# Commentarii ad Homeri Odysseam 2.307.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.307.1

δύνασθαι τὰ τοιαῦτα ἡ Ἥρα, ἐπεὶ καὶ ἀλλαχοῦ ἡ αὐτὴ, ἠέρα πίτνα βαθεῖαν, ἤγουν ἀορασίαν ὁμιχλώδη ἐπιπίπτειν ἐποίει πολλήν· καὶ τοίνυν ὥς περ ἐκεῖ πρὸ καιροῦ ἐνομίσθη νύξ, ὡς τῆς ἡμέρας κατά τι σμικρυνθείσης, οὕτως ἐνταῦθα δόκησις ἦλθεν, ὡς ἐῤῥέθη, τοῦ δολιχὴν πλέον τοῦ συνήθως τὴν νύκτα γενέσθαι. Περάτην δὲ ἅπαξ ἐνταῦθα φησὶν ὁ ποιητὴς κατὰ γένος θηλυκόν· καὶ δηλοῖ ἡ λέξις τὸ πέρας τοῦ Ὠκεανοῦ νῦν οὐ τὸ ἀνατολικὸν, ἀλλὰ μᾶλλον τὸ δυτικὸν, δι' οὗ ἔμελλεν ἡ νὺξ δῆθεν σωματικῶς κατελθεῖν, ὡς ἂν ἑτέρωθεν ἀνέλθῃ ἡ Ἠώς· διὸ καὶ ὁ ποιητὴς εἶπε· νύκτα μὲν ἐν περάτῃ σχέθε, τῇ κατὰ δύσιν δηλαδὴ, Ἠῶ δ' αὖτε ἐπ' Ὠκεανῷ τῷ κατὰ ἀνατολὴν, ὥστε μήτε ταύτην ἀναδῦναι μήτε ἐκείνην καταδῦναι, ἵνα οὕτω μένῃ κατὰ χώραν τὸ σκίασμα τῆς γῆς. καὶ ἔστι πρὸς ταύτην τὴν ἔννοιαν ταυτὸν ἡ περάτη καὶ τὸ πέρας τοῦ Ὠκεανοῦ κατά τε δύσιν κατά τε ἀνατολὴν, εἰ καὶ νῦν ὁ ποιητὴς δυτικὴν περάτην φησί. Σημειοῦνται δὲ οἱ παλαιοὶ τὸν ποιητὴν ἐξ ἰδίου προσώπου λέγειν ἀεὶ ἀπ' Ὠκεανοῦ τὴν Ἠῶ ἀνατέλλειν δίχα γε τόπου ἑνὸς, ἔνθα ἐπικερτομῶν Εὔμαιος τῷ Μελανθίῳ κρεμαμένῳ ἔφη· οὐδέ σε ἠριγένεια παρ' Ὠκεανοῦ λήσει ἐπερχομένη. ἐκεῖ γὰρ οὐ καθ' ἑαυτὸν ὁ ποιητὴς τοῦτο φησὶν, ἀλλ' Εὐμαίῳ τὸν λόγον ἀνατίθησι. (Vers. 244.) Τὸ δὲ, ῥύσατο ἐπ' Ὠκεανῷ, οὐ κατὰ τὸ ῥύσατο καὶ ἐσάωσεν εἴρηται, ἀλλὰ κώλυσίν τινα δηλοῖ· διὸ καὶ ἐδέησεν ἑρμηνευθῆναι τὴν λέξιν ἐν τῷ, οὐδὲ ἔα ἵππους ζεύγνυσθαι ὠκύποδας. (Vers. 246.) Ὁ δὲ Λάμπος καὶ ὁ Φαέθων εὐφυῶς πλάττονται εἰς ξυνωρίδα τῆς Ἠοῦς διὰ τὸ κατ' ἐκείνην λαμπρόν. οὕτω καὶ τῷ Ἡλίῳ βουκολοῦσιν ἐν Θρινακίᾳ νύμφαι ἐϋπλόκαμοι Φαέθουσά τε Λαμπετίη τε. ὁ τοιοῦτος δὲ νοῦς καὶ Φαέθοντα οὐ μόνον Ἥλιον λέγει ἐπιθετικῶς, ἀλλὰ καὶ Ἡλίου υἱὸν κατὰ κυριωνυμίαν. καὶ Ὅμηρος μὲν οὕτω ξυνωρίδα ὑποζεύγνυσι τῇ Ἠοῖ, Λυκόφρων δὲ καὶ ἕτεροι μονόπωλον τὴν Ἠῶ πλάττοντες πηγάσῳ αὐτὴν ἐποχοῦσι πτερωτῷ ἵππῳ, ὃν ἔσχεν ἐκείνη μεθὸ τὸν Βελλεροφόντην αὐτὸς εἰς τὸ ἀλήϊον πεδίον ἀπεσείσατο. πῶλοι δὲ ἄγουσι τὴν Ἠῶ πρὸς ἔμφασιν τοῦ νεάζειν καὶ μάλιστα τὰ κατὰ τὸν ὄρθρον αὐτῆς ἀρχὴν ὄντα ἡμέρας· διὸ καὶ ἔαρος ἀκμῇ ἀναλογεῖ ὁ τοιοῦτος καιρὸς, ὅθεν καὶ ἦρ λέγεται, ὥς περ αὖ πάλιν φθινοπωρινῷ γήρᾳ ἢ καὶ χειμερίῳ τὰ πρὸς ἑσπέραν εἰκάζοιτ' ἄν. (Vers. 248.) Ὅτι ἐπὶ τῶν πρὸς τοῖς φθάσασι κακοῖς καὶ ἄλλα καραδοκούντων ῥηθήσεται τὸ, οὔ πω πάντων ἐπὶ πείρατα ἀέθλων ἤλθομεν, ἀλλ' ἔτ' ὄπισθεν ἀμέτρητος πόνος ἐστὶ πολλὸς καὶ χαλεπὸς, τὸν ἐμὲ χρὴ πάντα τελέσαι. Ὀδυσσεὺς δὲ τοῦτο λέγει διὰ τὸν ἐφεξῆς πόνον, ὃν ἀεθλεύσει κατὰ τὴν ἐν Ἅιδου μαντείαν τοῦ Τειρεσίου χάριν τιμῆς τοῦ Ποσειδῶνος, ὡς καὶ τῇ γυναικὶ ἀφηγήσεται. (Vers. 249.) Πόνος δὲ ἀμέτρητος, ὃν οὐκ ἔστι μετρῆσαι, μᾶλλον δ' εἰπεῖν ἀναμετρῆσαι κατὰ τὸ, ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν. (Vers. 248. 54.) Ἰστέον δὲ ὡς καὶ ἐνταῦθα ὁ ποιητὴς ἀρχὴν λόγου θέμενος τὸν γαρ σύνδεσμον, ἀποδίδωσιν αὐτὸν συνήθως διὰ τοῦ ἀλλα εἰπών· ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατα καὶ ἑξῆς, εἶτα μετὰ στίχους ἓξ ἐπαγαγών· ἀλλ' ἔρχευ λέκτρονδε καὶ ἑξῆς. δῆλον δὲ ὅτι σεμνῶς φράζει ὁ ποιητὴς τὸ, ἀλλ' ἔρχευ λέκτρονδ' ἴομεν, γύναι, ὄφρα καὶ ἤδη ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες. ὡσαύτως καὶ τὸ, (Vers. 257.) εὐνὴ μὲν δὴ σοί γε τότ' ἔσσεται, ὁππότε θυμῷ σῷ ἐθέλεις, ἐπεὶ ἄρ σε θεὸς ποίησεν ἱκέσθαι. ὁμοίως καὶ τὸ, (Vers. 300.) ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς, τερπέσθην μύθοισι πρὸς ἀλλήλους ἐνέποντες τὰ καὶ τά. οὕτω δὲ καὶ τὸ, (Vers. 354.) ἐπεὶ ἀμφότεροι πολυήρατον ἱκόμεθα εὐνήν. καὶ τὸ, (Vers. 296.) ἀσπάσιοι λέκτρου παλαιοῦ θεσμὸν ἵκοντο. (Vers. 301.) ἐν δὲ τούτοις κεῖται καὶ τὸ ἐνέποντες δι' ἑνὸς φυσικῶς ν κατὰ στίχου ἄρχουσαν. (Vers. 300.) Ὅρα δὲ καὶ ὅτι τὸ ταρπῆναι γενικῇ πρὸ ὀλίγων συνταχθὲν ἐνταῦθα καὶ ἄλλως φράζεται ἐν τῷ, (Vers. 255.) ταρπώμεθα ὕπνῳ ὑπὸ γλυκερῷ. καὶ ὅτι ἁπλοϊκῶς καὶ κοινότερον κεῖται τὸ ἐποίησεν ἐν τῷ, (Vers. 258.) ἐπεὶ ἄρ σε θεὸς ποίησεν ἱκέσθαι. (Vers. 261.) Ὅτι φίλος ζητῶν μαθεῖν ἔκ τινος ἃ μέλλει κακοπαθεῖν ἐρωτήσοι ἂν οὕτω κατὰ τὴν Πηνελόπην· εἰπὲ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν ὀΐω πεύσομαι, αὐτίκα δ' ἐστὶ δαήμεναι οὔ τι χέρειον. ὁ δὲ ἐρωτηθεὶς ἐρεῖ ἂν τὸ τοῦ Ὀδυσσέως· (Vers. 264.) δαιμονίη, τί δή με μάλ' ὀτρύνουσα κελεύεις εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι, οὐδ' ἐπικεύσω. οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς χαίρω, ἐπεὶ μάλα πολλὰ καὶ ἑξῆς τὰ χρησιμεύοντα. (Vers. 266.) Ὅρα δ' ἐνταῦθα τὸ κεχαρήσεται παραχθὲν ἐκ τοῦ χαίρω, οὗ ὁ μέλλων χαρῶ κοινότερον. ὃς δὴ μέλλων ἀναδραμὼν εἰς περισπώμενον ἐνεστῶτα τὸν, χαρῶ χαρήσω, ποιεῖ τὸ κεχαρήσομαι, ὃ χρόνου ἐστὶ μετ' ὀλίγον μέλλοντος.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
