# Commentarii ad Homeri Odysseam 2.313.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.313.1

πολλοῖς ἄνασσες, πρὸς διαστολὴν μικροβασιλείας εἴρηται, τὸ δὲ, καὶ ἰφθίμοις, πρὸς ἔνδειξιν τῆς Ἑλληνικῆς γενναιότητος. καὶ τοιαύτη μὲν ἡ τοῦ Ἀχιλλέως εἰδωλοποιΐα. (Vers. 36—97.) ἡ δέ γε τοῦ βασιλέως ἐπὶ τῷ Ἀχιλλεῖ ἀντισεμνύνει μὲν τὸν Ἀχιλλέα μάλιστα διὰ μακροῦ λόγου. ἑαυτῷ δὲ ἀκερδὲς τὸ τοῦ Τρωϊκοῦ πολέμου δείκνυσι τέλος ἐν πάνυ ὀλιγίστῳ λόγῳ· ἔφθη γὰρ ἤδη ὁ Ἀχιλλεὺς ἐν τοῖς ῥηθεῖσι περὶ τῆς τοιαύτης πλατύτερον δυσπραγίας εἰπεῖν. ἔχει δὲ ὧδέ πως καὶ ἅ περ ἠθοποιεῖται κατὰ τὸν βασιλέα· ὄλβιε Πηλέος υἱὲ θεῷ ἐπιείκελ' Ἀχιλλεῦ, ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος, τοῦ Θετταλικοῦ δηλαδή· ἀμφὶ δέ σ' ἄλλοι κτείνοντο Τρώων καὶ Ἀχαιῶν ἄριστοι μαρνάμενοι περὶ σοῦ, σὺ δὲ στροφάλιγγι κονίης κεῖσο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων. ὃς δὴ ὁλοδάκτυλος στίχος κεῖταί που καὶ ἐν Ἰλιάδι. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθα, οὐδ' ἂν πάμπαν παυσάμεθα πολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν, ἢ δηλαδὴ τὸν ἀέρα στροφάλιγγι κονίης συγχέας ἢ καὶ ἄλλως ἐκφοβήσας κατά τι πάθος αἰγίδος τῆς πολλαχοῦ δηλουμένης. αὐτὰρ ἐπεί σ' ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο, κάτθεμεν ἐν λεχέεσσι καθήραντες χρόα καλὸν ὕδατί τε λιαρῷ καὶ ἀλείφατι, πολλὰ δέ σε ἀμφὶς δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας. ἅ περ εἴωθεν ἐπὶ νεκροῖς γίνεσθαι, ὡς καὶ ἐν τοῖς κατὰ τὸν Πάτροκλον φαίνεται. εἶτα λέγει ἡ εἰδωλοποιΐα καὶ ὡς ἡ μήτηρ Θέτις μαθοῦσα ἐξ ἁλὸς ἦλθε σύν γε ταῖς Νηρηΐσιν, βοὴ δ' ἐπὶ πόντον ὀρώρει θεσπεσίη, ἡ ἐξ ἐκείνων, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς. δι' ὧν φόβος θαλάττιος φράζεται. καὶ δή, φησιν, ἀναΐξαντες ἔβησαν ἂν οἱ Ἀχαιοὶ πεφοβημένοι, ὅ ἐστι πεφευγότες, ἐπὶ νῆας, εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδὼς, Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλὴ, δηλώσας μὴ χρῆναι φεύγειν διὰ τὸ τὴν μητέρα Θέτιν ἐξ ἁλὸς ἔρχεσθαι οὗ παιδὸς ἀντιόωσαν. καὶ οἱ μὲν οὕτως ἔσχοντο φόβου ἤγουν φυγῆς, ἀμφὶ δέ σε, φησὶν, ἔστησαν αἱ Νηρηΐδες οἰκτρὰ ὀλοφυρόμεναι, περὶ δ' ἄμβροτα εἵματα ἕσσαν, τουτέστιν ἐνέδυσαν. Μοῦσαι δ' ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ θρήνεον· ἔνθα κεν οὔ τιν' ἀδάκρυτόν γε νοήσας Ἀργείων· τοῖον γὰρ ἐπώρορεν, ἢ ἐπόρνυε, Μοῦσα λίγεια. ἑπτακαίδεκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ κλαίομεν, ἀθάνατοί τε θεοὶ θνητοί τ' ἄνθρωποι, ὀκτωκαιδεκάτῃ δ' ἔδομεν πυρὶ, πολλὰ δέ σε ἀμφὶς μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς. καίεο δ' ἔν τ' ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ καὶ μέλιτι γλυκερῷ, πολλοὶ δ' ἥρωες Ἀχαιοὶ τεύχεσιν ἐῤῥώσαντο πυρὴν περικαιομένοιο πεζοί θ' ἱππῆές τε, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο, ἠῶθεν δή τοι λέγομεν, τουτέστι συνήγομεν, λευκὰ ὀστέα, Ἀχιλλεῦ, οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ χρύσεον ἀμφιφορῆα, Διονύσοιο δὲ δῶρον φάσκ' ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο. τοῦτο μὲν διὰ τὸ ἐν πυρὶ τεχνικῶς κατειργάσθαι, ἐκεῖνο δὲ διὰ τὸ ἐπιτετηδεῦθαι ὑποδέχεσθαι οἶνον, εἰς ὃν ἀλληγορεῖται Διόνυσος. ἐν τούτῳ σοι κεῖται λευκὰ ὀστέα, φαίδιμ' Ἀχιλλεῦ, μίγδα δὲ Πατρόκλοιο, χωρὶς δ' Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων ἄλλων ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα. διὸ καὶ ἀναμὶξ μὲν ἔκειτο τὰ Πατρόκλου καὶ Ἀχιλλέως ὀστέα συγκεχυμένα, ἰδίᾳ δὲ συμπαρέκειντο τὰ τοῦ Ἀντιλόχου. ἀμφ' αὐτοῖσι δὲ μέγαν καὶ ἀμύμονα τύμβον χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων ἀκτῇ ἐπὶ προὐχούσῃ ἐπὶ πλατεῖ Ἑλλησπόντῳ, τῷ δηλουμένῳ ἐν Ἰλιάδι, ὡς ἂν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴης διὰ τοῦ τάφου, οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται. μήτηρ δ' αἰτήσασα θεοὺς περικαλλέ' ἄεθλα θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν. ὃν δὴ ἀγῶνα ἐξαίρων ἐπαινετικῶς ἐπάγει· ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας ἡρώων, ὅτε ἄν ποτε ἀποφθιμένου βασιλῆος ζώνυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα, ἤγουν εἰς ἀγῶνας ὁπλίζονται. ἀλλά γε κεῖνα μάλιστα ἰδὼν θυμῷ ἐτεθήπεα ἢ ἐτεθήπεας, οἷα ἐπὶ σοὶ κατέθηκε μήτηρ περικαλλέ' ἄεθλα, μάλα γὰρ φίλος ἦσθα θεῷ. ὡς σὺ μὲν οὐδὲ θανὼν ὄνομα ὤλεσας, ἀλλά τοι αἰεὶ πάντας ἐπ' ἀνθρώπους κλέος ἔσσεται ἐσθλὸν, Ἀχιλλεῦ. αὐτὰρ ἐμοὶ τί τόδ' ἦδος, ἤγουν ἡδονὴ καὶ ὄνησις, ἐπεὶ πόλεμον τολύπευσα, τουτέστι κατειργασάμην ὡς καὶ ἀλλαχοῦ κεῖται. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο, καθὰ καὶ προϊστόρηται. τοιαῦτα καὶ τὰ περὶ Ἀχιλλέως ἀφελῶς προηγμένα, ἤδη δὲ καὶ εὐτελῶς, καὶ τῆς μὲν Ὁμηρικῆς μεγαλονοίας οὐκ ἄξια, προσώπων δὲ ποιότητι πρέποντα, οὔτε χαιρόντων καὶ ἐν σκιαῖς εἰδώλων σωζόντων τὴν λογικότητα. ἔχει δὲ ὅμως ὁ λόγος ἱστορίας φίλας τῷ ποιητῇ καὶ λαλεῖ τι ὧν ἐνέλειψεν ἡ Ἰλιὰς, τὰ κατὰ τὸν θάνατον δηλαδὴ τοῦ Ἀχιλλέως, εἰ καὶ ἀτόνως γέγραπται καὶ ἐπελευστικῶς καὶ ὡς οὐκ ἂν ἐν Ἰλιάδι πεποίηκεν Ὅμηρος. μεγαλοπρεπῆ γὰρ ἐκεῖ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
