# Commentarii ad Homeri Odysseam 2.312.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.312.1

τὸ, τύπτεσθαι, μύδρος εἰμί. τύπτειν, κεραυνός. τυφλοῦν τινὰ, ἀστραπή. φέρειν τιν' ἄραντ', ἄνεμος. ἀποπνῖξαι, βρόχος. θύρας μοχλεύειν, σεισμός. εἰσπηδᾶν, ἀκρίς. δειπνεῖν ἀκλήτως, μυῖα. μὴ ἐξελθεῖν, φρέαρ. Καὶ οὕτω μὲν ἡδέος ἀστεϊσμοῦ τοῦδε ἡ νυκτερὶς ἀφορμή. (Vers. 6.) Θεσπέσιον δὲ ἄντρον οὐχ' ἁπλῶς οὕτω παρέῤῥιπται, ἀλλ' ὅτι θεῖα τὰ ἄντρα ἐνομίζοντο οἷα σύμβολα κόσμου κατὰ Πορφύριον, ὡς καὶ ἐν τοῖς περὶ τοῦ Ἰθακησίου ἄντρου εἴρηται, ὃ καὶ ἐπήρατον ἐῤῥέθη ἐκεῖ. (Vers. 11. sqq.) Ὅτι Λευκάδα τινὰ πέτραν καὶ Ἡλίου πύλας καὶ δῆμον Ὀνείρων καὶ ἀσφοδελὸν λειμῶνα κἀνταῦθα πλάττει τόπον ταῖς ψυχαῖς ἐκεῖθεν τοῦ Ὠκεανοῦ. φησὶ γοῦν ὅτι παρῆλθον αἱ τῶν μνηστήρων ψυχαὶ Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην ἠδὲ παρ' Ἠελίοιο πύλας καὶ δῆμον Ὀνείρων· αἶψα δ' ἵκοντο κατ' ἀσφοδελὸν λειμῶνα, ἔνθα τε ναίουσι ψυχαὶ εἴδωλα καμόντων ἤτοι τεθνεώτων, ὡς καὶ ἡ πρώτη νεκυία δηλοῖ, ἔνθα καὶ περὶ ἀσφοδελοῦ λειμῶνος εἴρηται. (Vers. 11.) Ἰστέον δὲ ὅτι Λευκάδα μὲν πέτραν ὁ μῦθος πρὸς τῷ Ἅιδῃ πλάττει ἢ κατὰ ἀντίφρασιν, μέλας γὰρ ἐκεῖ σκότος, ἢ καὶ διὰ τοὺς ἐσχάτους τῆς ἐκεῖ γῆς τόπους, οὓς εἰκὸς τὸν ἥλιον ἔτι διαλευκαίνειν δυόμενον. ὅτι δὲ καθ' ἱστορίαν Λευκὰς τόπος Ἠπειρωτικὸς, ἧς οἱ ἐγχώριοι Λευκάδιοι, δῆλον ἐστί· καὶ ἔσται τις αὐτῆς μνεία καὶ ἐν τοῖς ἑξῆς. (Vers. 12.) Πύλας δὲ Ἡλίου λέγει τὰς οἷον συγκλειούσας ἐκεῖνον κρύψεις, γενόμενον πρὸς δυσμαῖς· ἃς δὴ πύλας εἰσδυόμενος ὡς ὑπὸ κευθμῶνας τινὰς γίνεται ἀφανής. Τὸ δὲ, δῆμον Ὀνείρων, ὡς ἐπὶ ἐμψύχων καὶ σωματοειδῶν εἶπε, νύκτωρ ἡμῖν ἐκεῖθεν δῆθεν ἐπιφοιτώντων. οἰκεῖον δὲ καὶ αὐτοῖς αἱ δυσμαὶ, οὐ μὴν ἡ ἀνατολή· τοῖς γὰρ νυκτὸς καὶ ἁπλῶς ἐν ὕπνῳ φαινομένοις προσφυὲς καὶ τὸ νυκτῶδες τοῦ τόπου. Δοκεῖ δὲ ὁ μῦθος εὐτάκτως τοπογραφεῖν, τάττων μετὰ τὸν Ὠκεανὸν τὴν Λευκάδα, μεθ' ἣν τὰς Ἡλίου πύλας, εἶτα τοὺς Ὀνείρους καὶ μετ' αὐτοὺς τὸν ἀσφοδελὸν λειμῶνα, περὶ ὃν αἱ ψυχαὶ, ὁμοιότητά πως κατὰ τὸν μῦθον σώζουσαι τοῖς ὀνείροις κατὰ τὸ, ψυχὴ δ' ἀποπταμένη ἠΰτ' ὄνειρος πεπότηται. Ἰστέον δὲ καὶ ὅτι πιθανεύεται ὁ μῦθος Ὀνείροις τόπον εἶναι περί που τὰ κατὰ τὸν Ἅιδην οὗ οἱ τεθνεῶτες, ἐπεὶ καὶ ἀδελφοὶ θάνατος καὶ ὕπνος εἶναι λέγονται. (Vers. 15. sqq.) Ὅτι πρός τε πλατυσμὸν πρός τε παραδοξοποιΐαν πρός τε ποικιλίαν ποιήσεως τεχνᾶταί τι κἀνταῦθα Ὅμηρος, ὧν καὶ ἐν τῇ πρώτῃ νεκυίᾳ πεποίηκε, καὶ πλάττει ὡς ἐν ἠθοποιΐᾳ εἰδωλοποιητικῇ Ἀχιλλέα τε τὸν αὐτῷ φίλον, ἔτι δὲ καὶ τὸν εὐρυκρείοντα Ἀγαμέμνονα, διομιλουμένους ἀλλήλοις τὰ εἰκότα βιωτικώτερον. ἐν οἷς ἄλλα τε κατορθοῖ ὁ ποιητὴς καὶ Τρωϊκαῖς ἱστορίαις ἀρτύει συνήθως τὴν ποίησιν καὶ μύθοις χρᾶται, ὧν στερουμένη ποίησις οὐκ ἂν εἴη ἔτι ποίησις. καὶ τέως μὲν λέγει ὡς αἱ ψυχαὶ τῶν μνηστήρων κάτω ἐλθοῦσαι εὗρον τὴν τοῦ Ἀχιλλέως, τὴν τοῦ Πατρόκλου, τὴν τοῦ ἀμύμονος Ἀντιλόχου, Αἴαντός τε ὃς ἄριστος ἔην, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα. καὶ αὐτοὶ μὲν περὶ τὸν Ἀχιλλέα ὡμίλουν· ἦλθε δ' ἐπὶ ψυχὴ Ἀγαμέμνονος ἀχνυμένη· περὶ δὲ αὐτὸν οἱ σὺν ἐκείνῳ θανόντες οἴκῳ ἐν Αἰγίσθου, καθὰ καὶ ἡ πρώτη νεκυία δηλοῖ. (Vers. 24. sqq.) καὶ τὸ ἐντεῦθεν ἄρχεται διαλογική τις ἠθοποιΐα ἔχουσα οὕτως ὡς ἀπὸ τοῦ Ἀχιλλέως· Ἀτρείδη, περὶ μέν σε φάμεν Διῒ ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα, οὕνεκα πολλοῖσί τε καὶ ἰφθίμοισιν ἄνασσες δήμῳ ἐνὶ Τρώων ὅθι πάσχομεν ἄλγε' Ἀχαιοί. ἦ τ' ἄρα καὶ σοὶ πρῶτα, ἤγουν πρὸ καιροῦ κατὰ τοὺς Ἀττικοὺς, παραστήσεσθαι ἔμελλε Μοῖρ' ὀλοὴ, ἣν οὔ τις ἀλεύεται ὅς κε γένηται, τουτέστιν ἣν ὀλοὴν μοῖραν οὐδεὶς ἐκφεύγει τῶν ἐν γενέσει κἂν εὐδαιμονοίη, ὡς καὶ ἡ Ἰλιὰς λαλεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ περὶ τῶν δύο πίθων, οἳ Διὸς ἐν οὔδει κατάκεινται. (Vers. 30.) εἶτα ἐπάγει, ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες, δήμῳ ἐνὶ Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν· τῷ κέν τοι, ἤγουν οὕτως ἄν σοι, τύμβον μὲν ἐποίησαν Παναχαιοὶ, καὶ σῷ δὲ ἂν παιδὶ μέγα κλέος ἤραο ὀπίσω· νῦν δ' ἄρα σε οἰκτίστῳ θανάτῳ ἐχρῆν ἁλῶναι. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ἀχιλλέως. (Vers. 26.) ἐν οἷς ἔπαινός τέ τις κεῖται βασιλικὸς καὶ ἱστορία τοῦ εὐρυκρείοντα κατά γε τὰ Τρωϊκὰ μόνα εἶναι τὸν Ἀγαμέμνονα, ὡς δηλοῖ τὸ, πολλοῖσιν ἄνασσες δήμῳ ἐνὶ Τρώων. ἔτι δὲ καὶ φιλοσοφία τοῦ ἀπαθῆ κακομοιρίας εἶναι τὰ μὴ ὑπὸ γένεσιν καὶ ἠθικὴ διδασκαλία τοῦ αἱρετώτερον εἶναι καὶ γενναῖον ἄνδρα ἐν πολέμῳ θνήσκειν ἐνδόξως ἑαυτῷ τὸν τοῖς αὐτοῦ ἤ περ ὕστερον ἀκλεῶς. (Vers. 30.) ἐν οἷς καὶ τὸ, τιμῆς ἀπονήμενος ἧς περ ἄνασσες, εἴρηται ἀντὶ τοῦ κερδήσας καὶ ὄνησίν τινα σχὼν τῆς βασιλείας, δι' ἧς ἄνασσες ἢ ἧς ἕνεκεν ἄνασσες. οὐ γὰρ τιμῆς ἀνάσσει τις ἀλλὰ χάριν ἢ ἕνεκεν τιμῆς. (Vers. 26.) ἐν οἷς καὶ τὸ μὲν,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
