# Commentarii ad Homeri Odysseam 2.315.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.315.1

τὸ κρύβδα καὶ κύβδα παρὰ τῷ κωμικῷ. (Vers. 81) Ἱερὸν δὲ στρατὸν λέγει τὸν Ἑλληνικὸν, ὡς ὑπὲρ ἀρετῆς τολυπεύσαντα τὸν δεκαετῆ ἐκεῖνον πόλεμον. (Vers. 82.) Ἀκτὴ δὲ προὔχουσα ἡ αὐτὴ ἂν εἴη τῇ προβλῆτι ἀκτῇ, περὶ ἧς εἴρηται ἀλλαχοῦ. (Vers. 89.) Τὸ δὲ ζώνυνται ὡς ἀπὸ μέρους τοῦ πλείονος εἴληπται· ἡνιόχοι μὲν γὰρ καὶ τοξόται καὶ ἀκοντισταὶ καὶ δισκοβόλοι ζώνυνται, δρομεῖς δὲ καὶ παλαισταὶ γυμνοὶ ἀθλοῦσι. (Vers. 90.) Τὸ δὲ, ἐτεθήπεα ἤγουν ἐθαύμασα θυμῷ, δηλοῖ μὲν τὸ κατὰ ψυχὴν θάμβος, οὐ μὴν τὸ κατὰ λόγον προφορικόν. γράφεται δὲ καὶ ἐτεθήπεας ἐν δευτέρῳ προσώπῳ, ὥς περ καὶ ἀνωτέρω αὐτοῦ τὸ ἀντεβόλησας, ἵνα λέγῃ ὁ βασιλεὺς τῷ Ἀχιλλεῖ, ὅτι πολλοῖς μὲν τάφοις περιέτυχες καὶ ἀγῶσιν, ἰδὼν δ' ἂν ἐκεῖνα τὰ κατὰ σὲ μάλιστα ἐθαύμασας ἄν. ἔτι γράφεται τὸ αὐτὸ καὶ ἐτεθήπεο καὶ σημαίνει τὸ αὐτὸ ἤγουν τὸ ἐθαύμασας. καὶ ἔστιν ἡ τοιαύτη γραφὴ Δωρικὴ Συρακουσία, ἔνθα σύνηθες τὸν παρακείμενον μετάγειν εἰς ἐνεστῶτα· ἐκ τοῦ πέπληγα γοῦν καὶ πέφυκα, πεπλήγω καὶ πεφύκω φασὶν οἱ ἐκεῖ, ὥστε οὕτω καὶ ἐκ τοῦ τέθηπα τεθήπω γίνεται Δωρικῶς, οὗ παθητικὸς ἐτεθηπόμην ἐτεθήπου καὶ Ἰωνικῇ διαλύσει ἐτεθήπεο. τὸ μέντοι ἐτεθήπεα καὶ ἐτεθήπεας κοινοῦ ὑπερσυντελίκου μεταποίησίς ἐστιν Ἰωνική· ὡς γὰρ τὸ ἐτετύφειν ἐτετύφεις, ἐτετύφεα καὶ ἐτετύφεας οἱ Ἴωνες λέγουσιν, οὕτω καὶ τὸ ἐτεθήπειν ἐτεθήπεις, ἐτεθήπεα ἐτεθήπεας. (Vers. 93.) Τὸ δὲ, ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομα ὤλεσας καὶ ἑξῆς, φράσις ἐστὶν εὐκλείας τῆς μετὰ θάνατον. (Vers. 102—119.) Ὅτι παρεισοδιάζων εὐμεθόδως ὁ ποιητὴς τῇ ἐνταῦθα μικρᾷ δευτέρᾳ νεκυίᾳ ἱστορίαν παλαιοτέραν τῶν Τρωϊκῶν, πῶς δηλαδὴ Ὀδυσσεὺς εἰς Τροίαν ἔπλευσε, καὶ ἅμα καὶ μνήμην ἐπιτηδείως καὶ ἀνακεφαλαίωσιν τῶν κατὰ τοὺς μνηστῆρας ποιούμενος, ἤγουν ὧν ἐποίησαν καὶ ὧν ἔπαθον, πλάττει ὡς Ἀμφιμέδων Ἰθακήσιος μνηστὴρ ξένος ἦν Ἀγαμέμνονι, γνωρισθεὶς ὅτε εἰς Ἰθάκην κατῆλθε καὶ ἐπεξενώθη τοῖς τοῦ Ἀμφιμέδοντος ὀτρυνέων Ὀδυσῆα σὺν Μενελάῳ εἰς Ἴλιον ἕπεσθαι, ὅτε φησὶ μηνὶ οὔλῳ τουτέστιν ὅλῳ καὶ ἀκεραίῳ σπουδῇ παραπείσαντες Ὀδυσσέα, τουτέστι μόλις ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. ὤκνει γὰρ τὸν πόλεμον διὰ τὸ μέγεθός φασι τοῦ κινδύνου καὶ τὸ τῆς μάχης δυσκατόρθωτον· καθὰ καὶ ὁ λαμπρὸς Ἀμφιάραος μόλις ἐπείσθη ταῖς Θήβαις ἐπιστρατεῦσαι, καὶ Ἀχιλλεὺς δὲ ὁμοίως τῇ Τροίᾳ ὁ καὶ ἀνδρεῖος καὶ καλός. οὕτω τοίνυν μηνὶ οὔλῳ τὸν Ὀδυσσέα πείσαντές, φησιν, ἐπερήσαμεν πόντον. (Vers. 106.) τοῦτον οὖν τὸν Ἀμφιμέδοντα ἰδὼν ἐν Ἅιδου καταχθέντα νῦν ὁ Ἀγαμέμνων ἐρωτᾷ πλασματικῶς ὡς ἐν ἠθοποιΐᾳ καὶ τοῦτο· τί παθόντες ἐρέμνην γαῖαν ἔδυτε πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδ' ἂν ἄλλος κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους. ἔπαινος δὲ ταῦτα ἐκκρίτων καὶ ἐπιλέκτων νέων. εἶτα ἐρωτήσας πέντε στίχους καθεξῆς (Vers. 109—113.) ἀπαραποιήτως οὓς ἐν τῇ πρώτῃ νεκυίᾳ τὸν Ὀδυσσέα ἠρώτησε περὶ τοῦ ἢ κατὰ τὴν θάλασσαν ἔπαθεν ἢ περὶ χέρσον ληϊζόμενος. (Vers. 115.) καὶ εἰπὼν, ἢ οὐ μέμνῃ ὅτε ἐκεῖσε, ἤγουν εἰς Ἰθάκην, κατῆλθον, ὡς ἐῤῥέθη, καὶ ἀπαιτήσας ἀπόκρισιν ἀκούει ἐκ τοῦ Ἀμφιμέδοντος ἱστορικῶς, ὅτι τε (Vers. 122.) μέμνημαι τάδε πάντα, συνταχθέντος νῦν ἀρχαϊκῶς τοῦ μέμνημαι μετὰ αἰτιατικῆς, καὶ μετὰ τοῦτο ἀφήγησιν μανθάνει δηλοῦσαν τί παθόντες οἱ τηλικοῦτοι ἦλθον πρὸ ὥρας ὑπὸ γῆν. (Vers. 128—148.) καὶ πρῶτος ἀφηγεῖται τὰ κατὰ τὸν ἱστὸν, καὶ ὡς τρίετες μὲν ἔληθε δόλῳ ἡ Πηνελόπη καὶ ἔπειθε τοὺς Ἀχαιούς· εἰς δὲ τὸ ἑξῆς ἐφευρέθη τεχνωμένη δόλον. καὶ ὡς τὸ μὲν ἐξετέλεσεν ὑπ' ἀνάγκης. ἐπεὶ δὲ φᾶρος ἔδειξεν ὑφῄνασα μέγαν ἱστὸν πλύνασα, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ, (Vers. 149 sqq.) καὶ τότε Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων ἀγροῦ ἐπ' ἐσχατιὴν, ὅθι δώματα ναῖε συβώτης. ἔνθα ἦλθε φίλος υἱὸς Ὀδυσῆος θείοιο ἐκ Πύλου διεκφυγὼν μνηστῆρας (Vers. 153.) θάνατον κακὸν ἀρτύνοντας, τουτέστιν ἀρτύοντας, εὐτρεπίζοντας. καὶ Τηλέμαχος μὲν πρόσθεν ἡγεμόνευε, συβώτης δὲ ὕστερον ἦγε κακὰ χροῒ εἵματα ἔχοντα, καὶ ἑξῆς ὥς που προεγράφη. καὶ ἡμῶν μέν, φησιν, οὐδεὶς ἐδύνατο γνῶναι αὐτὸν ἐξαπίνης προφανέντα, οὐδ' οἳ προγενέστεροι ἦσαν, (Vers. 161.) ἀλλ' ἔπεσί τε κακοῖσιν ἐνίσσομεν, τουτέστιν ἐκακολογοῦμεν, ἠδὲ βολῇσιν, τουτέστι βολαῖς ταῖς διὰ ὀστῶν καὶ ξύλων. ὁ δὲ τέως μὲν ἐτόλμα βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ· ἀλλ' ὅτε δή μιν ἔγειρε θεοῦ νόος, σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε' ἀείρας ἐς θάλαμον κατέθηκε καὶ (Vers. 166.) ἐκλήϊσσεν ὀχῆας, τουτέστι μοχλοὺς τούς τε τῆς γυναικωνίτιδος καὶ τοὺς περὶ τὴν αὐλήν. ὁ δὲ πολυκερδείῃσι, τουτέστι κερδαλεότητι καὶ δόλοις, ἄνωγε τὴν γυναῖκα τόξον μνηστῆρσι θεῖναι πολιόν τε σίδηρον, τὸν προῤῥηθέντα τοὺς δώδεκα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
