ' ἐπέβαν γαίης κακότητα φυγόντες, ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ. καὶ ἔστιν ἡ παραβολὴ ἐχομένη πως ὧν κατὰ θάλασσαν ἔπαθεν Ὀδυσσεύς· διὸ καὶ κατὰ τοὺς ναυαγοὺς χαίρει καὶ ἐκεῖνος τὴν πατρίδα γαῖαν ἰδὼν, καὶ ἔτι ἐπέκεινα, ὅτι καὶ τὰ φίλτατα ἔχει. τέως μέντοι οὐκ ἔχει σφοδροτέραν ὁ ποιητὴς ἡδονὴν ἐξευρεῖν τῆς ῥηθείσης, ᾗ παραβάλοι ἂν τὴν τῆς γυναικὸς ἄρτι χαρὰν ἐπὶ τῷ ἀνδρί· πάνυ γὰρ λίαν ἡ γυνὴ χαίρει, ὥς περ καὶ οἱ νηχόμενοι οὐχ' ἁπλῶς ἀλλ' ἐν κινδύνῳ μεγάλῳ, καθ' ὃν πλείους μὲν ὤλοντο, αὐτοὶ δὲ παῦροι ἐξέφυγον δηλονότι, καὶ πόνῳ πολλῷ, τοιοῦτον γὰρ τὸ ἐν κινδυνώδει καιρῷ νήχεσθαι, χαίροιεν ἂν γῆς ἐπιβάντες. Τὸ δὲ, ἀσπάσιος γῆ, Ἀττικόν ἐστι· τὸ γὰρ κοινὸν ἀσπασία, ἐξ οὗ καὶ κύριον ἡ παρὰ ταῖς ἱστορίαις σοφὴ γυνὴ Ἀσπασία. καιρία δὲ λέξις ἡ ῥηθεῖσα, διὸ καὶ νῦν ἐπιμονὴν ποιεῖ ἐν τῷ ἀσπάσιοι καὶ (Vers. 239.) ἀσπαστὸς ἔην πόσις. (Vers. 235.) Τί δὲ τὸ πηγὸν κῦμα, δεδήλωται ἀλλαχοῦ· ὡσαύτως καὶ περὶ τοῦ (Vers. 237.) τέτροφεν ἅλμη, ὅ ἐστι πέπηγεν. Ἰστέον δὲ ὅτι τὸ μὲν τέτροφα ὀρθῶς καὶ τῷ ο παραλήγεται καὶ τὸ φ σύμφωνον ἔχει ὡς μέσος παρακείμενος ἐκ τοῦ τρέφω γινόμενος. τὸ μέντοι κέκλοφα τῷ μὲν ο εὐλόγως παραλήγεται ὡς ἀπὸ δισυλλάβου μέλλοντος τοῦ κλέψω, οὗ τὸ τῆς παραληγούσης ε ὀφείλει τρέψειν αὐτὸς εἰς ο. τὸ δὲ φ οὐκ ἀναλόγως ἔχει· ὤφειλε γὰρ κέκλοπα εἶναι κατὰ τὸ σύμφωνον τοῦ ἐνεστῶτος. ἔοικε δὲ συνεκδραμεῖν καὶ αὐτὸ πρὸς τὸ τέτροφα καὶ τὸ κέκοφα, ὃ ἀμφοτέρως λέγεται ὡς δηλοῖ τὸ κεκοπώς· καὶ γὰρ κέκοφά ἐστι καὶ κέκοπα. Τὸ δὲ, πολλὴ δὲ περιτέτροφεν ἅλμη, πρὸς ἐντέλειαν μόνην κεῖται παραβολικὴν, ὁποῖα πολλὰ ποιεῖ ἐν ταῖς παραβολαῖς Ὅμηρος· ἄλλως γὰρ οὐ συντελεῖ τι ἐνταῦθα εἰς τὸ πολὺ τῆς κατὰ τὴν Πηνελόπην χαρᾶς. (Vers. 241.) Ὅτι ἐπὶ μὲν τῶν νύκτωρ πάνυ κλαιόντων οἰκεῖον τὸ, καὶ δὴ ἂν ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς, ὅ περ καὶ ἐνταῦθα κεῖται. ἐπὶ δέ γε τῶν ἐν ἡμέρᾳ κλαιόντων τὸ, καὶ δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, ὃ κεῖται καὶ ἀλλαχοῦ. (Vers. 243. sqq.) Ὅτι ὥς περ ἐπὶ τῆς τοῦ Ἡρακλέος γενέσεως καὶ αὖ πάλιν ἐπὶ τῆς τῶν Μουσῶν παρεκτείνει ὁ μῦθος τὴν νύκτα εἰς τριέσπερον μῆκος καὶ εἰς ἐννεάνυκτον, οὕτω κἀνταῦθα ἡ ποιητικὴ Μοῦσα τολμᾷ εἰπεῖν ὡς ἡ Ἀθηνᾶ προθυμουμένη τοῦ τὸν Ὀδυσσέα καὶ τὴν Πηνελόπην ὕπνῳ ὑπὸ γλυκερῷ τερφθῆναι κοιμηθέντας καὶ μύθοις τοῖς πρὸς ἀλλήλους ἐφ' οἷς ἔπαθόν τε καὶ ἐποίησαν μηκύνει καὶ αὐτὴ πλέον τοῦ συνήθους τὴν νύκτα, ὡς οἷα δυναμένη τι καὶ εἰς τοῦτο καθότι ἀλληγορεῖται καὶ εἰς ἀέρα, ὡς ἐν ἄλλοις δηλοῦται. φησὶ γοῦν ὁ ποιητὴς, ὅτι νύκτα ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δ' αὖτε ῥύσατ' ἐπ' Ὠκεανῷ χρυσόθρονον, οὐδ' ἔα ἵππους ζεύγνυσθαι ὠκύποδας Λάμπον καὶ Φαέθοντα, οἵ περ Ἠῶ πῶλοι ἄγουσιν. οὐ τολμᾷ μέντοι ὁ ποιητὴς ἀναιδῶς μετρῆσαι καὶ μῆκος νυκτὸς κατὰ τὸν ἐπὶ Ἡρακλεῖ καὶ Μούσαις μῦθον, ἀλλ' ἀρκεῖται ἀορίστως εἰπὼν δολιχὴν τοιαύτην νύκτα δόξασαν μακροτέραν ὡς εἰκὸς τῶν συνήθων εἶναι, οὐ μὴν καὶ τοιαύτην γενομένην. ἦλθε δὲ ἡ δόκησις τοῦ δολιχοῦ τῆς νυκτὸς ταύτης μήκους ἐκ τοῦ ἐξαρκέσαι αὐτὴν καὶ εἰς ὕπνον ἀρκοῦντα σώφροσι καὶ εἰς ἀφήγησιν μακρῶν οὕτω καμάτων καὶ τληπαθειῶν τοῦ τε ἀνδρὸς τῆς τε γυναικός. Δῆλον δὲ πάντως ὡς οὐκ ἂν καὶ εἰς ἄμφω ἤρκεσεν ἡ μετὰ δαῖτα καὶ μολπὴν καὶ χοροὺς καὶ πλατὺν ἀναγνωρισμὸν καὶ εἰς ὕπνον ἀνάκλισιν περιλειφθεῖσα νὺξ, εἰ μὴ κατ' ἐπιτομὴν καὶ ἐπιδρομάδην ἐκεῖνοι ἀλλήλοις ἀφηγοῦντο τὰ καθ' ἑαυτοὺς, ὡς καὶ ὁ ποιητὴς ἐμφαίνει ἐν οἷς μετ' ὀλίγα ἐπιτροχάδην αὐτοῖς ἐπέξεισιν· ἔοικε γὰρ ὁ σοφὸς Ὀδυσσεὺς μετρεῖν πρὸς τὸ ἐπίλοιπον τῆς νυκτὸς τοὺς λόγους· διὸ καὶ ἅμα συμπληροῖ τὰ τῆς πλάνης καὶ εὐθὺς ὑπνοῖ καὶ ὄρθρος ἐκφαίνεται. Σημείωσαι δὲ ὅτι ἐν Ἰλιάδι ἄλλως ἤ περ ἐνταῦθα πλάττει τὴν Ἥραν ὁ ποιητὴς πέμπουσαν τὸν ἥλιον εἰς δύσιν ἐπὶ βοηθείᾳ τῶν Ἀχαιῶν, ἐν οἷς φησίν· ἠέλιον δ' ἀκάμαντα βοῶπις πότνια Ἥρη ἔπεμψε καὶ τὰ ἑξῆς. δηλοῖ δέ φασιν ἐκεῖ ὁ ποιητὴς πρὸ καιροῦ νομισθῆναι νύκτα διά τινα χαλεπὴν ὁμίχλην· δοκεῖ γὰρ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
