# Commentarii ad Homeri Odysseam 2.314.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.314.1

τὰ πάντα καὶ ὄντως ἡρωϊκά. καὶ ἴσως πάνυ φιλοτιμησάμενος κατὰ τὸν ἐκεῖ ἐπιτάφιον ὁ ποιητὴς ὤκνησεν ἐνταῦθα ἐγχειρῆσαι ποιῆσαί τι ὅμοιον, ἴσως μὲν ἵνα μὴ καὶ ἄκων εἰς ἀκαίρους ταυτολογίας ἐμπέσῃ, ἴσως δὲ καὶ διὰ τὸ μὴ ἔχειν ἐνταῦθα κρειττόνως φράσαι τὰ πράγματα ἤ περ ἐκεῖ. ὁ δὲ τοῦ Νέστορος ἔπαινος καὶ ἡ τῆς Θέτιδος καὶ τῶν Νηρηΐδων ἔλευσις καὶ αἱ τῶν ζῴων σφαγαὶ καὶ τὸ περὶ ἀλείφατος καὶ μέλιτος καὶ τὸ πολλοὺς περὶ τὴν τοῦ Ἀχιλλέως πυρὰν Ἀχαιοὺς ἥρωας τεύχεσι ῥώσασθαι ἤτοι ἐῤῥωμένως κινηθῆναι καὶ τὰ κατὰ τὸν χρύσεον ἀμφιφορῆα καὶ ἡ περίοπτος τοῦ Ἀχιλλέως τύμβευσις ἐκ τῶν κατὰ τὴν Ἰλιάδα σποράδην κειμένων ἐνταῦθα εἰς ἓν εἵλκυσται. δοκεῖ δὲ ἡ πᾶσα κατὰ τὸν Ἀγαμέμνονα ἠθοποιΐα ὑποκινηθῆναι ἐκ τῆς κατὰ τὸν Ἀχιλλέα, οὗ περ οἰκτισαμένου τὸν βασιλέα ἐφ' οἷς μηδὲν ἀπονήμενος ὧν περὶ Τροίαν ἔκαμε δεινότατα τέθνηκεν ἐν τῇ πατρίδι, λαβὼν ἐκεῖθεν ἀρχὴν μακαρίζει ὁ βασιλεὺς τὸν Ἀχιλλέα ὡς ἐκ τοῦ ἐναντίου αὐτὸν ἀπονήμενον ἧς εἶχε τιμῆς καὶ θανόντα ἐκεῖ εὐκλεῶς ἐν Τροίῃ ἑκὰς Ἄργεος. (Vers. 62.) Ὅρα δ' ἐν τούτοις καὶ ὅτι τὰς Μούσας εἰς ἐννεάδα ὁρίσας ὁ ποιητὴς ὅμως χαίρει καὶ οὕτω τῇ συνήθει ἑνικῇ προσηγορίᾳ ἐπαγὼν τὸ, τοῖον γὰρ ἐπώρορε Μοῦσα, ὡς ταυτὸν ὂν ἑνικῶς τε Μοῦσαν λόγῳ προσηγορικῷ καὶ Μούσας πληθυντικῶς εἰπεῖν. ἔνθα καὶ τοὺς ἐπιταφίους οἴκτους καὶ μονῳδικοὺς διὰ τῶν Μουσῶν αἰνίττεται ὁ ποιητὴς, αἳ κοσμοῦσι τὴν τοῦ Ἀχιλλέως ταφὴν ὡς καὶ ἐν Ἰλιάδι τὴν τοῦ Τρωϊκοῦ στρατηγοῦ ἀοιδοῦ θρήνων ἔξαρχοι. οὕτω γάρ πως θρηνῳδοὶ καὶ νῦν αἱ Μοῦσαι, ὡς δηλοῖ καὶ τὸ, (Vers. 60.) ὀπὶ καλῇ, εἴτουν ἀοιδῇ, θρήνεον· δι' ἧς ἐρεθιζόμενοι ἄνθρωποι οὐ δύνανται μένειν ἀδάκρυτοι. (Vers. 36.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ὄλβιε Πηλέος υἱὲ, Ἰωνικῶς ἐκλίθη τὸ Πηλέος· διὸ συστέλλει τὴν λήγουσαν ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων. (Vers. 39.) Στροφάλιγγα δὲ κονίης καὶ ἀέλλης εἰπεῖν ταυτόν ἐστιν, ἐπεὶ καὶ τὸ στρέφειν καὶ τὸ εἰλεῖν ὅμοια, ὧν τὸ μὲν τὴν στροφάλιγγα παράγει, τὸ δὲ τὴν ἄελλαν. (Vers. 44.) Χρόα δὲ καλὸν λέγει τὸν τοῦ νέκυος Ἀχιλλέως ἢ ὡς ποτὲ τοιοῦτον ὅτε δηλαδὴ ἔζη ἢ καὶ ὡς μετὰ θάνατον. τερατεύεται γὰρ καὶ τοιαῦτα ἡ ποίησις ὡς δηλοῖ καὶ ἐπὶ τοῦ νεκροῦ Πατρόκλου τὸ, ἔμπεδος αὐτῷ ἔσται χρὼς ἢ καὶ ἀρείων. (Vers. 45.) Ἐν δὲ τῷ, ὕδατι λιαρῷ καὶ ἀλείφατι, ἄλειφαρ ἢ τὸ ἔλαιόν φησιν ἢ καὶ εἶδός τι ἀλείμματος εὐώδους ἕτερον. (Vers. 52.) Ὁ δὲ τοῦ Νέστορος ἐνταῦθα ἔπαινος παντὶ ἁρμόζει γέροντι συνετῷ. (Vers. 54.) Τὸ δὲ, ἴσχεσθ' Ἀργεῖοι μὴ φεύγετε κοῦροι Ἀχαιῶν, ἐξ Ἰλιάδος παρείλκυσται καὶ αὐτό. (Vers. 47. 58.) Τὰς δὲ Νηρηΐδας παραφράζων ἀθανάτας τε ἁλίας λέγει καὶ κούρας ἁλίοιο γέροντος τοῦ Νηρέως δηλαδή. Ἐνταῦθα δὲ ἰστέον ὅτι κοινῶς μὲν Νηρηΐδες πᾶσαι αἱ τοῦ Νηρέως θυγατέρες. παραδέδοται δὲ ἄλλως ὅτι ἐν ὑπομνήματι Βακχυλίδου τοῦ λυρικοῦ διαφορὰ Νηρεΐδων φέρεται καὶ Νηρέως θυγατέρων οὕτως· εἰσὶν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν τοῦ Νηρέως θυγατέρων, καὶ τὰς μὲν ἐκ Δωρίδος γνησίας αὐτοῦ θυγατέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων κοινότερον Νηρεΐδας καλεῖσθαι. πιθανὸν οὖν τὰς μὲν ἐκ μιᾶς τῆς Δωρίδος γνησιωτέρας τῶν ἄλλων οὔσας Νηρέως θυγατέρας λέγεσθαι, Νηρεΐδας δὲ τὰς συνεισάκτους. Καὶ ὅρα ἐν τούτοις τὸ Νηρεΐδας κοινὸν ὂν ἢ καὶ Ἀττικόν· τὸ γὰρ Νηρηΐδας Ἰωνικώτερον ἐκ τῆς Νηρῆος Ἰώνων γενικῆς. καὶ τοιάδε μὲν ταῦτα. (Vers. 56.) Ἐν δὲ τῷ, παιδὸς ἀντιόωσαν, σημείωσαι τὴν λέξιν ὡς φανερῶς τὸ μετέχειν ἁπλῶς δηλοῦσαν καὶ ἄντην γίνεσθαι. (Vers. 63.) Περὶ δὲ τοῦ ἑπτακαίδεκα καὶ τοῦ, νύκτας τε καὶ ἦμαρ οὐ μὴν ἤματα, προδεδήλωται. (Vers. 65.) Τὸ δὲ, ἔδομεν πυρὶ, περίφρασίς ἐστι τοῦ ἐκαύσαμεν. ἔχει δέ τι καινὸν ἐνταῦθα τὸ πυρὶ οὐδέτερον ὡς λεχθὲν κοινότερον· ἄλλως γὰρ ἐπὶ τῶν τοιούτων ἡ πυρὰ κυριολεκτεῖται, ὡς δηλοῖ καὶ τὸ, (Vers. 69.) ἐῤῥώσαντο πυρὴν πέρι καιομένοιο. (Vers. 67.) Ἐσθῆτα δὲ θεῶν λέγει τὰ μυθικῶς ἄμβροτα εἵματα τὰ ἀνωτέρω ῥηθέντα, καλά τινα ὡς εἰκὸς ὄντα καὶ βασιλικὰ καὶ διατοῦτο ἐπικηρυσσόμενα θείᾳ κλήσει. (Vers. 68.) Ὅτι δὲ τὸ μέλι καὶ νεκρικὸν ἐδόκει μείλιγμα εἶναι, δηλοῦσι πολλοί. (Vers. 71.) Τὸ δὲ, ἤνυσε φλὸξ, ἀντὶ τοῦ ἔκαυσεν, ἐτελείωσε. λέξις δὲ αὕτη οὐ ποιητικὴ μὲν, καιριωτάτη δέ. (Vers. 72. 76. 94.) Τὸ δὲ Ἀχιλλεῦ, τρὶς ῥηθὲν ἐν τέλει στίχων, ἢ πρὸς θαῦμα κεῖται ἢ πρὸς στιχικὴν ἁπλῶς ἀναπλήρωσιν. (Vers. 73.) Τὸ δὲ ἐν ἀκράτῳ οἴνῳ καὶ ἀλείφατι τουτέστιν ἐλαίῳ ἢ ἄλλως ἀλοιφῇ τινὶ λίπους τὰ ὀστᾶ τῶν τεθνεώτων τίθεσθαι σόφισμα ἦν τοῦ παραμένειν αὐτὰ εἰς μακρόν. (Vers. 74.) Τὸν δὲ ῥηθέντα χρύσεον ἀμφιφορῆα συλλογιστέον οἷος ἂν ἦν τὸ μέγεθος εἰ τριῶν ἀριστέων ὀστᾶ ἐδέξατο. (Vers. 77.) Τὸ δὲ μίγδα ἐκ τοῦ μίγδην μεταπέπλασται, ὡς ἐκ τοῦ κρύβδην καὶ κύβδην

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
