# Commentarii ad Homeri Odysseam 2.310.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.310.1

καὶ ἀκοαῖς ἔτι ἐναυλούμενοι. (Vers. 351. sq.) Ὅρα δὲ ὅτι σχήματός ἐστιν ἐξάλλαξις τὸ, σὺ μὲν ἐνθάδε κλαίουσα, ἐμὲ δὲ θεὸς ἄλγεσι πεδάασκε· τὸ γὰρ σαφὲς καὶ κοινὸν καὶ σύνηθες τοιοῦτον· σὺ μὲν ἐνθάδε κλαίουσα, ἐγὼ δὲ ἀλήτης ἐκ θεοῦ πεδούμενος ἄλγεσι. (Vers. 355.) Κτήματα δὲ φανερῶς πάντα λέγει τὰ ἐν μεγάροις, ὥς περ δὴ καὶ μῆλα, καθὰ καὶ προσεχῶς ἐδηλώθη, πάντα τὰ θρέμματα. (Vers. 353.) Ὅρα δὲ ὅτι τὸ ὑπὸ ἀλγέων κωλύεσθαι ἄλγεσι πεδιεῖσθαι φησὶν ὁ ποιητὴς, καὶ ὅτι τὸ πεδάασκον δευτέρας συζυγίας ἐμφαίνει ῥῆμα εἶναι τὸ πεδῶ, καθά που πρὸ τούτων καὶ τὸ, ὅς τίς μ' ἀθανάτων πεδάᾳ. (Vers. 357.) καὶ ὅτι τοὺς μὲν Ἰθακησίους Ἀχαιοὺς οὐκ ἂν ἴσως βλάψοι ληϊζόμενος Ὀδυσσεὺς, δώσουσι γὰρ ἀναγκαίως ἑκόντες ἀέκοντες ἅ περ ζητοῦνται, ὑποχείριοι τῷ Ὀδυσσεῖ κείμενοι· Δουλιχίων τῶν δὲ καὶ Σαμίων καὶ Ζακυνθίων ληΐσεται, οὓς εἰκὸς δυσπειθεῖν διὰ τὸ ποῤῥωτέρω τῆς Ἰθάκης εἶναι. (Vers. 359.) Ὅτι προεκτιθέμενος κἀνταῦθα Ὅμηρος τὴν ἐπὶ τοῖς ἐφεξῆς ποιητικὴν οἰκονομίαν πλάττει τὸν Ὀδυσσέα λέγοντα, ὡς αὐτὸς μὲν πολυδένδρεον ἀγρὸν ἔπεισιν ὀψόμενος πατέρα ἐσθλόν· σοὶ δὲ, γύναι, τόδ' ἐπιτέλλω πινυτῇ περ ἐούσῃ, αὐτίκα γὰρ φάτις εἶσιν ἅμ' ἠελίῳ ἀνιόντι ἀνδρῶν μνηστήρων οὓς ἔκτανον, εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν, ἧσθαι τουτέστι κάθησο, μηδέ τινα προτιόσσεο ἤγουν πρόβλεπε, μηδ' ἐρέεινε ἤτοι προσφώνει ὡς ἐκ μέρους εἰπεῖν τὸ πᾶν. διατί δὲ ταῦτα; ἵνα μηδὲν τῶν πεπραγμένων εἰδέναι δοκοῦσα μηδ' ἀδικηθείη ὑπό τινων. καὶ τοῦτο μὲν οὕτως εὐοικονομήτως ἀναπεφώνηται. Ὅρα δὲ τὸ, ἀγρὸν ἔπειμι, αἰτιατικῇ συνταχθὲν ἀντὶ τοῦ, ἐπὶ τὸν ἀγρὸν εἶμι. οἱ δὲ μεθ' Ὅμηρον καὶ μάχιμον οἴδασι τὴν λέξιν· ἐπιέναι γοῦν τις καὶ ἐπέρχεσθαί τινι λέγεται κατὰ δοτικὴν σύνταξιν. (Vers. 362.) Σημείωσαι δὲ καὶ τὸ, αὐτίκα γάρ· ἔνθα ὁ γαρ σύνδεσμος κεῖται συνήθως ἐν ἀρχῇ ἀντὶ τοῦ ἐπειδὴ ἢ διὸ, ἀποδιδόμενος εἰς τὸ, εἰς ὑπερῷ' ἀναβᾶσα. Φάτιν δὲ τὴν πολλαχοῦ δηλωθεῖσαν φήμην φησί· γίνεται δὲ ἐκ τοῦ φατίζω ἡ φάτις. ἡ μέντοι φάσις τῶν μεθ' Ὅμηρόν ἐστι, φιλοσόφοις τε ἐγνωσμένη καὶ δικανικὴ λέξις οὖσα παρὰ τοῖς παλαιοῖς. (Vers. 367.) Ὅτι τὸν Τηλέμαχον καὶ τὸν βουκόλον καὶ τὸν συβώτην ἐνόπλους Ὀδυσσεὺς ἐπὶ τὸν ἀγρὸν ἀπιὼν συνεξάγει διά τι ἀναγκαῖον, ὡς ῥηθήσεται. καὶ ἔστι καὶ τοῦτο οἷόν τις προέκθεσις. (Vers. 371.) προάγει δὲ αὐτοὺς τῆς πόλεως Ἀθήνη νυκτὶ κατακρύψασα, ἡ τοῦ Ὀδυσσέως δηλαδὴ φρόνησις, οὐ περὶ πλήθουσαν ἀγορὰν ἐκείνους ἐξαγαγοῦσα ὡς ἅπασι βλέπεσθαι, ὄρθρου δὲ ὡς εἰκὸς ἢ μικρόν τι μετὰ τὸν ἀκριβῆ ὄρθρον, καθὰ δηλοῖ καὶ τὸ, ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τὸ ἐνταῦθα μὲν πάνυ γοργῶς λεχθὲν, ἀλλαχοῦ δὲ περιφρασθὲν ἐν τῷ, Ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο καὶ ἑξῆς, καὶ ἐν τῷ, ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς. (Vers. 370.) Ἰστέον δὲ ὅτι ἐν τούτοις ὡς καὶ ἐν τοῖς ἑξῆς κεῖται καὶ διασκευὴ περιττὴ καὶ ἀφελὴς τὸ, ὤϊξαν δὲ θύρας, ἐκ δ' ἤϊον, ἦρχε δ' Ὀδυσσεύς. διὸ καὶ γοργῶς ἀπεστένωται διὰ τὸ εὐτελές. (Vers. 363.) ἔχει δέ τι καὶ μεγαλόφρον ὁ τοῦ Ὀδυσσέως ἐνταῦθα λόγος ἐν τῷ, μνηστήρων οὓς ἔκτανον· ἑαυτῷ γὰρ τὸ πᾶν τῆς μνηστηροκτονίας ἐπιγράφεται ἀκροωμένης τῆς γυναικὸς, οἷα τὸν υἱὸν καὶ τοὺς δούλους μὴ προσλογιζόμενος. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ω. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Τὰς τῶν μνηστήρων ψυχὰς Ἑρμῆς εἰς Ἅιδου κατάγει, καὶ ἀναγνωρισμὸς Ὀδυσσέως γίνεται πρὸς τὸν ἑαυτοῦ πατέρα Λαέρτην, καὶ ταραχὴν τοῖς Ἰθακησίοις γεγενημένην ἐπὶ τῇ τῶν μνηστήρων ἀναιρέσει Ἀθηνᾶ διακωλύει. ΟΔΥΣΣΕΙΑΣ Ω. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι τῆς τελευταίας ταύτης ῥαψῳδίας διπλῆ ἐπιγραφή· σπονδαὶ γὰρ ἢ νεκυία ἐπιγράφεται παρὰ τοῖς παλαιοῖς, τὸ μὲν ἐκ τοῦ τέλους ταύτης, ἔνθα σπονδαὶ τοῖς τε Ἰθακησίοις καὶ τοῖς περὶ τὸν Ὀδυσσέα γίνονται, τὸ δὲ ἐκ τῆς ἀρχῆς, καθ' ἣν Ἑρμῆς τὰς τῶν μνηστήρων ψυχὰς εἰς Ἅιδην κατάγει·

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
