# Commentarii ad Homeri Odysseam 2.308.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.308.1

ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ τὸ, κεχαρηότα νίκῃ, καὶ ὅσα τοιαῦτα. (Vers. 260.) ἔτι ὅρα ὅτι τε φιλομαθὴς κἀνταῦθα ἡ Πηνελόπη φαίνεται καθότι καὶ φιλοπευθὴς, καὶ ὅτι οὐκ ἂν ὤχλησε τὸν ἄνδρα πολυλογεῖν λυπηρῶς, εἰ μὴ ἐκεῖνος φθάσας ἐμνήσθη ἀέθλου μέλλοντος. διὸ καὶ παρασημειοῦται ὅτι, ἐπεὶ ἐφράσθης τουτέστιν ἐνεθυμήθης καί τοι θεὸς ἔμβαλε θυμῷ, ζητῶ μαθεῖν τὸν ἄεθλον ὡς οἷα ὑπερπαθοῦσά σου. λέγει δὲ ἄεθλον ἐνταῦθα τὴν ἐπὶ τιμῇ τοῦ Ποσειδῶνος περιπλάνησιν κατὰ τὴν τοῦ Τειρεσίου παραγγελίαν, ὡς εὐθὺς δηλωθήσεται. Ὅτι Ὀδυσσέως αὐτὰ δὴ ἐκεῖνα εἰπόντος τῇ γυναικὶ ξηρὰ καὶ ἀμεταποίητα, ὅσα ἐκ τοῦ Τειρεσίου ἔμαθεν, ἤγουν τὴν ἀνὰ φαιδίμῳ ὤμῳ θέσιν τοῦ ἐρετμοῦ καὶ τὴν ἐς ἀνθρώπους πλάνην, οἳ οὐκ ἴσασι θάλασσαν, καὶ τὴν τοῦ ἐρετμοῦ εἰς ἀθηρηλοιγὸν εἰκασίαν καὶ τὴν θυτικὴν τριττύαν καὶ τὸν ἀβληχρὸν ἔξαλον ἢ ἐξ ἁλὸς θάνατον ὑπὸ γήρᾳ λιπαρῷ, ἐντεῦθεν ἀρχὴν λαλιᾶς τινὸς ἡ σοφὴ λαβοῦσα γυνὴ ἀσκεῖν ἐθέλει τὸν ἄνδρα εἰς φερεπονίαν, εἰποῦσα ὃ δὴ παντὶ ἁρμόζει παραμυθουμένῳ ἑαυτὸν εἰς τὰ μετέπειτα. φησὶ γάρ· (Vers. 286.) εἰ μὲν δὴ γῆράς γε θεὸς τελέῃσιν ἄρειον, ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι. καὶ οὕτω περιγίνεταί πως ἡ γυνὴ τῆς τοῦ Ὀδυσσέως συννοίας. ὁ μὲν γὰρ φιλοπευστοῦσαν πολυμαθείας χάριν καὶ ἀναβαλλομένην μὲν τέως τὴν εὐνὴν καὶ ταῦτα τοῦ Ὀδυσσέως εἰς λέκτρον ἐλθεῖν προκαλουμένου αὐτὴν, ἐθέλουσαν δὲ μαθεῖν ὃν ἐκεῖνος ἔφη ὄπισθε τελέσαι ἀμέτρητον πόνον μὴ ἂν κεχαρήσεσθαι αὐτὴν ἔφη· ἡ δὲ χαρῆναι μὲν οὐκ ἂν δύναιτο ἐπὶ τῇ ἐσαῦθις ἀποδημίᾳ τοῦ ἀνδρὸς, οὐ μὴν οὐδὲ κλαυθμὸν πάσχει, παραμυθεῖται δὲ τὸν ἄνδρα ἐπὶ ὑπαλύξει κακῶν ἐξ αὐτοῦ ἐκείνου λαβοῦσα, ὡς ἐῤῥέθη, τὴν τῆς ἐννοίας ταύτης ἀρχὴν, φιλοσόφως μεταχειρισαμένη τὸ νόημα· εἰ γὰρ λιπαρόν, φησιν, ἔσται γῆρας, οὐκ ἄρα προηγήσεται καὶ εἰσέτι χρονία κάκωσις· ποῦ γὰρ λιπαρὸν γῆρας, οὗ προηγεῖται ἡ ἐκθλίψεως πολλὴ τηκεδών; σημείωσαι δὲ ὡς ἡρμήνευσεν ὁ ποιητὴς ἐν τούτοις ταυτὸν εἶναι γῆρας εἰπεῖν λιπαρὸν καὶ ἄρειον, καὶ ὅτι καταμόνας καὶ τὰ τοιαῦτα ἡ γυνὴ αὕτη καὶ ὁ ἀνὴρ διομιλοῦνται ἀλλήλοις τῶν σπουδαιοτέρων αὐτοῖς γινόμενοι. Τηλέμαχος μέντοι καὶ οἱ λοιποὶ περὶ μολπὴν ἔτι καὶ ὄρχησιν ἔχουσιν· ὅτε δὲ (Vers. 296.) ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκωνται οἱ δεσπόται, τότε δὴ παύσαντες ὀρχηθμοῖο πόδας εὐνάζοντο καὶ αὐτοί. Ἰστέον δὲ ὅτι κατὰ τὴν τῶν παλαιῶν ἱστορίαν Ἀρίσταρχος καὶ Ἀριστοφάνης, οἱ κορυφαῖοι τῶν τότε γραμματικῶν, εἰς τὸ, ὡς ἐῤῥέθη, ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο, περατοῦσι τὴν Ὀδύσσειαν, τὰ ἐφεξῆς ἕως τέλους τοῦ βιβλίου νοθεύοντες. οἱ δὲ τοιοῦτοι πολλὰ τῶν καιριωτάτων περικόπτουσιν, ὥς φασιν οἱ αὐτοῖς ἀντιπίπτοντες, οἷον τὴν εὐθὺς ἐφεξῆς τῶν φθασάντων ῥητορικὴν ἀνακεφαλαίωσιν καὶ τὴν τῆς ὅλης ὡς εἰπεῖν Ὀδυσσείας ἐπιτομὴν, εἶτα καὶ τὸν ὕστερον ἀναγνωρισμὸν Ὀδυσσέως τὸν πρὸς τὸν Λαέρτην καὶ τὰ ἐκεῖ θαυμασίως πλαττόμενα καὶ ἄλλα οὐκ ὀλίγα. εἰ δὲ διότι πολλὰ εὐανασκεύαστα ἐν τῇ ἀρχῇ τῆς ἐφεξῆς ῥαψῳδίας πεποίηνται, διατοῦτο ἐνταῦθα τὴν Ὀδύσσειαν ἀποτερματίζουσιν, ἔστιν αὐτοῖς στενῶσαι καὶ συσφίγξαι καὶ οἷον σφηκῶσαι τὴν ὅλην ποίησιν ταύτην ἀφελομένους ἐκ μέσου τοῦ βιβλίου καὶ ὅσα ὁμοίως μυθικὰ καὶ οὐ πιθανὰ ἐν Φαιακίᾳ ἐλαλήθησαν. εἴποι ἂν οὖν τις, ὅτι Ἀρίσταρχος καὶ Ἀριστοφάνης οἱ ῥηθέντες οὐ τὸ βιβλίον τῆς Ὀδυσσείας, ἀλλὰ ἴσως τὰ καίρια ταύτης ἐνταῦθα συντετελέσθαι φασίν. (Vers. 302. sqq.) Ὅτι ἀνακεφαλαιώσεως ἐν τῇ εὐνῇ γινομένης τῶν τε κατὰ τὸν Ὀδυσσέα καὶ τῶν κατὰ τὴν γυναῖκα, εἰς αὐτὴν μὲν τρεῖς μόνους δαπανᾷ στίχους ὁ ποιητὴς εἰπὼν, ὡς εἶπεν ἡ γυνὴ ὅσα ἐν μεγάροις ἀνέσχετο ἀνδρῶν μνηστήρων ἐσορῶσα ἀΐδηλον ὅμιλον, οἳ αὐτῆς εἵνεκα πολλὰ βόας καὶ ἴφια μῆλα ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος. ἅ περ φραστικὰ δαπάνης ἀκαίρου εἰσίν. εἰς μέντοι τὸν πολυπαθῆ Ὀδυσσέα πλείους προφέρει στίχους· ὁ μὲν γὰρ ἔλεγεν ὅσα κήδεα ἔθηκεν ἀνθρώποις, ὅσα τε αὐτὸς ἐμόγησε μετὰ τὸν ἐκ Τροίας ἀπόπλουν· τῶν γὰρ περὶ Τροίαν οὐδεὶς οὐδόλως αὐτῷ λόγος. ἡ γυνὴ δὲ ἄρα τέρπετ' ἀκούσασα, οὐδέ οἱ ὕπνος πίπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα. ἐξέκρουε γὰρ ἡ ἐν λόγοις μελιχρότης τὸ τοῦ ὕπνου γλυκύ. ἀρξάμενος οὖν ἐκ τῶν Κικόνων, ἀφ' ὧν καὶ ἡ κατὰ φύσιν τῆς Ὀδυσσείας ἀρχὴ, ἀνακεφαλαιοῦται τὴν ὅλην πλάνην ἐν ἔπεσιν ἑνὶ πρὸς τοῖς τριάκοντα (Vers. 310—341.) κατὰ φύσιν διηγησάμενος καὶ ἐκ τῶν πρώτων εὐτάκτως ἐλθὼν πρὸς τὰ ἔσχατα καὶ δείξας κἀνταῦθα, ὡς ἄρα καὶ μετατάσσειν οἶδε πράγματα καὶ περιβλητικῶς τῷ πρωθυστέρῳ τῶν διηγημάτων ἐνευδοκιμεῖν, ὡς πολλαχοῦ ἐποίει, καὶ αὖ πάλιν κατὰ τάξιν αὐτὰ τιθέναι μεθόδῳ σαφηνείας ὅτε καιρὸς, καθὰ καὶ ἐνταῦθα ποιεῖ· πάντα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
