Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.311.1
Not analysed yet
ἐφ' ᾗ καταγωγῇ τερθρεύεται τὰ δοκοῦντα ὁ ποιητὴς κάτω που περὶ τὸν Ἅιδην ἔνθα οἱ νέκυες, ἀφ' ὧν ἡ νεκυία παράγεται, τουτέστιν ἡ λέγουσα πραγματεία τὰ κατὰ τοὺς νέκυας. ἣν δὴ νεκυίαν τινὲς μὲν κατὰ τὴν μυῖαν γράφουσι, τινὲς δὲ κατὰ τὴν ὀξύαν τὸ φυτόν· ἀφ' ἧς καὶ βέλη κατά τινας ὀξυόεντα. (Vers. 1.) ἀρχὴ δὲ τῆς ῥαψῳδίας ταύτης τὸ, Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο, τουτέστιν ἔξω τοῦ δώματος ἔφερε προνοούμενός φασι τὰ Ὀδυσσέως οἷα πρόγονος ἐκείνου, εἴ περ Ἑρμοῦ μὲν Ἀρκείσιος, αὐτοῦ δὲ Λαέρτης ὁ τοῦ Ὀδυσσέως πατὴρ, καὶ διατοῦτο τὰς φιλοσωμάτους ψυχὰς ἐκφέρων καὶ τῆς ἐξ ἐκείνων μήνιδος ἐκκαθαίρων τὸν τοῦ ἀπογόνου οἶκον. ἔοικε δ' ἐξ Ὁμήρου λαβὼν ἀρχὴν ὁ Λιβάνιος εἰπεῖν ἐπὶ τοῦ παρ' αὐτῷ κατὰ τὸν κολοιὸν μύθου, ὡς τῶν πτερῶν ἐξεκαλεῖτο ὁπόσα οἱ ὥραν οὐκ ἔφερεν. Ἰστέον δὲ ὡς ἐκ τοῦ, Ἑρμῆς δὲ ψυχὰς ἐξεκαλεῖτο, τὸν ψυχοπομπὸν συντιθέντες τινὲς ἐπίθετον αὐτὸ εἶπον Ἑρμοῦ, τόδ' ἔστιν ἄλλως ἔχον κατὰ ἀλληγορίαν, ὅτι δηλαδὴ ὁ λόγος ἀναψυχὴν πέμπει τοῖς ἐν μετοχῇ αὐτοῦ. Ὅτι δὲ ὁ Ἑρμῆς ἀπὸ κράσεως ἔχει τὸ περισπᾶσθαι, δηλοῖ καὶ Ἡρῳδιανὸς παραδοὺς, ὅτι ὡς Ἀπελλέας Ἀπελλῆς, Θαλέας Θαλῆς ὁ Μιλήσιος, Ποδέας Ποδῆς ὁ παρ' Ὁμήρῳ, οὕτω καὶ Ἑρμέας Ἑρμῆς. Κυλλήνιος δὲ Ἑρμῆς μυθικῶς μὲν ἀπὸ Κυλλήνης, ἥ τις ὄρος ἐστὶν Ἀρκαδίας σταδίων ἐννέα Ὀλυμπιακῶν παρὰ πόδας ὀγδοήκοντα, καθά φασιν ἱστορεῖν Ἀπολλόδωρον, ὀνομασθὲν ἀπὸ Κυλλήνης ἡρωΐδος τινός. περιᾴδεται δὲ διαφερόντως ἐν τοῖς περὶ τὸ τοιοῦτον ὄρος τιμᾶσθαι τὸν Ἑρμῆν κἀκεῖθεν σχεῖν τὸ λεχθὲν ἐπίθετον. κατὰ μέντοι ἀλληγορίαν Κυλλήνιος ὁ τοῦ ὕπνου δοτὴρ, ὁ τὰς ἡνίας τῶν κύλων ἢ κυλάδων ἔχων, ὃ δηλοῖ τὰ ὑπὸ τοὺς ὀφθαλμούς· ὅθεν καὶ κυλοιδιᾶν παρ' Ἀττικοῖς τὸ τὰ κύλα τῶν ὀφθαλμῶν οἰδεῖν ἐκ μακροϋπνίας τυχὸν ἢ ἀϋπνίας. οἱ δὲ παλαιοί φασι καὶ ὅτι κύλα κατὰ Εὐθύδημον τὰ ἐν τῷ κάτω βλεφάρῳ μικρὰ ἀνατρέχοντα ἐν τῷ μύειν, τὰ δὲ ἐν τῷ ἄνω ἐπικύλιον. (Vers. 2.) Δίδωσι δὲ κἀνταῦθα τῷ Ἑρμῇ ἡ ποίησις καὶ ῥᾴβδον μετὰ χερσὶ χρυσείην, ᾗ τῶν μὲν ὄμματα θέλγει, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, τοὺς δὲ καὶ ὑπνώοντας ἐγείρει. καὶ λέγει ὡς ταύτῃ κινήσας ἦγε τὰς ψυχὰς, ὡς εἶναι καὶ ταύτην ἐνέργειαν τῆς ἑρμαϊκῆς ῥᾴβδου. Γίνεται δὲ ῥᾴβδος παρὰ τὸ ῥᾳδίως ποιεῖν βαδίζειν, ὡς ἐν ἀρχαίοις ὑπομνήμασι φέρεται· ἔνθα πρόσκειται καὶ ὅτι βέλτιον δὲ ἀπὸ τοῦ ῥαπίζειν, ἵνα τῷ μὲν πρώτῳ λόγῳ προπερισπᾶται ἡ λέξις διὰ τὸ ῥᾷον, τῷ δὲ δευτέρῳ παροξύνηται. (Vers. 5.) Ὅτι φωνήν τινα ταῖς προπεμπομέναις εἰς Ἅιδην ψυχαῖς τῶν μνηστήρων πλάττων ὁ ποιητὴς τρίζειν αὐτάς φησι κατά τινα ὀνοματοποιΐαν τῷ μύθῳ ἀρέσκουσαν, ὡς εἶναι αὐταῖς τοῦτο οἷα τινὰ κλαυθμυρισμόν. καὶ μὴ αἰδισθεὶς τὸ πλάσμα τῆς τοιαύτης ὀνοματοποιΐας στερεοῖ αὐτὸ καὶ διὰ παραβολῆς φράζων οὕτως· αἱ δὲ τρίζουσαι ἕποντο. ὡς δ' ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο τρίζουσαι ποτέονται, ἐπειδάν τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης ἀνά τ' ἀλλήλῃσιν ἔχονται, ὣς αἱ τετριγυῖαι ἅμ' ἤϊσαν, ἤτοι ἐπορεύοντο ἀπὸ τοῦ ἐΐω ἐνεστῶτος. ἦρχε δ' ἄρα σφιν εἰς Ἅιδου Ἑρμείας ἀκάκητα, ὃ καὶ ἐν ἄλλοις κληθεὶς ἐφάνη. οὕτω δὲ καὶ Ὀδυσσεὺς πρὸ ὀλίγων ἦρχεν ὁδοῦ τῆς ἀμφ' αὐτόν. Καὶ ὅρα ὡς τὸ τρίζειν ἐπὶ ψυχῶν εἰπὼν, κυριολεκτούμενον ἐπὶ νυκτερίδων, παρεμυθήσατο τὴν τροπὴν διὰ τῆς ῥηθείσης παραβολῆς. διὸ καὶ ἐπλεόνασε τῇ λέξει, τρὶς αὐτὴν ἐνταῦθα (Vers. 5. 7. 9.) διὰ τὸ καίριον. Ἰστέον δὲ ὅτι τρύζειν μὲν διὰ τοῦ υ ψιλοῦ ἐπὶ τρυγόνων, αἳ καὶ ἀπὸ τοῦ τοιούτου γίνονται ῥήματος, τρίζειν δὲ κυρίως ἐπὶ νυκτερίδων· ὧν καὶ ἴδιον δοκεῖ ὁ ποιητὴς λέγειν τὸ ἀλλήλαις συνέχεσθαι, ὃ καὶ ἴδιον ὁρμαθοῦ, καὶ τὸ τὰς ἀποπεσούσας ἄνωθεν ἐκ πέτρας, ἐφ' ἧς εἰσὶ, τρισμὸν ἀποτελεῖν, ὃς δὴ καὶ ἐπὶ μυῶν λέγεται. ὁμοίως δὲ τρίζειν καὶ ἐπὶ χιόνος, ὅθεν καὶ χιὼν τετριγυῖα. Ἰστέον δὲ ὅτι τε μυθικῶς ταῖς ψυχαῖς ἐπελέχθη τρισμὸς, οἷα λόγου μὲν ἐνάρθρου ἐστερημέναις ἄλλως δὲ θορυβούσαις, καὶ ὅτι τὰς εἰς νύκτερον τόπον ἀπιούσας προσφυῶς ἐτόλμησεν ὁ ποιητικὸς λῆρος νυκτερίσι παραβαλεῖν, καὶ ὅτι τὸ τῆς νυκτερίδος ἄγρυπνον παρασίτῳ ἐπεσκώφθη ἐγρηγορότι κολακικῶς· παράσιτος γὰρ ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ ἑαυτὸν σεμνύνων ἄλλα τέ τινα γλυκέως λέγει περὶ ἑαυτοῦ κατὰ εἰκασμὸν ἀστεῖον, καὶ ὅτι ἀναβῆναι πρὸς κλιμάκιον, Καππανεύς εἰμι. ὑπομένειν πληγὰς, ἄκμων. ὕδωρ δὲ πίνειν, βάτραχος. ἀπολαῦσαι θύμων λαχάνων τε, κάμπη. πρὸς τὸ μὴ λοῦσθαι ἤγουν μὴ λούεσθαι, ῥύπος. ὑπαίθριος χειμῶνα διάγειν, κόψιχος, ὅ πέρ ἐστι κόσσυφος. πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν, τέττιξ. ἐλαίῳ μὴ χρῆσθαι, κονιορτός. ἀνυπόδητος ὄρθρου περιπατεῖν, γέρανος. καθεύδειν μηδὲ μικρὸν, νυκτερίς. εἰς τοῦτο δὲ χρήσιμον καὶ λαγωός. τούτοις προσθετέον ἐκεῖθεν καὶ