# Commentarii ad Homeri Odysseam 2.309.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.309.1

γὰρ νῦν εὐτάκτως ἐπιτρέχει, ὡς πρῶτον Κίκονας δάμασεν, ὡς ἦλθε Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν· τοιαύτη γὰρ ἡ χώρα. καὶ ὅσα Κύκλωψ ἔρξεν, εἰς τοὺς αὐτοῦ δηλαδὴ ἑταίρους, καὶ ὡς ἀπετίσατο ποινὴν ἰφθίμων ἑτάρων, οὓς ἤσθιε οὐδ' ἐλέαιρε, καὶ ὡς Αἴολον ἵκετο, ἔνθα ὑπὸ θυέλλης ἀνέμων ἐδυστύχησε, καὶ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκοντο, οἳ νῆας ὤλεσαν καὶ ἑταίρους. (Vers. 319.) Ἔνθα ὅρα τὸ, οἳ νῆας ὤλεσαν, τουτέστιν οἱ Λαιστρυγόνες, ὡς ταυτὸν ὂν Λαιστρυγονίην καὶ Λαιστρυγόνας εἰπεῖν. καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε, οὗ ἐναντίον ἡ ἀμηχανία, ὃ δὴ δόλῳ καὶ πολυμηχανίᾳ καὶ Ὀδυσσεὺς κεκόσμηται. προσεπεῖπε δὲ καὶ ὡς Ἅιδου δόμον ἦλθε τὸν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, εὐρώεντα, ἔνθα εἴσιδε πάντας ἑταίρους καὶ μητέρα, εἰ καὶ ἐν τοῖς φθάσασιν ἐσιγήθη τὸ πάντας αὐτὸν τοὺς ἑταίρους ἰδεῖν. ἔτι δὲ κατέλεξε καὶ ὡς Σειρήνων ἀδινάων φθόγγον ἄκουσεν. (Vers. 326.) ἔνθα φασὶν οἱ παλαιοὶ τὸ ἀδινάων ἀντὶ τοῦ ἡδυφώνων, ᾠδικῶν, παρὰ τὸ ᾄδειν ἢ μᾶλλον παρὰ τὸ ἡδύ· πέντε γάρ φασι τὸ ἀδινὸν σημαίνει· ἀθρόον, ὡς ἐν τῷ, μελισσάων ἀδινάων· οἰκτρὸν, ὡς ἐν τῷ, ἀδινὸν στοναχῆσαι· ἥδιον ἤγουν ἡδὺ, γλυκὺ, ὡς ἐν τῷ, Σειρήνων ἀδινάων· πυκνὸν καὶ ἰσχνὸν, οἷον, ἀμφ' ἀδινὸν κῆρ· καὶ ἠρέμα, ὡς ἐν τῷ, ἀδινῶς ἀνενείκατο φώνησέν τε. Λογιστέον δὲ ὅτι ὁ τὸν Ἄδωνιν δασύνας πολλῷ πλέον ἐθρασύνατο ἂν τὰς ἁδινὰς δασύναι Σειρῆνας ὡς ἀπὸ τοῦ ἥδω. Ἰστέον γὰρ ὅτι ὁ περὶ βαρβαρισμοῦ γράψας ὡς ἁμάρτημά ἐστι προφορᾶς ἐν λέξει παρὰ τόνον ἢ παρὰ χρόνον ἢ παρὰ διάλεκτον, ἐν λέγει βαρβαρισμὸν εἶναι καὶ παρὰ πνεῦμα, ὡς εἴ τίς φησι τὸν Ἄδωνιν ψιλῶς λέγει, ἢ τὸν ὄνον μετὰ δασείας πνεύσεως, ἢ εἴπῃ, ἐφ' ἐννέα κεῖτο πέλεθρα. ὁ δ' αὐτὸς καὶ τὸν παρὰ διάλεκτον κωμικώτερον βαρβαρίζοντα σαρκάζειν λέγει καὶ τὸ πρᾶγμα σαρκασμὸν καλεῖ. ἔτι εἶπε καὶ ὡς ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν, τὴν καὶ δῖαν ἐν ἄλλοις (Od. μʹ, 104.) ῥηθεῖσαν, Σκύλλην τε, ἣν οὔ πώ ποτε ἀκήριοι ἄνδρες ἄλυξαν, ὡς καὶ προεῤῥέθη. ἔτι γε μὴν ἐκεφαλαιώσατο καὶ τὸ κατὰ τὰς βόας τοῦ Ἡλίου καὶ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ Ζεὺς τουτέστιν αἶψα ὀλλύντι ἢ ἀσβολοποιῷ· ψόλος γάρ φασιν ἡ ἀσβόλη. ἔφη δὲ καὶ ὡς ἵκετο Ὠγυγίην νῆσον, τὴν πολλαχοῦ ῥηθεῖσαν, νύμφην τε Καλυψῶ, καὶ ὡς ὑπισχνεῖτο ἐκείνη θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα τὸν Ὀδυσσέα, εἰ καὶ οὔ ποτε θυμὸν αὐτοῦ ἐνὶ στήθεσσιν ἔπειθεν, ὃ καὶ σαίνειν πλέον τῶν ἄλλων τὴν Πηνελόπην δόξειεν ἄν. καὶ ἐπὶ πᾶσιν εἶπεν, ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας, καὶ τιμηθεὶς ἐπανῆλθε πλουτῶν. (Vers. 342.) τοῦτ' ἄρα, φησὶ, δεύτατον ἤγουν πανύστατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος λυσιμελὴς ἐπόρευσε λύων μελεδήματα θυμοῦ. ὃ γέγραπται καὶ ἀλλαχοῦ. (Vers. 304.) Ἰστέον δὲ ὅτι ἐν τῷ, πολλὰ βόας καὶ ἴφια μῆλα ἔσφαζον, τὸ πολλὰ ὡς πρὸς πράγματα ἁπλῶς ἀποδέδοται, ὃ πολλαχοῦ εἴωθε κατά τι σχῆμα ἴδιον φράζειν ὁ ποιητής. τῷ δὲ τῶν μήλων ὀνόματι καὶ αἶγες καὶ σύες καὶ νῦν ἐμπεριλαμβάνονται. μετ' ὀλίγα δὲ καὶ βόας ἡ λέξις ἐμπεριέχει, οἷον· μῆλα, πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσομαι. (Vers. 312.) Τὸ δὲ, ἀπετίσατο ποινὴν ἑτάρων, ἢ ἀντὶ τοῦ, ἀπέτισε ποινὴν ἑτάρων, ἢ ἀντὶ τοῦ, ἀπέτισε ποινὴν ὁ φαγὼν αὐτοὺς Κύκλωψ, τουτέστιν ἀπέδωκεν, ἢ Ὀδυσσεὺς ἐτίσατο ἐκεῖνον ἤγουν ἐτιμώρησεν εἰς ποινὴν τὴν ὑπὲρ τῶν φίλων. (Vers. 347.) Ὅτι ἐν τῷ, αὐτίκ' ἀπ' Ὠκεανοῦ χρυσόθρονον Ἠριγένειαν ὦρσεν ἵν' ἀνθρώποισι φόως φέρῃ, τὸν ὄρθρον φράζει, ὡς δηλοῖ καὶ τὸ ὦρσεν· οὗ θέμα ὄρω, ἐξ οὗ ὁ ὄρθρος. δοκεῖ δὲ τοιοῦτος εἶναι καιρὸς ὁ μικρόν τι πρὸ ἡλίου φαύσεως, ὡς δηλοῖ ἐφεξῆς τὸ, (Vers. 362.) αὐτίκα γὰρ φάτις εἶσιν ἅμ' ἠελίῳ ἀνιόντι, ἤγουν ὅτε ἥλιος ἀνατείλῃ, μετὰ τὸν ὄρθρον δηλαδὴ, καθ' ὃν καὶ ἀνίστανται ὀρθούμενοι ἄνθρωποι, ὡς τὰ πολλὰ οὐκ ἀναμένοντες ἥλιον. (Vers. 350.) Ὅτι διαθηκῷά τις ὑποτύπωσις ἅ περ Ὀδυσσεὺς ἐνταῦθα πρὸς τὴν γυναῖκα φησίν· ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθ' ἀέθλων ἀμφότεροι, σὺ μὲν ἐνθάδ' ἐμὸν πολυκηδέα νόστον κλαίουσα, αὐτὰρ ἐμὲ θεὸς ἄλγεσιν ἱέμενον πεδάασκεν, ἤτοι ἐδέσμει, ἐμῆς ἀπὸ πατρίδος αἴης, τουτέστιν ἐγὼ μὲν ἀπὸ τῆς πατρίδος, σὺ δὲ ἐπὶ τῆς πατρίδος ἐπάσχομεν κακά. (Vers. 354. sqq.) νῦν δ' ἐπεὶ ἀμφότεροι πολυήρατον ἱκόμεθ' εὐνὴν, κτήματα μὲν τά μοί ἐστι κομιζέμεν ἐν μεγάροισιν, ὅ ἐστι κόμιζε καὶ ἐπιμελοῦ· μῆλα δὲ, ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν, πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσομαι, τουτέστιν ἀκόντων ἀφέλωμαι, ἄλλα δ' Ἀχαιοὶ δώσουσιν, εἰσόκε πάντας ἐνιπλήσωσιν ἐπαύλους, ἤτοι σταθμοὺς, αὐλὰς, ἐπαύλεις. γράφεται δέ φασι καὶ μεσαύλους. οἱ μέντοι ἔναυλοι τί δηλοῦσιν, ἔστιν εὑρεῖν ἐν τῇ Ἰλιάδι. δῆλον δὲ ὅτι καὶ λόγοι ἔναυλοι παρὰ τὸν μουσικὸν αὐλὸν λέγονται οἱ πρόσφατοι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
